← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§222.17-223.18

潜能上活着的身体与两种隐德来希

斐洛庞努斯阐释了亚里士多德在《论灵魂》卷二第一章(412b25)中所言“潜能上活着者”并非死尸或种子、而是已具完备器官之身体,通过区分适应性潜能与器官身体并运用眼睛与光的类比进行辨析,进而藉由切割、视力及清醒的类比理清了第一、第二隐德来希以及质料与复合体的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18

" Ἔστι δὲ οὐ τὸ ἀποβεβληκὸς τὴν ψυχὴν τὸ δυνάμει ὂν ὥστε ζῆν, ἀλλὰ τὸ ἔχον." Πῶς εἶπεν τὸ δυνάμει ζωὴν ἔχοντος, διὰ τούτων ἐξηγεῖται· ὡς γὰρ ἤδη ἔχον τὴν ζωήν, καὶ οὔτε ὡς ἀποβεβληκὸς οὔτε ὡς δυνάμενον ἔχειν·1 παρεθέμεθα δὲ ἀνωτέρω τὰς χρήσεις ἐκ τοῦ Περὶ ἑρμηνείας ὅτι οἶδεν καὶ τοιοῦτο τοῦ δυνάμει σημαινόμενον τὸ ὡς ἤδη ἐνεργείᾳ ὄν. τὸ δὲ σπέρμα καὶ ὁ καρπὸς τὸ δυνάμει τοιονδὶ σῶμα.2 καρπὸν λέγει τὸ τῶν δένδρων καὶ φυτῶν σπέρμα, οἷον τῶν σύκων τὰς κεγχραμίδας· τὸ γὰρ λέπος μετὰ τοῦ ἄλλου ἐδωδίμου ὑγροῦ περικάρπιόν φησιν, ὡς ἐν Μετεώροις. ὃ δὲ λέγει τοῦτό ἐστιν, ὅτι τέλειον ἤδη καὶ ὀργανικὸν σῶμα τοῦτό ἐστι τὸ δυνάμει ζωὴν ἔχον, τὸ δὲ σπέρμα οὐ δυνάμει ζωὴν ἔχον ἐστίν, ἀλλὰ δυνάμενον ζωὴν ἔχειν, τουτέστι δυνάμει ὀργανικόν. ὥστε τὸ δυνάμει τὸ ἐπὶ τοῦ σπέρματος τὸ κατὰ τὴν ἐπιτηδειότητά ἐστιν· ἔχει γὰρ ἐπιτηδειότητα τοῦ δύνασθαι γενέσθαι ὀργανικόν τε καὶ ἔμψυχον· οὐ γὰρ ἔστιν ἤδη· τὸ δ’ ἤδη τελειωθὲν καὶ διωργανωμένον, οἷά ἐστι τὰ ἡμέτερα σώματα, ταῦτα ἤδη δυνάμει ζωὴν ἔχει. εἰ δέ τις εἴποι ὅτι ‘οὐκ ἐνεργείᾳ ἔχει τὴν ζωήν;’ φαμὲν πάλιν, ὅπερ σχεδὸν ἤδη εἶπον, ὅτι ὥσπερ ὁ ὀφθαλμὸς δυνάμει ἐστὶν ὁρατικὸς αὐτὸς καθ’ ἑαυτόν, οὐχ ὁρᾷ δὲ ἄνευ τῆς τοῦ φωτὸς ἐλλάμψεως (τοῦτο γὰρ αὐτῷ χαρίζεται τὸ ἐνεργείᾳ ὁρᾶν), καὶ εἴ τις ἐνεργείᾳ ὁρῶντος τοῦ ὀφθαλμοῦ λέγοι τὸν ὀφθαλμὸν δυνάμει ὁρατικὸν εἶναι, ἀληθεύει3 (αὐτὸς γὰρ κατὰ τὴν ἑαυτοῦ οὐσίαν μόνην τὴν εἰς τὸ ὁρᾶν ἔχει ἐπιτηδειότητα, τῆς ἐνεργείας ἐξ ἑτέρου 〈τοῦ〉 φωτὸς παραγινομένης), οὕτω καὶ ἐπὶ τοῦ ὅλου σώματός φαμεν καὶ τῆς ὅλης ψυχῆς, ὅτι αὐτὸ μὲν τὸ σῶμα ὅσον ἐφ’ ἑαυτῷ τὴν ἐπιτηδειότητα μόνην τῆς ζωῆς ἔχει, αὐτὴ μέντοι ἡ κατ’ ἐνέργειαν ζωὴ ἐκ τῆς ψυχῆς αὐτῷ παραγίνεται. καλῶς οὖν εἴρηται τὸ δυνάμει ζωὴν ἔχοντος. ὡς μὲν οὖν ἡ τμῆσις καὶ ἡ ὅρασις, οὕτω καὶ ἡ ἐγρήγορσις ἐντελέχεια. τὴν ἀναλογίαν δείκνυσι τῶν εἰκόνων πρὸς τὸ πρωτότυπον· εἴπομεν δὲ ἤδη τὴν ἀναλογίαν. τμῆσιν δὲ καὶ ὅρασιν τὴν δευτέραν λέγει ἐντελέχειαν τοῦ ὀφθαλμοῦ καὶ τοῦ πελέκεως, ἥτις ἦν ὡς τὸ θεωρεῖν, ὄψιν δὲ καὶ τὴν δύναμιν τοῦ ὀργάνου τὴν τμητικὴν τὴν πρώτην, ἥτις ἦν ὡς ἡ ἐπιστήμη, καθ’ ἣν καὶ τὴν ψυχὴν ἐχαρακτήρισεν. τὸ δὲ σῶμα τὸ δυνάμει ὄν, τουτέστι τὸ σῶμά ἐστι τὸ δυνάμενον ταύτας τὰς ἐνεργείας δέξασθαι, ὥσπερ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ ὑποκείμενον ἡ κόρη. τὸ δὲ συναμφότερον ἐπὶ μὲν τοῦ ὅλου τὸ ζῷον ἐκ ψυχῆς ὂν καὶ σώματος, ἐπὶ δὲ τοῦ μέρους ὁ ὀφθαλμὸς ἐκ τῆς κόρης ὢν καὶ τῆς ὄψεως· κόρην δὲ τὸν ὅλον ὀφθαλμόν φησι, χιτῶνας μετὰ τῶν ὑγρῶν.

“然而,潜能上存在以致于活着者,并非丧失了灵魂者,而是保有灵魂者。” 他通过这些话解释了他所说的“潜能上具有生命者”是何意;因为[他是把它理解为]已经具有生命者,既不是丧失了生命者,也不是能够具有生命者;我们此前已经引用了《解释篇》中的用法,表明他也知晓“潜能”包含这样一种意义,即已经现实地存在者。而“种子和果实则是潜能上的这种身体”。他把树木和植物的种子称为果实,例如无花果的籽粒;因为正如在《气象学》中所说,他把外壳同其余可食用的汁液一起称为果皮。他所说的是这个意思:那个已经完全且具备器官的身体,才是潜能上具有生命者;而种子并非潜能上具有生命者,而是能够具有生命者,也就是说在潜能上是具备器官的。因此,在种子情况下的“潜能”,乃是依照适应性而言的潜能;因为它具有能够成为具器官者和有灵魂者的适应性(因为它尚未如此);但那些已经完成并组织完备者,诸如我们的身体,它们已经是在潜能上具有生命的。然而,如果有人说“难道它不是现实地具有生命吗?”,我们再次重申我刚才几乎已经说过的话:正如眼睛就其自身而言在潜能上具有视觉,但在没有光的照耀时便无法看见(因为正是这赋予了它现实的观看),而且即使在眼睛现实地观看时有人说眼睛在潜能上具有视觉,他说的也是真话(因为单就眼睛自身的本质而言,它仅具有用于看见的适应性,而现实活动则是从另一者即光中产生),同样在谈到整个身体与整个灵魂时我们也说:身体本身就其自身而言仅仅具有生命的适应性,然而依现实活动而言的生命本身乃是从灵魂赋予它的。因此,“潜能上具有生命者”这一说法是十分妥当的。“因此,正如切割和观看,清醒同样也是隐德来希[现实性]。”他展示了摹本对于原型的类比关系;而我们此前已经谈论过这一类比。他所说的切割和观看,是指眼睛和斧子的第二隐德来希,这相当于进行沉思;而他所说的视力和工具的切割能力,则是指第一[隐德来希],这相当于知识,他正是依据这一层面对灵魂进行了规定。而“身体是潜能上存在者”,也就是说身体是能够接纳这些现实活动者,正如在眼睛的情况下瞳孔是基质一样。而“复合体”,在整体上是指由灵魂和身体所构成的动物,在部分上则是指由瞳孔和视力所构成的眼睛;他把整个眼睛称为瞳孔,即诸层膜质同汁液合在一起。

语法注3 条
  1. 2.18ὡς γὰρ ἤδη ἔχον τὴν ζωήν, καὶ οὔτε ὡς ἀποβεβληκὸς οὔτε ὡς δυνάμενον ἔχειν

    紧承上文的主动词 ἐξηγεῖται,省略了诸如 λαμβάνει 之类的认知动词。ὡς 接分词(ἔχον, ἀποβεβληκός, δυνάμενον)用以表达亚里士多德的主观看法与用意,意即“[亚里士多德将其理解为]已具有生命者,而非已丧失生命者或仅是能够具有生命者”。

  2. 2.18τὸ δὲ σπέρμα καὶ ὁ καρπὸς τὸ δυνάμει τοιονδὶ σῶμα

    直接引用亚里士多德原文(412b26),句法上省略了系动词 ἐστί,为主谓结构的名词句。主语为 τὸ σπέρμα καὶ ὁ καρπός,谓语为 τὸ δυνάμει τοιονδὶ σῶμα。

  3. 2.18καὶ εἴ τις ἐνεργείᾳ ὁρῶντος τοῦ ὀφθαλμοῦ λέγοι τὸν ὀφθαλμὸν δυνάμει ὁρατικὸν εἶναι, ἀληθεύει

    这是一个混合条件句:条件从句(εἴ τις λέγοι)使用希求法,表示假设性的言论可能;归结从句(ἀληθεύει)则使用现在时直陈式,陈述客观确定的事实。其中 ἐνεργείᾳ ὁρῶντος τοῦ ὀφθαλμοῦ 为属格独立结构,表伴随状况或时间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:222.17-223.18