- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:223.19-224.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德关于灵魂既然作为形式与完全性便不可与身体分离的推论,阐明了植物性与欲望性能力不可脱离身体的理由,并引出不作为任何身体之完全现实性的理性灵魂这一例外,以及由此带来的定义普遍性问题,以此导入下一段文句。
" Ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχὴ χωριστὴ τοῦ σώματος, ἢ μέρη τινὰ αὐτῆς, εἰ μεριστὴ πέφυκεν, οὐκ ἄδηλον." Ἀποδοὺς τὸν τῆς ψυχῆς ὁρισμὸν ὡς συμπέρασμά τι τῷ ὁρισμῷ ἐξ ἀνάγκης ἑπόμενον συνάγει τὸ ἀχώριστον εἶναι τοῦ σώματος τὴν ψυχήν. εἰ γὰρ εἶδος καὶ τελειότης ἐστὶ τοῦ ἐμψύχου σώματος ἡ ψυχή, τὴν δέ τινος τελειότητα χωρὶς ἐκείνου εἶναι ἀδύνατον, δῆλον ἄρα ὅτι καὶ ἡ ψυχὴ τοῦ σώματός ἐστιν ἀχώριστος. ταῦτα γὰρ τῶν πρός τι, τὸ εἶδος καὶ ἡ τελειότης (τὸ γὰρ εἶδος ὕλης ἐστὶν εἶδος καὶ τελειότης), τὰ δὲ πρός τι ἅμα ἢ εἰσὶν ἢ οὔκ εἰσιν. ὅσον μὲν οὖν ἐπὶ τῷ ἀποδεδομένῳ ὅρῳ τῆς ψυχῆς, πᾶσα ἂν εἴη ἀχώριστος τοῦ σώματος, οὗπέρ ἐστιν ἐντελέχεια, εἴ γε πάσῃ ἐφαρμόζει ὁ ὁρισμός. εἰ δὲ καὶ μὴ [καὶ] πᾶσα εἴη ἀχώριστος, ἀλλ’ οὖν ἔνια μέρη τῆς ψυχῆς ἐναργῶς ἀχώριστά εἰσι σώματος, οἷς ἐφαρμόζει ὁ ὁρισμός, διότι τῶν μερῶν τοῦ ἐμψύχου ἐντελέχειαί εἰσιν. ἡ γὰρ θρεπτικὴ δύναμις αὐτοῦ τοῦ τρεφομένου σώματός ἐστι τελειότης, ὁμοίως καὶ ἡ αὐξητικὴ καὶ ἡ γεννητική, ἔτι μέντοι καὶ τὸ ὀρεκτικὸν αὐτῆς εἰδοποιεῖ τὸ μόριον ἐν ᾧ ἐστιν. εἰ τοίνυν σωμάτων εἰσὶν αὗται τελειότητες καὶ περὶ σώματα, ἀδύνατον ταῦτα 〈τὰ〉 μόρια τῆς ψυχῆς χωριστὰ εἶναι σώματος· τίνος γὰρ ἔσονται τελειότητες, ἢ περὶ τί ἐνεργήσουσι χωρισθεῖσαι σωμάτων; τί γὰρ ἡ θρέψις θρέψει ἢ ἡ αὔξησις αὐξήσει χωρισθεῖσαι σωμάτων; ἀλλ’ εἰ καὶ ταῦτα, φησί, τὰ μόρια τῆς ψυχῆς ἀχώριστα εἶναι ἀνάγκη τοῦ σώματος, ἔνιά γε οὐδὲν κωλύει εἶναι χωριστὰ διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας.1 ἐναργῶς ἄρα οὐ βούλεται ἐντελέχειαν εἶναι τοῦ σώματος τὴν λογικὴν ψυχήν, καὶ διὰ τοῦτο χωριστὴν εἶναι τοῦ σώματος ἀποφαίνεται. εἶτα ἐπειδὴ διὰ τούτων ἐδόκει μερικὸν ποιεῖν τὸν ἀποδεδομένον τῆς ψυχῆς ὁρισμόν, διὰ τοῦ εἰπεῖν ὅτι τινὰ μόρια τῆς ψυχῆς χωριστά ἐστι τοῦ σώματος διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας, καίτοι εἰπὼν ‘εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς,’ θεραπεύων τοῦτο καὶ δεικνὺς ὅτι καὶ οὕτως οὐδὲν ἔλαττον δύναται κοινὸς εἶναι πάσης ψυχῆς καὶ τῆς λογικῆς αὐτῆς ὁ ἀποδεδομένος ὁρισμός, προσέθηκεν·2
“因此,灵魂不可与身体相分离,或者若是灵魂本性上可分,则其某些部分不可与身体相分离,这一点是显而易见的。” 在给出了灵魂的定义之后,[亚里士多德]作为必然随该定义而来的某种结论,推导出了灵魂不可与身体相分离。因为,如果灵魂是有灵魂身体的形式和完全性,而某物的完全性不可能脱离该物而存在,那么显然灵魂也不可与身体相分离。因为这些,即形式与完全性,属于关系概念(因为形式乃是质料的形式与完全性),而关系概念要么一同存在,要么一同不存在。因此,只要就给定的灵魂定义而言,如果这定义适用于一切灵魂,那么灵魂的全体都将不可与它作为其完全现实性的身体相分离。而即使灵魂的全体并非不可分离,但灵魂中定义所适用的某些部分显然是不可与身体相分离的,因为它们是有灵魂物之各部分的完全现实性。因为营养能力正是受滋养身体本身的完全性,生长能力和生殖能力同样如此,此外它〔灵魂〕的欲望能力也塑造了它所在的部分的形式。因此,如果这些是身体的完全性且关涉身体,那么灵魂的这些部分便不可能脱离身体而独立存在;因为脱离了身体,它们将成何物的完全性,又将关于何物进行活动呢?如果脱离了身体,滋养将滋养什么,生长又将使什么生长呢?但是他说,即便灵魂的这些部分必然不可与身体相分离,也完全不妨碍某些部分是可分离的,因为它们不是任何身体的完全现实性。因此,显然他并不希望理性灵魂成为身体的完全现实性,并因此宣称它是可与身体相分离的。接着,由于通过这些话——即通过说灵魂的某些部分由于不是任何身体的完全现实性而可与身体相分离——似乎使得给出的灵魂定义成了片面的局限,尽管他曾说过“若在一切灵魂上确有某种共同之物”,为了补救这一点并表明即使如此,所给出的定义仍丝毫不妨碍成为一切灵魂乃至理性灵魂本身的共同定义,他补充道:
- 2.19διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας
由介词 διὰ 加上带中性单数宾格冠词 τὸ 的不定词构成的冠词不定词短语,表示原因。不定词 εἶναι 的逻辑主语承接前文的中性复数主格 ἔνια(转为宾格),ἐντελεχείας 作为其宾格复数的谓词补足语。μηδενὸς σώματος 作为领属属格修饰 ἐντελεχείας,整体结构为“因为它们并非任何身体的完全现实性”。
- 2.19εἶτα ἐπειδὴ διὰ τούτων ἐδόκει μερικὸν ποιεῖν τὸν ἀποδεδομένον τῆς ψυχῆς ὁρισμόν, διὰ τοῦ εἰπεῖν ὅτι τινὰ μόρια τῆς ψυχῆς χωριστά ἐστι τοῦ σώματος διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας, καίτοι εἰπὼν ‘εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς,’ θεραπεύων τοῦτο καὶ δεικνὺς ὅτι καὶ οὕτως οὐδὲν ἔλαττον δύναται κοινὸς εἶναι πάσης ψυχῆς καὶ τῆς λογικῆς αὐτῆς ὁ ἀποδεδομένος ὁρισμός, προσέθηκεν·
整个长句的骨干由连接副词 εἶτα(接着)引导,主节的主要动词为位于句末的 προσέθηκεν(他补充道,主语为亚里士多德)。在主动词之前,由 ἐπειδή 引导的原因从句(“因为似乎…”)先行,其内部嵌套了表示方式手段的介词短语 διὰ τοῦ εἰπεῖν ὅτι...(“通过说…”)以及表示让步的分词短语 καίτοι εἰπών(“尽管说过…”);随后是两个修饰主动词的现在分词 θεραπεύων(“补救着”)与 δεικνὺς ὅτι...(“展示着…”)。
