- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:225.32-227.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的从不清晰却显明之物走向理性上清晰之物的认识论原则,注释家菲洛波诺斯梳理了“对我们显明”的三种含义(事实与原因、普遍与个别、复合与单纯),并阐明亚里士多德在探讨灵魂的各能力时综合运用了这三种方式。
" Ἐπεὶ δ’ ἐκ τῶν ἀσαφῶν μὲν φανερωτέρων δὲ γίγνεται τὸ σαφὲς καὶ κατὰ τὸν λόγον γνωριμώτερον." Ἀποδοὺς κοινῶς τί ποτέ ἐστιν ἡ ψυχή, ὅτι ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ, διὰ τούτων λοιπὸν διδάξαι βούλεται, διὰ τί εἴρηται καὶ πῶς ἔστιν ἐντελέχεια ἡ ψυχή, πῶς μὲν ἡ φυτική, πῶς δ’ ἡ αἴσθησις καὶ ἑκάστη τῶν ἄλλων· προηγεῖσθαι γὰρ δεῖ ἐπὶ πάσης διδασκαλίας τοῦ διότι τὸ ὅτι. τεσσάρων γὰρ ὄντων προβλημάτων, τοῦ εἰ ἔστι, καὶ τί ἐστι, καὶ ὁποῖόν τί ἐστι, καὶ διὰ τί ἐστι, πρωτίστην ἔχει τάξιν τὸ εἰ ἔστιν· εἰκότως οὖν, ἐπειδὴ ζητεῖται εἰ ἔστι κοινός τις ὁρισμός, * * μᾶλλον δὲ ἀνάλογον ὁρισμῷ ἀποδοὺς τὸν εἰρημένον λόγον,1 ὥστε ἐν ταὐτῷ καὶ τὸ τί ἐστιν ἔχομεν, λοιπὸν οὖν τὰ λοιπὰ β ζητεῖ προβλήματα, πῶς ἑκάστη τῶν ψυχικῶν δυνάμεων λέγεται ἐντελέχεια καὶ διὰ τί. ἐπειδὴ δὲ λέγει ἐκ τῶν ἀσαφῶν μὲν ἡμῖν δὲ φανερωτέρων τὸ κατὰ λόγον σαφὲς καὶ γνώριμον γίνεσθαι, τίνα δ’ ἔστι τὰ ἡμῖν φανερώτερα οὐ προσέθηκε, τοῦτο αὐτὸ πρῶτον ζητῆσαι ἀναγκαῖον· πολλὴ γὰρ περὶ τούτου τοῖς ἐξηγηταῖς γέγονεν ἀμφιβολία, ἄλλου ἄλλο φανερὸν οἰομένου λέγειν αὐτόν. φαμὲν οὖν ἡμεῖς ὅτι κατὰ τρεῖς τρόπους τὸ σαφέστερον ἡμῖν θεωρεῖται. καὶ γὰρ τὸ ὅτι τοῦ διότι σαφέστερον ἡμῖν καὶ πρῶτον εἰς γνῶσιν· καὶ γὰρ ὅτι ἔχομεν ψυχὴν καὶ ὅτι ἀθάνατος αὕτη, προχειρότερον τοῖς πολλοῖς εἰς νόησιν ἢ τὸ παρακολουθῆσαι καὶ ἐπιβαλεῖν τῷ λόγῳ τῷ ταῦτα κατασκευάζοντι. δεύτερον, ὡς ἐν τῇ Φυσικῇ εἴρηται, τὸ καθόλου καὶ συγκεχυμένον σαφέστερον ἡμῖν ἐστι τοῦ μερικοῦ ἢ καὶ διηρθρωμένου μᾶλλον, οἷον τὸ εἰδέναι ἁπλῶς ὅτι σῶμα τοῦ ὅτι τοιόνδε σῶμα, οἷον οὐράνιον καὶ γήινον ἢ τοιῶσδε ἢ τοιῶσδε κεκραμένον. τρίτον σαφέστερον ἡμῖν ἐστι τὸ ὡς πρὸς ἡμᾶς μὲν πρῶτον, ὕστερον δὲ τῇ φύσει· τῶν γὰρ ἁπλουστέρων, ἅπερ ἐστὶ τῇ φύσει πρῶτα, τὰ συνθετώτερα ἡμῖν γνωριμώτερα. τοῦ οὖν ἡμῖν σαφεστέρου καὶ φανερωτέρου τριχῶς ὑπάρχοντος, πᾶσι τοῖς τρόποις τούτοις εὑρήσομεν ἐνταῦθα κεχρημένον τὸν Ἀριστοτέλη. καὶ γὰρ τὸ ὅτι πρὸ τοῦ διότι ἐδίδαξεν· ὅτι μὲν γὰρ ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ, ἐδίδαξεν, καὶ ὅτι τὴν ἐντελέχειαν ἐνδέχεται καὶ ὡς χωριστὴν εἶναι καὶ ὡς ἀχώριστον, διδάξει δὲ προϊὼν καὶ πῶς ἐστιν ἐντελέχεια, τί ποιοῦσα καὶ πῶς τελειοῦσα τὸ σῶμα. οὐχ ὥσπερ δὲ ἑνὶ λόγῳ τὸ ὅτι τῆς ψυχῆς ἐδίδαξεν, οὕτω καὶ τὸ ὅπως ἐντελέχειά ἐστιν ἑνὶ λόγῳ διδάξει· ἐντελέχεια μὲν γὰρ πᾶσα, οὐχ ὡσαύτως δὲ ἀλλὰ ἄλλως μὲν ἡ φυτική, ἄλλως δὲ ἡ αἰσθητική, ἄλλως δὲ ἡ λογική, καὶ τὰ μόρια τούτων ἑκάστης ἄλλο ἄλλως. ἀλλὰ καὶ ἐκ τῶν συγκεχυμένων ἀρξάμενος καὶ κοινοτέρων πρόεισιν ἐπὶ τὰ τρανέστερα καὶ ἰδικώτερα. πρῶτον γὰρ συγκεχυμένως παραδοὺς ἡμῖν τὴν ἔννοιαν τῆς ψυχῆς διὰ τοῦ ἀποδεδομένου λόγου, ἐφεξῆς περὶ ἑκάστου μορίου τῆς ψυχῆς διαρθρώσει, πῶς καὶ τίνος ἕκαστόν ἐστιν ἐντελέχεια. καὶ τρίτον ἐκ τῶν ἐσχάτων τῇ φύσει καὶ ἡμῖν γνωριμωτέρων ἀρξάμενος προελεύσεται ἐπὶ τὰ τῇ φύσει πρῶτα καὶ τιμιώτερα, ὅνπερ μάλιστα τρόπον καί φησιν ἐν τούτοις μετέρχεσθαι. ἔστι μὲν γὰρ τὸ τῇ φύσει πρῶτον καὶ ὕστερον καὶ ἐν τῷ ὅτι καὶ διότι, ἀνάπαλιν ἐφ’ ἡμῶν τε ἔχον καὶ ἐπὶ τῆς φύσεως. πρῶτον γὰρ τῇ φύσει τὸ διότι τοῦ ὅτι· ὧν γὰρ ποιεῖ πάντων ἡ φύσις τοὺς λόγους ἐν ἑαυτῇ προαποκειμένους ἔχει·2 οὐδὲν γὰρ οὔτε μάτην οὔτε ἐκ ταὐτομάτου ποιεῖ, ἀλλὰ πρός τινα σκοπὸν ἕκαστον τῶν ἔργων αὐτῆς ἀπευθύνει.
“然而,既然从不清晰却更显明的事物出发,生成了清晰且在理性上更可知的事物。” 在概括地给出了灵魂究竟是什么——即它是有机的自然身体的完全现实性——之后,通过这些文句,他此后希望阐明,灵魂为何被称为完全现实性以及如何是完全现实性,即植物性灵魂如何是,感觉如何是,以及其余各个能力又如何是;因为在一切讲授中,“事实”必须先于“原因”。因为在四个探究课题中,即“是否存在”、“是什么”、“是怎样的事物”以及“为何存在”,“是否存在”占据第一序列。因此顺理成章地,既然探究的是是否存在某种共同定义,[……]毋宁说他给出了上述论述作为类似于定义的东西,从而使我们同时把握了“是什么”,因此他接下来探究其余两个课题:灵魂的各个能力如何被称为完全现实性,以及为何如此。然而,既然他说从不清晰却对我们更显明的事物出发,生成在理性上清晰且可知的事物,却未曾补充对我们更显明的事物究竟是什么,那么首先探究这一点本身乃是必需的;因为关于这一点,在注释家们之中引起了极大的争论,每个人都认为他所说的“显明”是指不同的事物。因此我们认为,对我们而言更清晰的事物可以从三种方式来看。因为确实,“事实”对我们而言比“原因”更清晰,且在认识上先行;因为我们拥有灵魂以及它是不死的这一事实,对于大多数人在理解上比紧跟并把握论证这些事物的道理更为便易。其二,正如在《物理学》中所说,普遍且浑沌之物比起个别之物,或者说比起分节清晰之物,对我们而言更为清晰;例如,单单知道它是身体,比知道它是如此这般的身体——如天体的或大地的,或是以如此或彼种方式调和的——更为清晰。其三,就我们而言在先、依本性而言在后的事物,对我们而言更清晰;因为比起依本性在先的更单纯之物,更复合之物对我们而言更易知。因此,既然对我们而言更清晰、更显明的事物有这三种方式,我们将会发现亚里士多德在此处运用了所有这些方式。因为他确实在“原因”之前讲授了“事实”:因为他讲授了它是具有器官的自然身体的完全现实性这一事实,并且讲授了完全现实性既可以作为可分离的也可以作为不可分离的而存在这一事实;而在继续推进时,他也将讲授它如何是完全现实性,在做着什么以及如何完成身体。但他不会像用一条论述讲授灵魂的“事实”那样,也用一条论述来讲授它如何是完全现实性;因为虽然一切灵魂都是完全现实性,却并非以同样的方式,而是植物性灵魂以一种方式,感觉灵魂以另一种方式,理性灵魂以又一种方式,而它们各自的部分又各自以不同的方式。不仅如此,从浑沌且更为共同的事物出发,他将进而走向更明朗且更为特殊的事物。因为在最初通过所给出的论述向我们浑沌地传授了灵魂的观念之后,接下来他将就灵魂的每个部分分节阐述它如何是以及是何物的完全现实性。其三,从依本性居于末位且对我们而言更可知的事物出发,他将进而走向依本性在先且更为尊贵的事物,而这正是他在这些文句中表示尤其要遵循的进路。因为依本性在先与在后也存在于“事实”与“原因”之中,在我们与自然那里具有相反的关系。因为依本性而言,“原因”先于“事实”;因为自然将它所制作的一切事物的原由预先存留在自身之中;因为自然既不徒劳地、也不出于偶然地做任何事,而是将其每一项作为都导向某个目的。
- 2.21εἰκότως οὖν, ἐπειδὴ ζητεῖται εἰ ἔστι κοινός τις ὁρισμός, * * μᾶλλον δὲ ἀνάλογον ὁρισμῷ ἀποδοὺς τὸν εἰρημένον λόγον
如排印本中的星号所示,此处原文存在脱文(lacuna)。从属分句 ἐπειδὴ ζητεῖται 之后缺失了限定动词,随后的分词 ἀποδούς(主格阳性单数,指代亚里士多德)构成了破格句(anacoluthon)。根据上下文,其文意应补足为:在探讨是否存在某种共同定义之后,[他并未给出严格的定义,而是]毋宁说给出了上述论述作为类似于定义的东西。
- 2.21ὧν γὰρ ποιεῖ πάντων ἡ φύσις τοὺς λόγους ἐν ἑαυτῇ προαποκειμένους ἔχει
关系代词 ὧν 与其先行词 πάντων 发生了格的同化(属格同化,相当于 πάντων ἃ ποιεῖ,作 τοὺς λόγους 的领属性属格)。全句的句法骨架为复合谓语结构:“自然(ἡ φύσις)把其所制作的一切事物(ὧν ποιεῖ πάντων)的理路/形式(τοὺς λόγους)作为预先存留的(προαποκειμένους,与 τοὺς λόγους 一致的宾语补足语)持有(ἔχει)在自身之中(ἐν ἑαυτῇ)”。
