← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§216.27-218.3

状态与活动的先后关系及器官性物体

注解亚里士多德《论灵魂》412a26–412b1,论述状态与现实活动在个体上的时间先后与在宇宙整体中的并发关系,将灵魂的基底界定为具有器官的物体,并解释植物器官相对于动物而言的简单性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11

" Προτέρα δὲ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ ἡ ἐπιστήμη." Πάνυ ἀσφαλῶς τῇ προσθήκῃ ἐχρήσατο εἰπὼν ἐπὶ τοῦ αὐτοῦ. ἐπὶ γὰρ ἄλλου καὶ ἄλλου1 δυνατὸν προτέραν εἶναι τὴν ἐνέργειαν τῆς ἕξεως· ὁ γὰρ διδάσκαλος τῆς ἕξεως τοῦ μαθητοῦ προτέραν ἔχει τὴν ἐνέργειαν· ἐπὶ μέντοι ἑνὸς καὶ τοῦ αὐτοῦ προηγεῖται τῆς ἐνεργείας ἡ ἕξις. τοῦτο δὲ ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ ἐστιν ἀληθές, ἐφ’ ὧν καὶ χωρίζεσθαι πέφυκε τῆς ἕξεως ἡ ἐνέργεια. τὰ γὰρ θεῖα σύνδρομον ἔχει τῇ ἕξει τὴν ἐνέργειαν· ἀεὶ γὰρ ἐνεργεῖ τὴν ἕξιν ἔχοντα· ἄνευ γὰρ δυνάμεως ἐνέργειαί εἰσιν, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηκεν. ὥστε ἐπὶ μὲν τῶν θνητῶν προηγεῖται τῆς ἐνεργείας ἡ ἕξις, καὶ τούτων ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ· ὡς δὲ ἐπὶ τοῦ παντὸς σύνδρομά εἰσι ταῦτα ἀλλήλοις· ἀεὶ γάρ ἐστι καὶ ἕξις ἐν τῷ παντὶ καὶ ἐνέργεια. † οὔτε πρὸς τὰ θεῖα ἀποβλέψωμεν,2 ἀσυνδρόμους ἔχει ταύτας εἴτε καὶ πρὸς τὸ καθόλου τὸ ἐν τοῖς θνητοῖς· καὶ γὰρ ἐν τῇ τούτων ὁλότητι ἀεί ἐστιν ἀμφότερα, οὐδ’ ὅλως δεῖ ἕτερον ἑτέρου προτιθέναι· ὡς ἐν τῷ παντὶ 〈δὲ〉 τὰ τέλεια τῶν ἀτελῶν προκέοιτο ἄν· ὡς γὰρ εἶπον, τὰ προακτικὰ αἴτια προηγεῖται ἐν τῇ ἐνεργείᾳ ὄντα τῇ τελείᾳ, καὶ ὅλως ἐκ τῶν τελείων δεῖ τὴν τοῦ παντὸς δημιουργίαν ἄρχεσθαι, οὐκ ἐκ τῶν ἀτελῶν.

“但是在同一个主体中,知识在生成上居先。” 他说“在同一个主体中”,这一限定用得极为审慎。因为在不同的主体中,现实活动完全可能先于状态;事实上,教师拥有先于学生状态的现实活动;然而在一而且同一的主体中,状态先于现实活动。而这在处于生成与毁灭之中的事物上是真实的,恰恰在这些事物中,现实活动自然地与状态分离。因为神圣的事物是使其现实活动与状态并发的;它们拥有状态的同时始终在活动;因为正如他在《解释篇》中所说,它们是没有潜能的现实活动。因此,在会死的事物中,状态先于现实活动,而且在这些事物中也是在同一主体上如此;但就整个宇宙而言,这些则是彼此并发的;因为在宇宙中始终既有状态也有现实活动。无论我们放眼于神圣的事物,它都不会将这些作为非并发的而拥有,抑或放眼于会死事物中的普遍者也是如此;因为在它们的整体中始终兼有二者,根本不应将一者置于另一者之前;但在宇宙中,完满者应当居于不完满者之先;因为正如我所说,产生的原因以其处于完满的现实活动之中而居先,而且总的说来,宇宙的创制必须始于完满者,而非始于不完满者。

§2.12

"Τοιοῦτο δέ, ὃ ἂν ᾖ ὀργανικόν." Εἰπὼν δυνάμει ζωὴν ἔχοντος ἐπεξηγεῖται τοῦτο· τοῦτο γάρ ἐστι, φησί, τὸ δυνάμει ζωὴν ἔχον, ὅπερ ἂν εἴη ὀργανικόν. οὐ γὰρ ἡ πρώτη τοῦ πυρὸς ἐντελέχεια ψυχή, λέγω δὴ ἡ θερμαντικὴ δύναμις· καίτοι καὶ τοῦτο φυσικόν ἐστι σῶμα, ἀλλ’ ἐπεὶ μὴ ἔστιν ὀργανικόν, οὐκ ἔστιν ἡ πρώτη αὐτοῦ ἐντελέχεια ψυχή, ἡ θερμαντικὴ λέγω καὶ ξηραντικὴ δύναμις. ὀργανικὸν δέ ἐστι τὸ ἔχον ὄργανα, δι’ ὧν αἱ κατὰ τὸ ζῆν ἐνέργειαι γίνονται· τοιαῦτα δέ ἐστι τὰ ἀνομοιομερῆ, ὧν ἕκαστον διαφόροις ἐνεργείαις ὑπηρετεῖται.

“而这样的事物,就是具有器官的事物。” 在说了“具有潜在生命的事物”之后,他对此作了进一步阐明;因为他说,所谓具有潜在生命的事物,正是那具有器官的事物。因为火的第一现实性并不是灵魂——我指其发热的能力;尽管这也是自然物体,但因为它不具有器官,所以它的第一现实性不是灵魂——我指的是其发热和致燥的能力。而具有器官的事物,是指具有那些赖以产生合乎生命的现实活动的器官的事物;而这样的〔器官〕就是异质部分,它们各自服务于不同的活动。

§2.13

"Ὄργανα δὲ καὶ τὰ τῶν φυτῶν μέρη, ἀλλὰ παντελῶς ἁπλᾶ." Ἐπεὶ καὶ τὰ φυτὰ ἔμψυχα, ἡ δὲ ψυχὴ ἐντελέχειά ἐστιν ὀργανικοῦ σώματος, διὰ τοῦτό φησιν ὅτι καὶ τὰ τοῦ φυτοῦ μέρη ὄργανά εἰσιν· ἰδίαν γὰρ ἕκαστον ἔχει ἐνέργειαν. ἁπλᾶ μέντοι, φησί, τὰ τῶν φυτῶν εἰσιν ὄργανα, ἁπλᾶ δὲ ὡς πρὸς τὰ τῶν ζῴων· καὶ γὰρ τῷ ὑποκειμένῳ καὶ ταῖς ἐνεργείαις ἁπλούστερά ἐστι τὰ τῶν φυτῶν· ἕκαστον γὰρ τῶν ἐν τοῖς ζῴοις ὀργανικῶν ἐκ πολλῶν ὁμοιομερῶν συνέστηκε, τὰ μέντοι τῶν φυτῶν, φέρ’ εἰπεῖν τὸ πρέμνον, ἐκ φλοιοῦ καὶ ξύλου ἢ ἄλλου τινός. ἀλλὰ καὶ πρὸς τὰς ἐνεργείας, ἐπὶ μὲν τῶν φυτῶν μίαν καὶ ἁπλῆν ἕκαστον τῶν μορίων ἐνεργεῖ ἐνέργειαν, ἐπὶ μέντοι τῶν ζῴων ἕκαστον πολλὰς καὶ ποικίλας, καὶ τοῦτο εἰκότως· ἐπεὶ γὰρ τὰ ὄργανα πρὸς ὑπηρεσίαν τῶν τῆς ψυχῆς ὁρμῶν γέγονεν, εἰκότως ἀναλόγως ταῖς ψυχικαῖς κινήσεσι τὰ ὄργανα κατεσκεύασται. εἰσὶ δὲ αἱ μὲν τῶν ζῴων ψυχαὶ ποικίλαι ταῖς ὁρμαῖς, ἡ δὲ τῶν φυτῶν ἁπλῆ· ἡ γὰρ θρεπτικὴ δύναμις μόνον τρέφει, καὶ ἡ αὐξητικὴ αὔξει καὶ πλέον οὐδὲν ἐνεργεῖ. πῶς δὲ ὀργανικὸν τὸ σῶμα τῶν φυτῶν δεικνὺς ἅμα καὶ τί ἐστιν ὀργανικὸν ἐξηγεῖται·3 οἷον τὸ φύλλον περικαρπίου σκέπασμα, τὸ δὲ περικάρπιον καρποῦ. καρπὸς μὲν λέγεται αὐτὸ τὸ σπέρμα, οἷον τοῦ σύκου αἱ κεγχραμίδες καὶ τῶν ἐλαιῶν οἱ πυρῆνες, περικάρπιον δὲ τὸ περικεχυμένον τούτοις ὑγρὸν μετὰ τοῦ περιέχοντος αὐτὸ δέρματος. γεγόνασιν γοῦν τὰ φύλλα, φησίν, ἵνα σκέπωσι τὸ περικάρπιον καὶ μὴ βλάπτηται ἐκ τοῦ περιέχοντος, τὸ δὲ περικάρπιον, ἵνα τὸν καρπὸν φυλάττῃ· τούτου γὰρ ἕνεκεν πάντα ἡ φύσις ἐμηχανήσατο διὰ τὴν ἐκ τῆς διαδοχῆς διαμονήν.

“植物的部分也是器官,但全然简单。” 既然植物也是有灵魂的,而灵魂是具有器官的物体的现实性,因此他说植物的部分也是器官;因为各部分都有其特有的活动。然而他说,植物的器官是简单的,但这是相对于动物的器官而言的简单;因为无论在底层基质上还是在活动上,植物的器官都更为简单。因为动物中的每一个器官性部分都由许多同质部分构成,然而植物的部分,比如树干,仅由树皮和木质或某种其他物质构成。而且在活动方面,在植物中各部分只进行一种且单一的活动,然而在动物中每个部分进行多数且多样的活动,这也是合情合理的;因为既然器官是为了服务于灵魂的冲动而生成的,那么器官按照灵魂的运动而构造就是合情合理的。动物的灵魂在冲动上是多样的,而植物的灵魂则是单一的;因为滋养的能力仅仅负责滋养,生长的能力仅仅负责生长,而不进行任何额外的活动。在展示植物的物体如何具有器官的同时,他也解释了什么是具有器官的事物:例如叶子是果皮的遮蔽物,而果皮则是果实的遮蔽物。果实指的是种子本身,比如无花果的细籽和橄榄的核,而果皮则是环绕着这些的汁液连同包含它的外皮。无论如何,他说,叶子的生成是为了遮蔽果皮并使〔果皮〕不受周围环境的损害,而果皮则是为了保护果实;因为大自然为了通过繁衍相继而达到的持久存在,正是为了这个目的而筹划了一切。

语法注3 条
  1. 2.11ἐπὶ γὰρ ἄλλου καὶ ἄλλου

    介词短语 ἐπὶ ἄλλου καὶ ἄλλου 与前文的 ἐπὶ τοῦ αὐτοῦ 相对,意为“在不同的主体之间”或“在此者与彼者上”,紧随其后的“教师的活动先于学生的状态”之例证印证了这一含义。

  2. 2.11οὔτε πρὸς τὰ θεῖα ἀποβλέψωμεν

    此处正文带有残损符号(†)。因其与后文的 εἴτε καὶ πρὸς τὸ καθόλου 相呼应,句法上由虚拟语气 ἀποβλέψωμεν 构成让步条件分句(“无论我们放眼于神圣事物……”),主句表达其并不将 ταύτας(状态与活动)作为非并发的来拥有。

  3. 2.13πῶς δὲ ὀργανικὸν τὸ σῶμα τῶν φυτῶν δεικνὺς ἅμα καὶ τί ἐστιν ὀργανικὸν ἐξηγεῖται

    分词 δεικνύς 作为伴随情况依附于主动词 ἐξηγεῖται,ἅμα καί 引出并列关系:“在展示……的同时,也解释了……”。由 πῶς 和 τί 引导的两个间接疑问从句分别作为 δεικνύς 与 ἐξηγεῖται 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:216.27-218.3