← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§219.4-220.12

通过斧与眼的类比论灵魂定义及形式的不可分性

针对亚里士多德将灵魂总括为“依定义的实体”,菲洛波庞通过斧子(人工物)和眼睛(自然物部分)的比喻,阐释了形式、活动与实体的不可分离性以及该定义的妥当性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.16#1

" Καθόλου μὲν οὖν εἴρηται τί ἐστιν ἡ ψυχή· οὐσία γὰρ ἡ κατὰ τὸν λόγον." Ἀποδοὺς ὁλοσχερέστερον τὸν τῆς ψυχῆς ὁρισμὸν ἐπεξέρχεται τοῖς μέρεσιν αὐτοῦ διὰ τούτων, καὶ ἐπὶ παραδειγμάτων δείκνυσιν ὡς καλῶς ἀπεδόθη ἕκαστον. καὶ ἅμα διὰ τοῦτο δείκνυσιν, ὡς ἀχώριστος ἡ ψυχὴ τοῦ σώματος, καθὸ ἐντελέχειά ἐστιν· ἀχώριστος γὰρ ἡ τελειότης, τουτέστι καθὸ τελειότης. πῶς δὲ ἂν λεχθείη καὶ ἡ λογικὴ ἀχώριστος, ἐροῦμεν ἐπεξερχόμενοι τῷ ῥητῷ. ἀποδεδώκαμεν οὖν τὴν ψυχήν, φησίν, οὐσίαν εἶναι τὴν κατὰ τὸν λόγον, τουτέστι κατὰ τὸ εἶδος, εἶδος δὲ φυσικοῦ ὀργανικοῦ σώματος. ὅτι οὖν καλῶς οὐσία ἡ κατὰ τὸ εἶδος ἀπεδόθη, δείκνυσιν ἐπὶ παραδειγμάτων καὶ τεχνητῶν καὶ φυσικῶν. τὸ γὰρ τεχνητὸν ὄργανον, φησίν, ὁ πέλεκυς εἴ γε ἦν φυσικὸν σῶμα, ἅτε δὴ ὀργανικὸν εἶχεν ἂν ψυχὴν αὐτὸ τὸ τοῦ πελέκεως εἶδος, τουτέστι τὴν τμητικὴν δύναμιν τὴν ἐκ τοῦ τοιοῦδε σχήματος ἐγγενομένην, ὕλην δὲ καὶ οἷον σῶμα αὐτὸν τὸν σίδηρον, ἐξ οὗ εἰ ἐχωρίσθη ἡ ψυχή, τουτέστι τὸ σχῆμα καὶ ἡ τμητικὴ δύναμις, οὐκέτι ἂν ἦν πέλεκυς, μηκέτι οἰκεῖον εἶδος τὴν τμητικὴν δύναμιν ἔχων. εἰ τοίνυν τὸ εἶδος τοῦ πελέκεως τὸ σχῆμα καὶ ἡ ἐκ τούτου τμητικὴ δύναμις, καὶ χωρισθείσης αὐτοῦ οὐκέτι ἐστὶ πέλεκυς, ὡς δὲ ἡ ψυχὴ πρὸς τὸ σῶμα, οὕτως τὸ τοῦ πελέκεως σχῆμα πρὸς τὸν σίδηρον, εἶδος δὲ τοῦ πελέκεως κατ’ αὐτὸ τοῦτο, καθ’ ὃ ἔχει τὸ εἶναι καὶ λέγεται ὁ πέλεκυς, τὸ τοιοῦτον δὲ σχῆμα ὃ τὴν τμητικὴν ἔχει δύναμιν, καὶ τοῦ ὀργανικοῦ ἄρα φυσικοῦ σώματος εἶδος ἂν εἴη ἡ ψυχή, διότι καὶ κατὰ αὐτὴν ἔχει τὸ εἶναι. χωρισθείσης γὰρ τῆς ψυχῆς οὐκέτι ὀργανικὸν τὸ σῶμα, ἀλλ’ ἢ ὁμωνύμως·1 οὕτω γὰρ λέγεται ἡ νεκρὰ χεὶρ ὡς ἡ ξυλίνη ἢ λιθίνη· τὸ γὰρ ἑκάστου εἶδος2 κατὰ τὰς ἑκάστου οὐσιώδεις ἐνεργείας χαρακτηρίζεται. ὥσπερ οὖν μηκέτι δυνάμενος ὁ πέλεκυς τὰ πελέκεως ἐνεργῆσαι ἀπολωλεκὼς ἂν εἴη τὸ ἑαυτοῦ εἶδος, οὕτω καὶ τοῦ ἐμψύχου τὰς ὡς ἐμψύχου ἐνεργείας ἀπολωλεκότος, ἀπολωλεκὸς ἂν εἴη τὸ ἔμψυχον τὸ ἑαυτοῦ εἶδος. ἀπόλλυσι δ’ ἑκάτερον τὰς ἑαυτοῦ ἐνεργείας, ὁ μὲν ἀποβεβληκὼς τὸ σχῆμα, τὸ δὲ τὴν ψυχήν. εἶδος δὲ τοῦ πελέκεως τὸ τοιόνδε σχῆμα, λέγω δὴ ὅπερ τὴν τμητικὴν ἔχει δύναμιν· καὶ τοῦ ἐμψύχου ἄρα ἡ ψυχὴ εἶδος. ὡς γὰρ τὸ σχῆμα τοῦ πελέκεως πρὸς τὸν σίδηρον, οὕτως ἡ ψυχὴ πρὸς τὸ ἔμψυχον· τελειότης δὲ τοῦ πελέκεως καὶ εἶδος τὸ σχῆμα καὶ ἡ τμητικὴ δύναμις, καὶ τοῦ σώματος ἄρα ἡ ψυχή. ὥστε καλῶς εἴρηται εἶδος ἡ ψυχὴ καὶ τελειότης τοῦ σώματος. ἅμα οὖν δῆλον καὶ ὅτι φυσικοῦ καλῶς προσετέθη· ὁ γὰρ πέλεκυς καὶ σῶμά ἐστι καὶ ὀργανικὸν σῶμα, ἀλλ’ ὅμως ἡ ἐντελέχεια αὐτοῦ οὐκ ἔστι ψυχή, ἐπειδὴ τεχνητὸν καὶ οὐ φυσικὸν τὸ σῶμα. γυμνάσας δὲ ἐπὶ τεχνητοῦ παραδείγματος τὸν λόγον, ἐγγυτέρω προκειμένου γενόμενος συγγενεστέρῳ κέχρηται παραδείγματι, ἐπὶ τῶν μερῶν τῶν ἐμψύχων γυμνάζων τὸν λόγον. εἰ γὰρ ἦν, φησίν, ὁ ὀφθαλμὸς ζῷον, ἦν ἂν ψυχὴ αὐτοῦ ἡ ὄψις, σῶμα δὲ οἱ χιτῶνες καὶ τὸ ὑποκείμενον ὑγρόν. εἰδοποιεῖται δὲ ἡ τοῦ ὀφθαλμοῦ φύσις κατὰ τὴν ὄψιν· εἰ γὰρ μὴ βλέποι, οὐκ ἂν εἴη ὀφθαλμός· ὥστε ἡ ψυχὴ ἂν αὐτοῦ ἡ οὐσία ἦν αὐτοῦ ἡ κατὰ τὸ εἶδος. ὃν οὖν λόγον ἔχει, φησίν, ἡ ὄψις πρὸς τὸν ὀφθαλμόν, τοῦτον ἡ ὅλη ψυχὴ πρὸς τὸ ὅλον σῶμα.

“因此,普遍地讲,灵魂是什么已经被说明了:因为它是依定义的实体。” 他在粗略地给出了灵魂的定义之后,便通过这些话详细探讨其组成部分,并通过实例表明每一项是如何妥当给出的。同时他也通过这一点表明,灵魂就其作为现实性而言如何是不可与物体分离的;因为完满是不可分离的,也就是说就其作为完满而言是不可分离的。至于理智[灵魂]如何也能被称为不可分离的,我们将在逐句解说文本时说明。他说,我们因而已经将灵魂给出为依定义的实体,也就是依形式的实体,并且是具有器官的自然物体的形式。那么,依形式的实体被妥当地给出,他通过人工制品和自然物两方面的实例予以证明。他说,因为如果斧子这一人工工具确实是一个自然物体,既然它具有器官,它就会拥有斧子形式本身作为灵魂,也就是由这种形状所产生的砍劈能力,并拥有铁本身作为质料和所谓物体;如果灵魂即形状和砍劈能力从铁中分离出来,它就不再会是斧子,因为它不再拥有砍劈能力作为特有的形式。那么,如果斧子的形式就是形状以及由此而来的砍劈能力,并且在该能力与之分离后它便不再是斧子,而灵魂与物体的关系正如斧子的形状与铁的关系一样,并且斧子的形式恰恰就在于此——凭借它,斧子拥有存在并被称为斧子,而这种形状具有砍劈能力——那么灵魂也就是具有器官的自然物体的形式,因为[物体]也正是依它而拥有存在。因为当灵魂分离之后,物体便不再是具有器官的,而只能是同名异义的;因为死的手也是如同木制的手或石制的手那样被述说的;因为每一事物的形式都是根据其本质活动来表征的。因此,正如不再能执行斧子活动的斧子将会丧失其自身的形式一样,当有灵魂之物丧失其作为有灵魂之物的活动时,该有灵魂之物也将丧失其自身的形式。而两者都丧失其自身的活动,一者是因为抛弃了形状,另一者则是因为[失去了]灵魂。而斧子的形式就是这样一种形状,我是指拥有砍劈能力的形状;因此灵魂也就是有灵魂之物的形式。因为正如斧子的形状对于铁,灵魂对于有灵魂之物也是如此;而斧子的完满和形式是形状与砍劈能力,因此灵魂也是物体的[完满和形式]。所以,说灵魂是物体的形式与完满是妥当的。同时,显然“自然[物体]的”这一限定被妥当地补充了;因为斧子既是一个物体,也是一个具有器官的物体,但尽管如此它的现实性却不是灵魂,因为该物体是人工的而非自然的。在用人工的实例操练了论证之后,他更切近于论题,使用了一个更近亲的实例,在有灵魂之物的各个部分上操练这一论证。他说,因为如果眼睛是一个动物,视力就会是它的灵魂,而各层膜及底层的液体则是物体。并且眼睛的本性是依据视力来形成形式的;因为如果它看不见,它就不会是眼睛;以至于它的灵魂就会是它依形式的实体。他说,因此,视力对于眼睛所具有的比例关系,整个灵魂对于整个身体也具有这种关系。

语法注2 条
  1. 2.16ἀλλ’ ἢ ὁμωνύμως

    惯用短语 ἀλλʼ ἤ 承接前面的否定词 οὐκέτι,意为“除……之外(不再)”或“仅仅作为……”。与前文的 οὐκέτι ὀργανικὸν τὸ σῶμα 结合,构成限定性否定:“物体不再是具有器官的,而只能是同名异义的”。

  2. 2.16οὕτω καὶ τοῦ ἐμψύχου τὰς ὡς ἐμψύχου ἐνεργείας ἀπολωλεκότος, ἀπολωλεκὸς ἂν εἴη τὸ ἔμψυχον τὸ ἑαυτοῦ εἶδος

    独立属格结构(τοῦ ἐμψύχου ... ἀπολωλεκότος)在逻辑上的主语与主句主语(τὸ ἔμψυχον)指称同一对象。虽然本可直接使用与主句主语一致的分词,但为了在对比句式(ὥσπερ ... οὕτω καί)中与前句的 ὥσπερ οὖν μηκέτι δυνάμενος ὁ πέλεκυς ... 形成工整的呼应,此处前置了独立属格,随后在主句中以主格形式再次复述主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:219.4-220.12