- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:221.17-222.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了亚里士多德从斧子的比喻转向对身体部分(眼睛与视力)的考察,阐明形式属于复合体而非单纯属于身体,并驳斥了那些企图借助感觉器官与能力的比例关系证明整个灵魂(乃至感觉灵魂)皆完全分离且不朽的观点。
" Θεωρεῖν δὲ καὶ ἐπὶ τῶν μερῶν δεῖ τὸ λεχθέν." Μετάγει τὸ παράδειγμα ἀπὸ τοῦ τεχνητοῦ ἐπὶ τὸ φυσικὸν καὶ ἔμψυχον· μέρη γάρ φησι τῶν ἐμψύχων. εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῷον, τουτέστιν αὐτὸς καθ’ αὑτὸν δίχα τῆς τοῦ σώματος ὁλότητος.1 σημειωτέον δ’ ὅτι τὸν ὀφθαλμὸν πῇ μὲν λαμβάνει ἐπὶ τοῦ συναμφοτέρου, ὥσπερ ὧδέ τε καὶ μετ’ ὀλίγα, ἔνθα φησὶν ‘ἀλλ’ ὥσπερ ὀφθαλμὸς ἡ κόρη καὶ ἡ ὄψις’, κέχρηται δὲ τῷ τοῦ ὀφθαλμοῦ ὀνόματι καὶ ἐπὶ τοῦ σώματος μόνου τοῦ ὑποκειμένου τῇ ὀπτικῇ δυνάμει· εὐθὺς οὖν φησιν ὁ δὲ ὀφθαλμὸς ὕλη ὄψεως. ἐνταῦθα δὲ ὀφθαλμὸν λαμβάνων τὸ συναμφότερον δι’ ὧν φησιν εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῷον, φανερῶς δείκνυσιν ὅτι τὸ εἶδος τοῦ συναμφοτέρου ἐστὶν εἶδος καὶ οὐ τοῦ σώματος. γίνεται μὲν γὰρ καὶ ἔστιν ἐν τῷ σώματι, οὐ μὴν καὶ εἶδός ἐστι τοῦ σώματος, ἀλλὰ τοῦ συναμφοτέρου· ᾧ γὰρ αἴτιόν ἐστι τοῦ εἶναι, τούτου καὶ εἶδός ἐστιν, ἔστι δὲ τῷ συναμφοτέρῳ αἴτιον τὸ εἶδος. εἰπὼν γοῦν καὶ αὐτὸς τὸ συναμφότερον ὀφθαλμὸν διὰ τοῦ εἰπεῖν εἰ γὰρ ἦν ζῷον ὁ ὀφθαλμός, ἐπήγαγε ψυχὴ ἂν αὐτοῦ ἦν ἡ ὄψις, τοῦ ὀφθαλμοῦ δηλονότι, ὅπερ ἦν τὸ συναμφότερον. δεῖ δὲ λαβεῖν τὸ ἐπὶ μέρους ἐφ’ ὅλου τοῦ ζῴου. ἕκαστον γὰρ τῶν αἰσθητηρίων χαρακτηρίζεται κατά τινα αἰσθητικὴν τῆς ψυχῆς δύναμιν, πλὴν τῆς ἁφῆς· αὕτη γὰρ δι’ ὅλου διήκει τοῦ σώματος. ὃν λόγον ἔχει ἑκάστη αἴσθησις πρὸς τὸ ὑποκείμενον αὐτῇ αἰσθητήριον, οὕτω καὶ ἡ ὅλη ψυχὴ πρὸς τὸ ὅλον αἰσθητικὸν σῶμα· εἶδος δὲ τὸ μέρος τοῦ μέρους· καὶ ἡ ὅλη ἄρα τοῦ ὅλου αἰσθητικοῦ σώματος εἶδος ἂν εἴη. τὸ δὲ ᾗ τοιοῦτον ἀντὶ τοῦ ᾗ αἰσθητικόν· οὐ γὰρ καθὸ βαρὺ τὸ σῶμα ἢ λευκὸν ἤ τι τῶν τοιούτων, εἰδοποιεῖται ὑπὸ τῆς ψυχῆς, ἀλλ’ ᾗ αἰσθητικόν. τούτου δ’ ἐπιλαβόμενοι τοῦ ῥητοῦ οἱ πᾶσαν ψυχὴν ἀπαθανατίζειν βουλόμενοι,2 λέγω δὴ τοῦ ὅτι δεῖ λαβεῖν τὸ ἐπὶ μέρους ἐφ’ ὅλου τοῦ ζῴου, πειρῶνται καὶ τὸν Ἀριστοτέλην τοῦτο δεικνύναι λέγοντα. εἰ γάρ, φασίν, ὡς ἔχει τὸ μέρος, οὕτως ἔχει καὶ τὸ ὅλον, εἶπε δὲ ἐν τῷ πρώτῳ λόγῳ περὶ τῆς ὀπτικῆς δυνάμεως δεικνὺς ὅτι οὐδὲν βλάπτεται τοῦ αἰσθητηρίου πεπονθότος ἅτε μὴ ἐν αὐτῷ ἔχουσα τὸ εἶναι, ὅτι εἰ λάβοι ὁ πρεσβύτης ὄμμα τοιονδί, ὄψεται ἂν ὥσπερ καὶ ὁ νέος, δῆλον, φασίν, ὅτι καὶ ἡ ὅλη ψυχὴ χωριστὴ ἔσται. λέγω οὖν πρὸς τοῦτο ὅτι εἰ καὶ συγχωρήσομεν ταύτην χωριστὴν εἶναι τὴν ψυχήν, λέγω δὴ τὴν αἰσθητικήν (καίτοι ποίου αἰσθητοῦ ἀντιλήψεται προχωρισθεῖσα σώματος;) ἀλλ’ οὐ καὶ τὴν φυτικήν· περὶ γὰρ αὐτῆς οὐδ’ ἔμφασιν οὐδαμοῦ δέδωκεν. ἔπειτα εἰ καὶ χωριστή ἐστιν ἡ ἄλογος, ἀλλ’ οὖν γε τούτου μόνου τοῦ σώματος, οὐχὶ δὲ καὶ τοῦ πνεύματος, ὡς ἐδείχθη τε ἤδη ὑφ’ ἡμῶν καὶ ἔτι ἐν τοῖς ἑξῆς δειχθήσεται.
“还必须就各部分来考察所说的话。” 他把例子从人造物转移到自然物和有灵魂之物上;因为他说的是有灵魂之物的各部分。“因为如果眼睛是一个动物”,也就是说,离开身体的整体性而就其自身而言。需要指出的是,在一种意义上,他把眼睛理解为复合体,正如在这里以及稍后他说“但是正如眼睛由瞳孔与视力组成”的地方那样;然而他也将眼睛这一名称用于那单单作为视力能力基础的身体;因此他紧接着说“而眼睛是视力的质料”。但在这里,通过说“因为如果眼睛是一个动物”而把眼睛理解为复合体,他清楚地表明形式是复合体的形式,而不是身体的形式。因为形式固然在身体中生成并存在,然而它并不是身体的形式,而是复合体的形式;因为形式作为谁的存在的因,形式就是谁的形式,而形式乃是复合体的因。至少他自己通过说“因为如果眼睛是一个动物”而称复合体为眼睛之后,便补充道“视力曾会是它的灵魂”,显然是说眼睛的灵魂,而眼睛曾是那个复合体。并且必须把就部分而言的情况应用于整个动物身上。因为除了触觉之外,每个感觉器官都是根据灵魂的某种感觉能力来表征的;因为触觉贯穿了整个身体。正如每一感觉对其基础的感觉器官具有何种比例关系,整个灵魂对整个具有感觉的身体也同样具有这种关系;而部分是部分的形式;因此,整体[灵魂]也会是整个具有感觉的身体的形式。而“在其作为如此这般之物的范围内”是代替“在其具有感觉的范围内”;因为身体并不是在其沉重、洁白或诸如此类特性的范围内由灵魂赋形,而是在其具有感觉的范围内赋形。而那些企图使一切灵魂都不朽的人抓住了这句话,我指的是必须把就部分而言的情况应用于整个动物身上这句话,试图证明亚里士多德也是这么说的。因为他们说,如果正如部分具有某种状态,整体也同样如此,而且他在第一卷中论述视力能力时,表明当感觉器官受损时它丝毫不受损害(因为它并不在其中拥有存在),并说“如果老人得到这样一双眼睛,他也会像年轻人一样看”,那么他们说,显然整个灵魂也将是可分离的。因此我对这一点说,即使我们承认这一灵魂——我是指感觉灵魂——是可分离的(然而它事先脱离了身体,还能感知什么样的感觉对象呢?),但植物性灵魂也绝非如此;因为关于植物性灵魂,他在任何地方甚至连一点暗示都没有给出。再者,即使无理性灵魂是可分离的,但也仅仅是从这个身体中分离出来,而不是从精气中分离出来,这一点我们已经证明过,并且在后文中还将进一步予以证明。
- 2.17εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῷον, τουτέστιν αὐτὸς καθ’ αὑτὸν δίχα τῆς τοῦ σώματος ὁλότητος.
此处直接引述亚里士多德原文(412b18)的条件从句前件“因为如果眼睛是一个动物”,并在尚未引出后件的情况下直接以“也就是说……”(τουτέστιν)进行释义。亚里士多德原文的归结从句(“视力曾会是它的灵魂”)在后文“εἰπὼν γοῦν… ἐπήγαγε”一句中才重新被提及,因此这里是对假设前提本身含义的省略性插入阐释。
- 2.17τούτου δ’ ἐπιλαβόμενοι τοῦ ῥητοῦ οἱ πᾶσαν ψυχὴν ἀπαθανατίζειν βουλόμενοι
分词 ἐπιλαβόμενοι 支配属格补足语(τούτου τοῦ ῥητοῦ),意为“抓住/利用这个说法”。该分词修饰主句主语(带冠词的分词短语 οἱ πᾶσαν ψυχὴν ἀπαθανατίζειν βουλόμενοι),其主动词为 πειρῶνται。随后的同位语短语 λέγω δὴ τοῦ ὅτι... 进一步指明了被抓住的这一说法的具体内容。
