← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§21.8-22.13

序言的用意与认知的价值及涵义

斐洛庞努斯讨论了《论灵魂》开篇(402a1)序言所兼具的赞颂以及劝勉与劝阻的双重作用,并记述了阿佛洛狄西亚的亚历山大(主张补足省略)与阿提卡注释家(主张更自然的语法解读)在开篇句法上的分歧。他进而探讨了一切认知(包括对恶的认知)的善性,并梳理了“认知”的三种涵义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

" Τῶν καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες." Τὸ προοίμιον ἐγκώμιον ἔχει τῆς περὶ ψυχῆς θεωρίας καὶ προτροπὴν εἰς τὴν ταύτης γνῶσιν, μᾶλλον δὲ προτροπὴν μὲν τῶν σπουδαίων τε καὶ ἀξίων τῆς τοιαύτης θεωρίας, ἀποτροπὴν δὲ τῶν ἐναντίων τούτοις. δύο γὰρ θεὶς προοίμια δοκεῖ διὰ μὲν τοῦ ἑνὸς προτρέπειν, ἀποτρέπειν δὲ διὰ τοῦ λοιποῦ. εἰπὼν γὰρ ὅτι ἡ εἴδησις καλή ἐστι καὶ τιμία καὶ ὅτι τιμιωτάτη καὶ ἀκριβεστάτη ἡ περὶ ψυχῆς θεωρία, δοκεῖ πάντας ἀνθρώπους προτρέπειν ἐπὶ ταύτην· πάλιν δὲ εἰπὼν ὅτι πάντῃ δὲ πάντως χαλεπώτατόν ἐστι λαβεῖν τινα πίστιν περὶ αὐτῆς, ἀποτρέπειν δοκεῖ· ὡς δι’ ἀμφοτέρων τούτων δείκνυσθαι ὅτι μόνους τοὺς σπουδαίους προτρέπει εἰς τοὺς περὶ τῆς θεωρίας τῆς ψυχῆς λόγους. μετὰ δὲ τὸν ἔπαινον καὶ τὴν προτροπὴν τὴν αἰτίαν ἐπιφέρει τοῦ χαλεπὴν εἶναι τὴν περὶ ψυχῆς θεωρίαν, εἶτα προβλήματά τινα ἐκτίθεται ὀφείλοντα ζητηθῆναι εἰς τὸν περὶ ψυχῆς λόγον. ὁ μὲν οὖν Ἀλέξανδρος, ὥς φησιν ὁ Πλούταρχος, ἔκθεσιν τῶν ἰδίων δογμάτων ποιήσασθαι βουλόμενος καὶ συγκατασπάσαι ἑαυτῷ καὶ τὴν Ἀριστοτέλους προσεποιήσατο ὑπομνηματίζειν ταύτην τὴν πραγματείαν. ἐκ προοιμίων οὖν τὴν ἑαυτοῦ ἐνδιάστροφον γνώμην δεικνὺς αὐτὸ τὸ προοίμιον διαστρόφως ἐξηγήσατο· φησὶ γὰρ ἐλλιπῶς εἰρῆσθαι τῶν γὰρ καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες·1 ‘τί ὑπολαμβάνοντες; φησίν· προσυπακουστέον οὖν καλήν τε καὶ τιμίαν εἶναι’. οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος· οἱ δὲ Ἀττικοὶ ἐξηγηταὶ αὐτοφυέστερον ἐξηγήσαντο τοῦτο· τὴν γὰρ εἴδησιν, φασί, τῶν καλῶν καὶ τιμίων εἶναι ὑπολαμβάνομεν. τοῦτο δὲ καὶ σύνηθες τῷ Ἀριστοτέλει τὸ τὴν εἴδησιν ἐγκωμιάζειν· διὸ καὶ ἐν τοῖς Μετὰ τὰ φυσικὰ οὕτως ἤρξατο “πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει· σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις”. ἄξιον δὲ ζητῆσαι, πῶς φησι καλὸν εἶναι καὶ τίμιον τὴν εἴδησιν. ἆρ’ οὖν πᾶσα εἴδησις ἀγαθόν, καὶ ἡ τῶν κακῶν αὐτῶν; λέγω ὅτι ναί, καὶ ἡ τῶν κακῶν εἴδησις ἀγαθόν, ἡ ὄντως εἴδησις· ὡς γὰρ λέγεται ὑπὸ τοῦ Πλάτωνος καὶ καλῶς λέγεται, ἡ μὲν γνῶσις τοῦ κακοῦ φυγάδας ἡμᾶς ποιεῖ ἀπ’ αὐτοῦ, ἡ δὲ ἀγνωσία τοῦ ἀγαθοῦ περιπίπτειν ἡμᾶς ποιεῖ τῷ κακῷ. ὥστε καὶ ἀνάπαλιν ἡ μὲν ἀγνωσία τοῦ κακοῦ περιπίπτειν ἡμᾶς ποιεῖ τῷ κακῷ, ἡ δὲ γνῶσις τοῦ ἀγαθοῦ ἀντέχεσθαι αὐτοῦ παρασκευάζει. ἡ δὲ εἴδησις λέγεται τριχῶς· ἢ γὰρ ἡ ἐπιστήμη λέγεται εἴδησις, ὥς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι ‘τὸ γὰρ εἰδέναι τοῦτό ἐστι, τὸ λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβλῆσθαι,’ καὶ ἐν τῷ Γοργίᾳ· ἢ πάλιν τὴν ὁλοσχερῆ καὶ παχυμερεστέραν γνῶσιν,2 ὥς φησιν αὐτὸς ἐν τοῖς Φυσικοῖς· ‘ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι περὶ πάσας τὰς ἐπιστήμας’· διὰ μὲν γὰρ τοῦ εἰδέναι τὴν ὁλοσχερῆ γνῶσιν σημαίνει, διὰ δὲ τοῦ ἐπίστασθαι τὴν ἀκριβῆ· ἢ τὴν κοινῶς ἐπὶ πάσης γνώσεως λεγομένην, ἣν καὶ ἐνταῦθα καὶ ἐν τοῖς Μετὰ τὰ φυσικὰ παρέλαβεν.

“认为认知属于美好和尊贵之物。” 这一序言包含了对关于灵魂的观照的颂扬,以及对认识它的劝勉,或者更确切地说,是对那些勤勉且配得上此种观照之人的劝勉,并对与他们相反之人的劝阻。因为他设立了两个序言,似乎通过其中一个加以劝勉,通过其余的一个加以劝阻。因为在说了认知是美好且尊贵的,关于灵魂的观照是最尊贵且最精确的之后,他似乎在劝勉所有人趋向于它;但接着又说在各方面完全最难获得关于它的某种确信,从而似乎在劝阻;以至于通过这两者表明,他仅劝勉勤勉之人进入关于观照灵魂的论述。而在赞颂与劝勉之后,他附加了关于灵魂的观照之所以困难的原因,随后列出了在关于灵魂的论述中应当予以探究的若干论题。正如普鲁塔克所说,亚历山大由于意图阐发他自己的教义,并将亚里士多德的〔见解〕也拉低到与自己相同的地步,因而假装注释这部论著。于是他从序言起就显露出自己扭曲的见解,歪曲地解释了序言本身;因为他说“认为美好和尊贵之物的认知”这句话在表述上是有缺失的;他说:“认为〔它是〕什么呢?因此必须补充领会‘是美好且尊贵的’。”亚历山大便是如此解释的;然而阿提卡的注释家们对这点的解释则更为自然;因为他们说,我们认为认知属于美好且尊贵的事物。赞美认知对亚里士多德而言也是惯常的;因此在《形而上学》中他也这样开篇:“求知是人类的本性;对各感觉的喜爱便是明证。”然而值得探究的是,他怎么会说认知是美好且尊贵的呢?难道所有认知都是善,乃至关于恶事物本身的[认知]也是善吗?我说,是的,关于恶事物的认知也是善,只要是真正的认知;因为正如柏拉图所说且说得很对的那样,对恶的认识使我们逃避恶,而对善的无知使我们陷入恶。因此反过来也是如此,对恶的无知使我们陷入恶,而对善的认识则使我们紧持于善。认知有三种说法:或者指学问之知被称为认知,正如柏拉图在《斐多篇》中所说“因为知便是:获得了某物的学问之知而保有它且未曾抛弃”,以及在《高尔吉亚篇》中所说;或者又指概括的、较粗疏的认识,正如亚里士多德自己在《物理学》中所说:“既然在一切学问中知与学问式地理解……” ——因为通过“知”他指的是概括的认识,而通过“学问式地理解”指的则是精确的[认识];或者指通常用以指称一切认识的认知,而他在本篇和《形而上学》中采用的正是这种涵义。

语法注2 条
  1. 1.1τῶν καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες

    此处报告了关于亚里士多德开篇句统语结构的两种对立解释:(1) 阿提卡的注释家们将 τῶν καλῶν καὶ τιμίων 视为表示所属或范畴的表语性属格,以 τὴν εἴδησιν 为主语(或宾语),解作“认为认知属于美好和尊贵之物”;(2) 亚历山大则将 τῶν καλῶν καὶ τιμίων 视为附属于 εἴδησιν 的宾格性属格(“关于美好和尊贵之物的认知”),并主张在 ὑπολαμβάνοντες 之后省略了表语 καλὴν καὶ τιμίαν εἶναι,需补充为“认为[关于]美好和尊贵之物的认知[本身是美好且尊贵的]”。斐洛庞努斯认为阿提卡派的解释“更为自然”(αὐτοφυέστερον)而予以支持。

  2. 1.1ἢ πάλιν τὴν ὁλοσχερῆ καὶ παχυμερεστέραν γνῶσιν

    在承接 ἡ δὲ εἴδησις λέγεται τριχῶς(“认知有三种说法”)的列举中,第一项为主格(ἢ γὰρ ἡ ἐπιστήμη λέγεται εἴδησις),而第二项突然转为宾格(τὴν ὁλοσχερῆ καὶ παχυμερεστέραν γνῶσιν),构成了句法上的破格(anacoluthon)。此宾格受后文紧接着出现的表示“意指”(σημαίνει)或主动含义的动词所支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:21.8-22.13