← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§218.4-219.3

灵魂普遍定义的限制与形式质料的直接结合

菲洛波庞注疏了亚里士多德在提出灵魂的普遍定义时的审慎措辞,确认了具有器官与潜在具有生命的等同性,并论证既然灵魂与物体是形式与质料,就无需追问联结两者的第三种中介。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.14

" Εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν." Ὁρᾷς ὡς οὐ βούλεται κοινὸν γένος εἶναι ψυχῶν ἢ κοινὸν ὁρισμόν. ὡς γὰρ ἤδη εἴρηται, ἐν οἷς τὸ πρῶτόν ἐστι καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος. ἐκ δὲ τοῦ νῦν ἀποδεδομένου ὁρισμοῦ δῆλον σαφῶς ὅτι ταὐτόν ἐστι τὸ δυνάμει ζωὴν ἔχον τῷ ὀργανικῷ· ἀνωτέρω γὰρ εἰπὼν φυσικοῦ δυνάμει ζωὴν ἔχοντος, νῦν φησι φυσικοῦ ὀργανικοῦ, ἑνὶ ἀνθ’ ἑνὸς κεχρημένος τοῖς ὀνόμασι τούτοις.1

“如果确实必须就一切灵魂陈述某种共同之物的话。” 你看到他是如何不希望存在灵魂的共同属或共同定义的。因为正如已经说过的,在那些具有先后之分的事物中,被共同述说者并不是属。而从现在给出的定义中清楚表明,“潜在地具有生命的事物”与“具有器官的事物”是同一的;因为他在前文中说了“潜在地具有生命的自然[物体]的”,而现在他说“具有器官的自然[物体]的”,将这两个名称相互替代使用。

§2.15

"Διὸ καὶ οὐ δεῖ ζητεῖν εἰ ἓν ἡ ψυχὴ καὶ τὸ σῶμα, ὥσπερ οὐδὲ τὸν κηρὸν καὶ τὸ σχῆμα." Ἠπόρησεν αὐτὸς ἐν τῷ πρὸ τούτου λόγῳ, τοῖς εἰς μόρια διαιροῦσι τὴν ψυχὴν τί ποτέ ἐστι τὸ ἑνοῦν ταῦτα,2 εἴπερ μία ἡ ψυχὴ ἑνὸς ὄντος καὶ τούτου ζῴου· οὐ γὰρ δὴ πολλαὶ αἱ ψυχαί, ἐπεὶ ἕκαστος πολλὰ ἂν ἦν ζῷα ἑκάστου μορίου ζῴου ὄντος. ἐπὶ μὲν τούτων εἰκότως ἦν ἡ ἀπορία, καὶ ἔτι ἐπὶ πάντων τῶν περὶ ψυχῆς μὲν εἰπόντων, μηδὲν δὲ προσδιορισαμένων περὶ τῆς ἐπιτηδειότητος τοῦ δεξομένου αὐτὴν σώματος, ὅ τί ποτέ ἐστι τὸ τὴν ψυχὴν ἑνοῦν τῷ σώματι καὶ ποιοῦν ἓν τὸ ζῷον. οὐκέτι οὖν ἡ ζήτησις αὕτη προχωρήσει καθ’ οὓς ἡ ψυχὴ μὲν ἐντελέχεια, ὕλη δὲ καὶ ὑποκείμενον τὸ σῶμα. ὥσπερ γὰρ ἐπὶ τοῦ σφαιρικοῦ κηροῦ οὐκ ἂν ζητήσειέ τις, τί ποτέ ἐστι τὸ ἑνῶσαν τὸ σχῆμα καὶ τὸν κηρόν (πάθος γὰρ τοῦ κηροῦ τὸ σχῆμα, καὶ οὐδενὸς δεῖ τοῦ ἑνώσοντος ταῦτα· αὐτὴ γὰρ ἡ οἰκεία τούτων φύσις καὶ ἡ ἐπιτηδειότης τοῦ κηροῦ τῆς ἑνώσεώς ἐστιν αἰτία), οὕτω καὶ ἐπὶ τοῦ σώματος καὶ τῆς ψυχῆς, ἐπειδὴ ἐντελέχεια καὶ τελειότης τοῦ σώματος ἡ ψυχή, ὡς καὶ τὸ σχῆμα τοῦ σφαιρικοῦ κηροῦ ἐντελέχεια, οἴκοθεν ἔχουσιν τὴν ἕνωσιν. ὡς γὰρ εἴπομεν, ὅταν τὸ μὲν ᾖ ὕλη τὸ δὲ εἶδος, αὐτὴ ἡ τῆς ὕλης ἐπιτηδειότης εὐθὺς τὴν τοῦ εἴδους δέχεται τελειότητα μηδενὸς προσδεηθεῖσα μέσου. καὶ γὰρ τοῦ ἑνός, φησί, καὶ τοῦ εἶναι πλεοναχῶς λεγομένου3 (λέγεται γὰρ ἓν ἢ τῷ γένει ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ ἢ δεσμῷ ἢ κόλλῃ, ἢ ὅσα ἄλλα ἐν τῇ Φυσικῇ σημαινόμενα τοῦ ἑνὸς ἀριθμεῖται, ἔτι δὲ καὶ τοῦ εἶναι), καὶ τοῦ μὲν ὄντος δυνάμει, τοῦ δὲ ἐντελεχείᾳ, τὸ κυρίως ἓν καὶ τὸ κυρίως εἶναι τοῖς πράγμασι κατὰ τὴν ἑκάστου ἐντελέχειάν ἐστι, καθ’ ἣν καὶ ὅλως ἐστὶ καὶ λέγεται τόδε τι. ὥστε εἰ καὶ ἡ ἕνωσις καὶ ὅλως τὸ εἶναι τόδε τι τοῖς συνθέτοις ἐκ τοῦ εἴδους ἐστίν, οὐ ζητητέον τί τὸ ἑνοῦν τὴν ψυχὴν τῷ σώματι, λέγω δὴ ὡς ἓν ὑπάρχον καὶ συνεκτικόν· αὐτὸ γὰρ τοῦτο φύσις εἴδους ἐστὶ καὶ ὕλης τὸ τόδε ἐν τῷδ’ εἶναι.

“因此也不应当追问灵魂与物体是否为一,正如不追问蜡与形状是否为一那样。” 他在前一段论述中曾向那些将灵魂划分为诸部分的人提出疑难:如果灵魂确实是一,而该动物也是一,那么使这些结合为一的到底是什么?因为灵魂决不是多数,否则如果每个部分都是动物,每个人就将是许多动物了。对于这些人来说,出现这一疑难是合情合理的;而对于所有谈论灵魂却丝毫不界定将接纳它的物体的适宜性的人来说,到底是什么将灵魂与物体结合为一并使动物成为一,这也同样存在疑难。因此,在那些认为灵魂是现实性,而物体是质料和底层基质的人看来,这种探究将不再成立。因为正如就球形蜡而言,没有人会探问究竟是什么使形状和蜡结合为一(因为形状是蜡的状态,并不需要任何将它们结合为一的东西;因为它们固有的本性本身以及蜡的适宜性就是结合的原因),在物体和灵魂上也是如此,既然灵魂是物体的现实性和完满,正如形状是球形蜡的现实性一样,它们本身就具有结合。因为正如我们所说,当一者是质料而另一者是形式时,质料的适宜性本身就会立即接纳形式的完满,无需任何中介。因为他说,既然“一”与“存在”是在多种意义上被述说的(因为“一”可以说是在属上、在种上、在数量上、在束缚上、在黏合上,或者如同在《物理学》中所列举的“一”的其他各种含义,此外“存在”也是如此),并且一者在潜能中,另一者在现实性中,那么事物真正的“一”和真正的“存在”就在于各自的现实性,事物凭借现实性才全然存在并被称为“这个具体之物”。因此,如果结合以及全然作为“这个具体之物”的存在对于复合体而言来自形式,那就不应当追问是什么将灵魂与物体结合为一——我是指作为单一且起维系作用的存在者;因为这正是形式与质料的本性:这者存在于那者之中。

语法注3 条
  1. 2.14ἑνὶ ἀνθ’ ἑνὸς κεχρημένος τοῖς ὀνόμασι τούτοις

    分词 κεχρημένος 支配与格短语 τοῖς ὀνόμασι τούτοις,而短语 ἑνὶ ἀνθ’ ἑνὸς 作状语,构成表示“以一者替代另一者(交替互换地)”的习语。

  2. 2.15τοῖς εἰς μόρια διαιροῦσι τὴν ψυχὴν τί ποτέ ἐστι τὸ ἑνοῦν ταῦτα

    与格分词短语 τοῖς εἰς μόρια διαιροῦσι τὴν ψυχὴν 依附于主要动词 ἠπόρησεν,作不利与格/关涉与格(针对论敌提出异议),而间接疑问从句 τί ποτέ ἐστι τὸ ἑνοῦν ταῦτα 则表示疑难的具体内容。

  3. 2.15καὶ γὰρ τοῦ ἑνός, φησί, καὶ τοῦ εἶναι πλεοναχῶς λεγομένου

    这是一个复合句式,独立属格 τοῦ ἑνός ... καὶ τοῦ εἶναι πλεοναχῶς λεγομένου 被长插入成分所打断,随后由并列的独立属格(καὶ τοῦ μὲν ὄντος δυνάμει, τοῦ δὲ ἐντελεχείᾳ)继续承接,最后才进入主句 τὸ κυρίως ἓν ... ἐστι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:218.4-219.3