- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:224.10-225.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德关于水手与船只的隐喻(413a8),斐洛庞奴斯阐明了完全现实性既可作为不可分离的形式(如斧子的形式)运作,亦可作为可分离的主体(如舵手)运作;由此理性灵魂在其身体活动上作为完全现实性与身体相联,在本质上却依然是可分离的,并据此驳斥了亚历山大将亚里士多德之言视为犹疑不决的解释。
" Ἔτι δὲ ἄδηλον, εἰ οὕτως ἐντελέχεια τοῦ σώματος ἡ ψυχὴ ὥσπερ πλωτὴρ πλοίου." Τί γάρ, φησί, φοβούμεθα καὶ ἐπὶ πάσης ψυχῆς ἐκτείνειν τὸν λόγον,1 λέγοντες ὡς ἔνια τῆς ψυχῆς μόρια διὰ τὸ χωριστὰ εἶναι οὐδενός εἰσι σώματος ἐντελέχεια, ὡς διὰ τοῦτο μὴ ἁρμόζειν ἐπὶ πάσης ψυχικῆς δυνάμεως τὸν ὁρισμόν; οὔπω γὰρ ἐκ τῶν εἰρημένων δῆλον ἡμῖν ἔσται, πῶς εἴπομεν τὴν ψυχὴν ἐντελέχειαν εἶναι, πότερον ὡς ἀχώριστον, ὥσπερ ἔχει τὸ τοῦ πελέκεως εἶδος πρὸς τὸν πέλεκυν, ἢ ὡς χωριστήν, [ἢ] ὥσπερ ἔχει ὁ κυβερνήτης πρὸς τὴν ναῦν· τελειοῖ γὰρ τὸ εἶδος τοῦ πλοίου ὁ κυβερνήτης χωριστὸς ὤν. εἰ τοίνυν ἐνδέχεται κατά τι μὲν ἐντελέχειαν εἶναι, κατά τι δὲ τὸ αὐτὸ χωριστὸν ὡς μὴ ὂν κατ’ ἐκεῖνο ἐντελέχειαν, ἐπὶ πάσης ἄρα ψυχικῆς δυνάμεως δυνατὸν ἁρμόζειν τὸν ὁρισμόν. ὥστε καὶ ὅτε ἐλέγομέν τινα μέρη τῆς ψυχῆς ἀχώριστα εἶναι διὰ τὸ τῶν μερῶν αὐτῶν εἶναι ἐντελεχείας, ὡς ἀχωρίστου οὔσης τῆς ἐντελεχείας οὕτως ἐλέγομεν (τίνος γὰρ ἔσται τελειότης ἡ θρεπτικὴ δύναμις χωρισθεῖσα σώματος;) καὶ πάλιν ἡνίκα ἔλεγον ὅτι ἔνιά γε τῆς ψυχῆς μόρια οὐδὲν κωλύει χωριστὰ εἶναι διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας, οὕτως ἔλεγον μὴ εἶναι ἐντελεχείας ὡς μὴ ἐν τῷ σώματι τῆς οὐσίας αὐτῶν ἐχούσης τὸ εἶναι,2 ἐπεί εἰσι καὶ αὐτὰ ἐντελέχεια τοῦ ζῴου, ὡς ὁ κυβερνήτης τοῦ πλοίου. δύναται γὰρ καὶ κατά τινα τρόπον, ὡς ἤδη εἶπον, λέγεσθαι καὶ ἡ λογικὴ ψυχὴ ἀχώριστος εἶναι τοῦ σώματος, καθό ἐστιν ἐντελέχεια. τὰς γὰρ ἐνεργείας, καθ’ ἃς τελειοῖ τὸ ζῷον κινοῦσα αὐτὸ τοιῶσδε ἢ τοιῶσδε ἀχωρίστους ἔχει τοῦ σώματος· ἐξελθοῦσα γὰρ αὐτοῦ οὐκέτι ταύτας ἐνεργήσει· ἴσχει γὰρ αὐτὰς ἐκ τῆς σχέσεως τῆς πρὸς τὸ σῶμα. ὥστε ταύτῃ καθὸ ἐντελέχειά ἐστι, λέγω δὴ κατὰ τάσδε τὰς ἐνεργείας, ἀχώριστος ἂν εἴη τοῦ σώματος, ὥσπερ καὶ τοῦ κυβερνήτου αἱ ὡς κυβερνήτου ἐνέργειαι τοῦ πλοίου εἰσὶν ἀχώριστοι, καὶ χωρίζεται μὲν ὡς ἄνθρωπος, ὡς μέντοι κυβερνήτης ὢν ἐνεργείᾳ ἅμα τε κεχώρισται τῆς νεὼς καὶ ἐφθαρμένας ἔχει τὰς τοιαύτας ἐνεργείας. οὕτως οὖν καὶ ἡ λογικὴ ψυχὴ ὡς μὲν χωριστὴν ἔχουσα οὐσίαν οὐκ ἔστιν ἐντελέχεια σώματος, ὡς μέντοι τοιάνδε σχέσιν ἀναλαμβάνουσα πρὸς τὸ σῶμα, καθὸ καὶ τὸ ψυχὴ λέγεσθαι ἔχει (ἡ γὰρ ψυχὴ πρὸς τὸ σῶμα λέγεται) ἐντελέχειά τ’ ἐστὶ τοῦ σώματος καὶ ἀχώριστος αὐτοῦ· χωρισθεῖσα γὰρ αὐτοῦ ἀπόλλυσι ταύτας τὰς ἐνεργείας, ἃς ἐκ τῆς πρὸς αὐτὸ σχέσεως ἀνειλήφει, οἷον τὸ ζωοποιεῖν, τὸ κινεῖν αὐτὸ πάσας τὰς φυσικὰς κινήσεις, καὶ εἴ τι τοιοῦτον ἄλλο. τί γὰρ φυσικῶς κινήσει ἢ ζωοποιήσει παντὸς οὖσα ἔξω σώματος; τὸ δὲ εἰ μεριστὴ πέφυκεν οὐ σωματικῶς ἀκουστέον μεριστὴν οὐδὲ κατὰ τόπον, ἀλλὰ κατ’ οὐσίαν, τουτέστιν εἰ διῄρηται τῇ οὐσίᾳ καὶ ἄλλη τῆς ψυχῆς δύναμις ἄλλης ἐστὶν οὐσίας, καὶ μὴ ὁμοούσια πάντα τῆς ψυχῆς μόρια. ἐνίων γὰρ ἡ ἐντελέχεια τῶν μερῶν αὐτῶν.3 διὰ τούτων δοκεῖ κατὰ μόρια τοῦ σώματος διαιρεῖν τὴν ψυχήν· ἐνίων γάρ, φησί, μερῶν τοῦ σώματος ἐντελέχειά ἐστι τὰ μόρια τῆς ψυχῆς, ὥστε ἀχώριστα αὐτῶν εἶναι, οἷον ὀφθαλμῶν μὲν ὄψις, ὀσφρήσεως δὲ ὄσφρησις, καὶ ἐπὶ τῶν ἄλλων ἄλλη τις. ἡ δὲ λέξις ἐνίων γὰρ τῆς ψυχῆς μορίων ἡ ἐντελέχεια, τουτέστιν ἔνια τῆς ψυχῆς μέρη, ὧν ἕκαστον ἐντελέχειαν εἶναι ὡρισάμεθα, αὐτῶν τῶν μερῶν τοῦ σώματός εἰσιν ἐντελέχειαι, τουτέστιν εἴδη τελειωτικά ἐστι τῶν τοῦ σώματος μερῶν, ὡς ἀχώριστα αὐτῶν δηλονότι διὰ τοῦτο εἶναι. τί οὖν ἐνεκάλει τῷ Τιμαίῳ κατὰ μόρια διαιροῦντι; εἴρηται δὲ περὶ τούτων ἔμπροσθεν. ὁ δὲ Ἀλέξανδρος ἐνταῦθα φανερῶς τοῦ Ἀριστοτέλους εἰπόντος ὅτι ἔνιά γε οὐδὲν κωλύει χωριστὰ εἶναι διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας, τὸ μὲν πρῶτόν φησιν ὅτι ὁ Ἀριστοτέλης δοκεῖ ἐνδοιάζειν, εἰ ἀχώριστος πᾶσα ἡ ψυχή, καίτοι ἀποφηναμένου αὐτὸ τοῦτο διὰ τὸ μηδέπω ἀποδεδειχέναι ὅτι ἀχώριστός ἐστι· προϊὼν δὲ καὶ ὑπὸ τῆς λέξεως βιαζόμενός φησιν ὅτι ἔοικε δὲ περὶ τοῦ νοῦ λέγειν ὅτι ἔστι χωριστός. τὸ δὲ οὐδὲν κωλύει οὐκ ἔστιν ἐνδοιάζοντος·4 ἀλλ’ ἐπεὶ ἀπεφήνατο πᾶσαν ψυχὴν ἐντελέχειαν εἶναι, διὰ τοῦτό φησιν ὅτι καὶ οὕτως οὐδὲν κωλύει τινὰ μόρια τῆς ψυχῆς εἶναι χωριστά (δύνανται γὰρ εἶναι ἐντελέχειαι ὡς ὁ κυβερνήτης τοῦ πλοίου), ἢ καὶ ἄλλως διὰ τὸ μηδέπω αὐτὸ τοῦτο ἀποδεῖξαι· οὐδὲν γὰρ οὔπω περὶ τῶν λογικῶν δυνάμεων διελέχθη.
“此外,灵魂作为身体的完全现实性,是否如同水手之于船只那样,仍然是不明了的。” 因为他说,我们为何害怕把这一论说推广到一切灵魂上,说灵魂的某些部分由于是可分离的便不是任何身体的完全现实性,仿佛由于这一缘故这定义便不适用于一切灵魂能力呢?因为根据已经说过的事情,对于我们来说尚未明了我们究竟是在何种意义上说灵魂是完全现实性:是作为不可分离的,如同斧子的形式之于斧子那样,还是作为可分离的,如同舵手之于船只那样;因为舵手在作为可分离者的同时,完成着船只的形式。因此,如果同一样事物在某一意义上可能是完全现实性,而在另一意义上作为在那一意义上不是完全现实性而是可分离的,那么这定义便可能适用于一切灵魂能力。所以,当我们说灵魂的某些部分由于是其各部分的完全现实性而不可分离时,也是在完全现实性是不可分离的这一意义上这样说的(因为营养能力脱离了身体将成为何物的完全性呢?);而反过来,当我说灵魂的某些部分由于不是任何身体的完全现实性而完全不妨碍其为可分离的时,也是在它们的本质之存在并不在身体之中的意义上说它们不是完全现实性的,因为它们本身也是动物的完全现实性,犹如舵手之于船只。因为正如我已经说过的,在某种方式上也可以说理性灵魂在其作为完全现实性的限度内是不可与身体相分离的。因为促使动物以此种或彼种方式运动从而完成动物的那些活动,它是作为不可与身体相分离而拥有的;因为一旦脱离了身体,它便不再实施这些活动,因为它是从与身体的关系中持有这些活动的。因此在这一方面,在其作为完全现实性的限度内,我指的是就这些活动而言,它是不可与身体相分离的,正如同舵手作为舵手的活动是不可与船只相分离的一样,作为人他是可分离的,然而作为现实活动着的舵手,他一旦离开船只,这种活动也就同时毁灭了。因此同样,理性灵魂作为拥有可分离本质者而言固然不是身体的完全现实性,然而作为承担对身体的如此这般的关系而言,正是凭此它才得以被称为‘灵魂’(因为灵魂是相对身体而言的),它既是身体的完全现实性,又不可与身体相分离;因为一旦脱离身体,它便失去了从与身体的关系中承担起来的那些活动,例如赋予生命、以一切自然运动推动身体,以及诸如此类的其他活动。因为处于一切身体之外,它还能自然地推动什么或赋予什么以生命呢?而“若是本性上可分”不可理解为身体上或空间上可分,而必须理解为依本质可分,也就是说,如果它在本质上有所区分,灵魂的一种能力具有一种本质而另一种能力具有另一种本质,并非灵魂的一切部分都同质。‘因为某些部分的完全现实性属于这些部分本身。’通过这些话,他似乎是依照身体的部分来划分灵魂;因为他说,灵魂的各部分是身体某些部分的完全现实性,以至于不可与它们相分离,例如视觉之于眼睛,嗅觉之于嗅觉器官,在其他器官上则各为其所具。而文句‘因为某些灵魂部分的完全现实性’,即是指灵魂的某些部分——我们曾界定它们各自为完全现实性——乃是身体那些部分本身的完全现实性,也就是说,是身体各部分的完成性形式,显而易见由此之故而不可与它们相分离。那么他为何指责《蒂迈欧篇》依照部分来划分灵魂呢?但关于这些事情前面已经讲过。另一方面,当亚里士多德在此处清楚地说道某些部分由于不是任何身体的完全现实性而丝毫不妨碍其为可分离的时,亚历山大最初宣称,亚里士多德似乎在犹豫是否所有的灵魂都是不可分离的,尽管他断言了这一点,但因为尚未证明它是不可分离的;而随着论述展开并受文句所迫,他又宣称亚里士多德似乎在谈论智性是可分离的。然而“丝毫不妨碍”并不是犹豫者的话;相反,既然他已断言一切灵魂都是完全现实性,因此他说即便如此也丝毫不妨碍灵魂的某些部分是可分离的(因为它们可以像舵手之于船只那样作为完全现实性),或者也可以说是由于尚未证明这一点本身;因为关于理性诸能力尚未有任何论述。
- 2.20Τί γάρ, φησί, φοβούμεθα καὶ ἐπὶ πάσης ψυχῆς ἐκτείνειν τὸν λόγον
φησί的主语是拟想中的亚里士多德之自白,或斐洛庞奴斯代其立言。连词καί强调介词短语ἐπὶ πάσης ψυχῆς(“甚至到一切灵魂”),不定式ἐκτείνειν充当动词φοβούμεθα的补足语。
- 2.20ὡς μὴ ἐν τῷ σώματι τῆς οὐσίας αὐτῶν ἐχούσης τὸ εἶναι
这是由ὡς引导的独立属格结构(τῆς οὐσίας αὐτῶν ἐχούσης τὸ εἶναι),表主观理由或视点(“即在其本质的存在并不在身体之中的意义上”)。否定词μή与表主观原因的ὡς相呼应。
- 2.20ἐνίων γὰρ ἡ ἐντελέχεια τῶν μερῶν αὐτῶν
引自亚里士多德原文(413a5)。句法上表语名词与属格的语序交错,但正如斐洛庞奴斯随后的释义(ἡ δὲ λέξις…)所示,此句应补充理解为:ἐνίων [μορίων τῆς ψυχῆς] ἡ ἐντελέχεια τῶν μερῶν αὐτῶν [τοῦ σώματός ἐστιν],即“某些[灵魂部分]的完全现实性乃是[身体]各部分本身的[完全现实性]”。
- 2.20τὸ δὲ οὐδὲν κωλύει οὐκ ἔστιν ἐνδοιάζοντος
带冠词的引用句 τὸ οὐδὲν κωλύει 充当主语,谓语部分是表特征或所属的属格分词 ἐνδοιάζοντος 与 ἐστίν 结合(“不属于犹豫不决者 / 并非迟疑者的特征”)。
