- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:220.12-221.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
继续解释亚里士多德《论灵魂》412b9中关于灵魂的定义,将视力与眼睛的关系推及整个灵魂与整个动物,对比第一现实性(砍劈能力、视力)与第二现实性(醒觉)。随后阐释“依定义的实体”与“本质”,并阐明自身内部具有运动与静止原理的自然物体与人工制品的区别。
εἰ τοίνυν ἡ ὀπτικὴ δύναμις, μέρος οὖσα τῆς αἰσθητικῆς δυνάμεως τῆς ψυχῆς, εἶδός ἐστι τοῦ ὀφθαλμοῦ, καὶ ἡ ὅλη ἄρα ψυχὴ τοῦ ὅλου ζῴου εἶδος ἔσται. καὶ ὡς ἐπὶ τοῦ πελέκεως ἔχει ἡ τμητικὴ αὐτοῦ δύναμις κἂν μὴ τέμνῃ, καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ ἡ ὀπτικὴ κἂν μύῃ, οὕτω καὶ ἐπὶ τῆς ὅλης ἔχει ψυχῆς ἡ πρώτη ἐντελέχεια, ἥτις κἂν καθεύδῃ τὸ ζῷον ἐνυπάρχει· ἔστι γὰρ οὐδὲν ἧττον ἔμψυχον καὶ καθεῦδον. καὶ ὡς ἐπὶ τοῦ πελέκεως [καὶ] ἡ τμῆσις, καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ τὸ ὁρᾶν, οὕτως ἐπὶ τοῦ ζῴου ἡ ἐγρήγορσις. καθόλου μὲν οὖν εἴρηται τί ἡ ψυχή ἐστι, ἀντὶ τοῦ κοινότερον καὶ ὁλοσχερέστερον·1 προελθὼν γὰρ ἐπιδιαρθρώσει περὶ ἑκάστης ψυχῆς δυνάμεως ἰδίᾳ. οὐσία γὰρ ἡ κατὰ τὸν λόγον, τουτέστιν ἡ κατὰ τὸ εἶδος. τὸν γὰρ λόγον φέρει καὶ 〈ἐπὶ〉 τοῦ ὁρισμοῦ καὶ ἐπὶ τῆς αἰτίας καὶ ἐπὶ τοῦ εἴδους, ὥσπερ καὶ ἐνταῦθα. καὶ ἐν τῇ Φυσικῇ δὲ περὶ τῶν ἀρχῶν διαλεγόμενος τῶν ὄντων, ὕλης καὶ εἴδους, διαλεχθεὶς περὶ τῆς ὕλης φησὶ ‘μία μὲν οὖν ἀρχὴ αὕτη’, δηλονότι ἡ κατὰ τὴν ὕλην, ‘ἑτέρα δὲ ἡ ὁ λόγος’ τουτέστι τὸ εἶδος. τοῦτο δέ ἐστι τὸ τί ἦν εἶναι τῷ τοιῳδὶ σώματι.2 ἐπειδὴ εἶπεν ὅτι ψυχή ἐστιν οὐσία ἡ κατὰ τὸ εἶδος, οὐ πᾶν δὲ εἶδος ψυχή, διὰ τοῦτο3 ἐπήγαγε τοῦτο δὲ τὸ τί ἦν εἶναι τῷ τοιῷδε σώματι, τουτέστι τοῦτο λέγω τὸ εἶδος τὴν ψυχήν, καθ’ ἣν τὸ τοιόνδε σῶμα, τουτέστι τὸ φυσικὸν ὀργανικόν, τὸ εἶναι ἔχει καὶ τὸν ὁρισμόν. τοῦτο γὰρ σημαίνει τὸ τί ἦν εἶναι, τουτέστι καθ’ ὃ ἔστιν αὐτῷ τὸ εἶναι καὶ καθ’ ὃ εἶναί τι λέγεται· κατὰ γὰρ τὰ εἴδη οἱ ὁρισμοὶ τῶν πραγμάτων. οὕτως οὖν καὶ τῶν ἐμψύχων τὸ εἶναι κατὰ τὴν ψυχήν ἐστι καὶ ὁ ὁρισμός· εἰδοποιοῦνται γὰρ τὰ ἔμψυχα κατὰ τὴν ψυχήν. ἦν γὰρ ἂν τὸ πελέκει εἶναι οὐσία αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦτο. εἰ ὁ πέλεκυς, φησίν, ὄργανον ὢν ἦν καὶ φυσικὸν σῶμα (φυσικὸν δέ φησιν ὡς ἔμψυχον), ἦν ἂν αὐτοῦ ἡ κατὰ τὸ εἶδος οὐσία, ταὐτὸν δὲ εἰπεῖν ἡ ψυχή, τοῦτο αὐτὸ τὸ πελέκει εἶναι, τουτέστι καθ’ ὃ ὁ πέλεκυς ἔχει τοῦτο αὐτό, τὸ εἶναι πέλεκυς, τοῦτο ἦν ἂν αὐτοῦ ψυχή· καὶ εἰ ἐχωρίσθη αὐτοῦ ἡ ψυχὴ καὶ ἐγένετο ἄψυχον, οὐκέτι ἂν οὐδὲ πέλεκυς ἦν, εἰ μὴ ὡς ὁ γεγραμμένος. νῦν δέ, φησί, καὶ ἄψυχος ὢν ὁ πέλεκυς πέλεκύς ἐστι, ἐπειδὴ ἡ ψυχὴ οὐκ ἔστι τεχνητοῦ σώματος ἐντελέχεια, ἀλλὰ φυσικοῦ ὀργανικοῦ. τοῦτο δ’ εἶπε βουλόμενος δεῖξαι ὅτι καλῶς πρόσκειται τῷ ὁρισμῷ τὸ ὀργανικοῦ. εἶτα βουλόμενος ἡμῖν παραστῆσαι, ποῖον λέγει φυσικὸν ὀργανικὸν σῶμα, προσέθηκε τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν ἑαυτῷ.4 καὶ γὰρ ἐν τῇ Φυσικῇ τὴν φύσιν εἶπεν ἀρχὴν εἶναι κινήσεως καὶ ἠρεμίας· κυρίως δὲ κίνησίς ἐστιν ἐπὶ τῶν ἐμψύχων ἡ κατὰ τόπον καὶ κατὰ αὔξησιν καὶ μείωσιν· ἡ γὰρ κατὰ ἀλλοίωσιν καὶ ἐπὶ τῶν ἀψύχων ὁρᾶται· καὶ λίθος γὰρ καὶ ἄλλα πολλὰ τῶν ἀψύχων ἔχουσιν οἴκοθεν αἰτίαν ἀλλοιωτικήν. ταῦτα οὖν λέγω φυσικὰ τὰ ἐξ αὑτῶν ἔχοντα κινήσεως ἀρχὴν καὶ ἠρεμίας· ὁ δὲ πέλεκυς τὴν καθὸ πέλεκύς ἐστι κίνησιν οὐκ ἔχει οἴκοθεν, ἀλλ’ ἔξωθεν ἐκ τοῦ χρωμένου, καὶ τὰ τεχνητὰ δὲ πάντα ἔχει ἀρχὴν κινήσεως καὶ ἠρεμίας οὐκ ἐν ἑαυτοῖς, ἀλλ’ ἔξωθεν ἐν τοῖς δημιουργήσασιν ἢ τοῖς κινοῦσιν.
因此,如果视力能力作为灵魂感觉能力的一部分,是眼睛的形式,那么整个灵魂也将是整个动物的形式。并且,正如对于斧子而言,即使它不劈砍,它的砍劈能力也在[作为其形式],对于眼睛而言,即使它闭着,视力能力也在[作为其形式],对于整个灵魂而言第一现实性也是如此,即使动物睡着了,这第一现实性也是内在于其中的;因为即使在睡觉时,它也丝毫不减其为有灵魂之物。并且,正如对于斧子而言有劈砍,对于眼睛而言有看,对于动物而言也是有醒觉。“因此,普遍地讲,灵魂是什么已经被说明了”,这是代替“更通用且更粗略地讲”;因为往后他将专门对灵魂的每一种能力进行详尽规定。“因为它是依定义的实体”,也就是依形式的[实体]。因为正如在这里一样,他也将“定义”用于界说、原因以及形式。并且在《物理学》中讨论存在的诸原理即质料与形式时,在讨论了质料之后他说:“那么这是一个原理”——显然是依质料的原理——“而另一个则是定义”,也就是形式。“而这就是对于这样一种物体的本质”。由于他说灵魂是依形式的实体,但并非每一种形式都是灵魂,因此他补充道:“而这就是对于这样一种物体的本质”,也就是说,我把灵魂称为这种形式,依照它,这样一种物体——即具有器官的自然物体——拥有存在和定义。因为“本质”指的就是这个,也就是说,依照它存在属于该物,且依照它该物被称为是某种事物;因为事物的定义是依形式而定的。因此,有灵魂之物的存在与定义也正是依灵魂而定的;因为有灵魂之物是依灵魂而成形的。“因为对于斧子的存在曾会是它的实体,而灵魂就是这个”。他说,如果斧子作为一个工具同时也是一个自然物体(他是在有灵魂的意义上说“自然物体”的),那么它依形式的实体——换言之即其灵魂——曾会正是这“对于斧子的存在”,也就是说,斧子凭以拥有“作为斧子”这同一回事的东西,曾会是它的灵魂;并且如果灵魂从它分离而它变成无灵魂的,它甚至就不再会是斧子,除非像画像上的斧子那样。他说,但现在,斧子即使是无灵魂的也依然是斧子,因为灵魂不是人工制品的现实性,而是具有器官的自然物体的现实性。他说这话是想表明,在定义中附加上“具有器官的”是妥当的。随后,为了向我们阐明他所说的具有器官的自然物体究竟是指什么,他补充了“在自身内拥有运动和静止原理的[物体的]”。因为在《物理学》中他也曾说,自然是运动和静止的原理;而严格说来,在有灵魂之物身上的运动是依位置以及依增减的运动;因为依变异的运动在无灵魂之物上也能见到;因为石头和许多其他无灵魂之物也都从自身内部具有引起变异的原因。因此,我把这些由自身拥有运动和静止原理的事物称为自然物;然而斧子并不是从自身内部拥有其作为斧子而言的运动,而是从使用者那里外在地拥有,并且所有人造物的运动和静止原理也都不在它们自身内部,而是在工匠或推动者身上外在地存在着。
- 2.16ἀντὶ τοῦ κοινότερον καὶ ὁλοσχερέστερον
ἀντὶ τοῦ 加上不定式或副词短语是注释家常用的释义句式,意为“代替……”或“意思是……”。此处用以解释上文引文中的 καθόλου μὲν οὖν εἴρηται,表明其意为“更通用且更粗略地讲”。
- 2.16τοῦτο δέ ἐστι τὸ τί ἦν εἶναι τῷ τοιῳδὶ σώματι
引用亚里士多德的原句(412b10–11)。公式化术语 τὸ τί ἦν εἶναι(本质)接与格 τῷ τοιῳδὶ σώματι(对这样一种物体而言)。菲洛波诺斯紧接着在语法上将其剖析为:该物体凭以获得其存在和界说的形式。
- 2.16ἦν γὰρ ἂν τὸ πελέκει εἶναι οὐσία αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦτο
引用亚里士多德原文(412b12–13)。由 ἄν 加上未完成过去时 ἦν 构成的非真实条件句归结节。主语是 τὸ πελέκει εἶναι(斧子的存在/本质),表语是 οὐσία αὐτοῦ(它的实体)。后半句 καὶ ἡ ψυχὴ τοῦτο 省略了谓语,承前补足为 καὶ ἡ ψυχὴ ἂν ἦν τοῦτο(而灵魂曾会是这个)。
- 2.16προσέθηκε τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν ἑαυτῷ
属格分词短语 τοῦ ἔχοντος... 直接引用自亚里士多德原文(412b16–17),作为动词 προσέθηκε(他补充了)的引语宾语。在亚里士多德的原文中,该属格用以修饰 σώματος(……的物体的)。
