← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§215.31-216.26

作为第一实现活动的灵魂定义与用词辨析

菲洛波庞根据定冠词的用法以及属内差异证明灵魂是形式,随后借由睡眠与清醒的例证阐明灵魂是第一实现活动,并探讨了亚历山大关于亚里士多德为何以“实现活动”替代“形式”的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10#2

ἔπειτα καὶ ἐκ τῆς προσθήκης τοῦ ἄρθρου δῆλον· οὐ γὰρ εἶπεν οὐκ ἂν εἴη σῶμα ἡ ψυχὴ ἀλλὰ τὸ σῶμα· τὸ γὰρ ἄρθρον ὡρισμένου ἐστί τινος δηλωτικόν, ἡ δὲ ψυχὴ καθάπαξ ἔστιν ἀσώματος· ἀλλ’ ὡς εἴπομεν, τὸ σῶμα δηλοῖ αὐτῷ τὸ ὑποκείμενον καὶ τὴν ὕλην. δῆλον δὲ καὶ ἐκ τούτων ὅτι εἶδος ἡ ψυχή· ᾧ γὰρ διαφέρει ἀλλήλων τὰ ὁμογενῆ, τοῦτο εἶδος αὐτῶν· διαφέρει δὲ τὰ σώματα ἀλλήλων ὁμογενῆ ὄντα τῷ ἐμψύχῳ· ἡ ψυχὴ ἄρα τῶν ἐμψύχων εἶδος. ἐν γὰρ τῷ ὑπάρχειν τὴν ψυχὴν καὶ ὕπνος καὶ ἐγρήγορσίς ἐστι. διελὼν τὴν ἐντελέχειαν εἰς τὴν πρώτην καὶ τὴν δευτέραν, εἰς τὴν ἕξιν λέγω καὶ τὴν ἀπὸ τῆς ἕξεως ἐνέργειαν, καὶ εἰπὼν ὅτι ἡ ψυχὴ οὕτως ἐντελέχειά ἐστιν ὡς ἡ ἐπιστήμη, πάνυ ἐναργεῖς τὰς τούτου ἀποδείξεις ἐπήγαγε, τὰ κατὰ τὸν ὕπνον λέγω καὶ τὴν ἐγρήγορσιν· ὅπερ ἴσον ἐστὶ τῷ ἐνεργεῖν καὶ μὴ ἐνεργεῖν τὴν ψυχήν· ἐνέργεια γὰρ ἡ ἐγρήγορσις, ἀνενεργησία δὲ ὁ ὕπνος· ἀλλ’ ὅμως οὐδὲν ἧττον ψυχῆς ἔχομεν ἐν ἑκατέρῳ. καλῶς δὲ πάνυ ἐπέστησεν ὁ Ἀλέξανδρος τῇ αἰτίᾳ τῆς μεταλήψεως ἐκ τοῦ εἴδους εἰς τὴν ἐντελέχειαν. ἐπεὶ γάρ, φησίν, ἦν ἀναγκαῖον διορίσαι, πότερον χρὴ τὸ ἔμψυχον ἀπὸ τῶν ἐνεργειῶν τῶν κατὰ τὴν ψυχὴν λέγειν τοιοῦτον εἶναι, ἢ ἀπὸ τοῦ δύνασθαι ἐνεργεῖν, ὧν τὸ μὲν δύνασθαι πρῶτον, τὸ δ’ ἐνεργεῖν ὕστερον, μέλλων, φησί, τῷ πρώτῳ καὶ τῷ ὑστέρῳ προσχρῆσθαι πρὸς τὸν διορισμόν, ἐπεὶ ἄτοπον ἐπὶ τοῦ εἴδους λέγειν τὸ πρότερον καὶ τὸ ὕστερον (ἓν γὰρ τὸ εἶδος1 ἑκάστου), εἰς τὴν ἐντελέχειαν καὶ τελειότητα μετέλαβε τὸ εἶδος· οὐκέτι γὰρ ἄλογον τὸ λέγειν τελειότητα τὴν μὲν πρώτην, τὴν δὲ δευτέραν. αὕτη μὲν οὖν, φησίν, ἡ αἰτία τῆς μεταλήψεως. εἴη δ’ ἄν, φησί, διαφορὰ εἴδους καὶ ἐντελεχείας, ὅτι πᾶν μὲν εἶδος ἐντελέχεια, οὐ πᾶσα δὲ ἐντελέχεια εἶδος· ἡ γὰρ ἀπὸ τῆς ἕξεως ἐνέργεια ἐντελέχεια μέν, οὐ μὴν καὶ εἶδος· ὥστε ἐπὶ πλέον ἡ ἐντελέχεια τοῦ εἴδους. εἶδος δὲ δῆλον ὅτι ἀκουστέον τὸ οὐσιῶδες, οὐ τὸ κατὰ συμβεβηκός· ἐκεῖνο γὰρ οὐ τελειότης τοῦ ὑποκειμένου, ὡς ἤδη εἶπον. εἰ δὲ οὕτω ταῦτα ἔχει, ὁ μὲν ὁριζόμενος τὴν ψυχὴν καὶ λέγων εἶδος αὐτὴν τοῦ τοιοῦδε σώματος οὐκέτι ἂν εὐλόγως τὸ πρῶτον προστιθείη, ὁ δὲ ἐντελέχειαν,2 ἐπειδὴ ἐπὶ πλέον ἡ ἐντελέχεια τοῦ εἴδους, καὶ ταύτης ἂν τῆς προσθήκης δέοιτο.

再者,这从定冠词的添加上也显而易见;因为他并不是说灵魂不会是“物体”,而是说“该物体”;因为定冠词指示某种确定之物,而灵魂则是断然无物体的;但正如我们所说,“该物体”对他而言指示着底层主体和质料。从这些论述中,灵魂是形式这一点同样显而易见;因为同属的事物借以彼此相异的东西,就是它们的形式;而物体虽同属,却因“具有灵魂”而彼此相异;因此灵魂是有灵魂之物的形式。因为在灵魂存在之中,既有睡眠也有清醒。在将实现活动划分为第一实现活动和第二实现活动——即划分为状态以及源于状态的现实活动——并指出灵魂如同知识那样是实现活动之后,他为这一观点补充了极其明白的论证,我指的是关于睡眠和清醒的论证;这相当于灵魂在进行现实活动与不进行现实活动;因为清醒是现实活动,而睡眠是不活动;但尽管如此,我们在两种状态中拥有灵魂却并无少异。亚历山大非常恰当地指出了从“形式”转用为“实现活动”的原因。因为他说,既然必须规定,究竟应当根据符合灵魂的现实活动来称有灵魂之物为如此这般的,还是根据能够进行活动的能力来称之——在这些之中,拥有能力在先,进行现实活动在后——他说,由于打算利用在先与在后来进行规定,而对于形式言说在先与在后又是荒谬的(因为每一事物之形式是唯一的),所以他便将形式转用为实现活动和完满;因为把完满称为其一是第一的、其二是第二的,就不再是不合情理的了。他说,这就是转用的原因。他说,形式与实现活动之间的区别就在于:一切形式都是实现活动,但并非一切实现活动都是形式;因为源于状态的现实活动固然是实现活动,但绝非形式;因此实现活动的外延大于形式。而且显然,所谓“形式”必须理解为本质的形式,而非偶性的形式;因为正如我已说过的,后者并非底层主体的完满。如果这些事情是这样的话,那么给灵魂下定义并称其为如此这般物体的形式的人,就不再会有合理的理由添加“第一的”,而称其为实现活动的人,既然实现活动的外延大于形式,就会需要这一附加。

语法注2 条
  1. 2.10μέλλων, φησί, τῷ πρώτῳ καὶ τῷ ὑστέρῳ προσχρῆσθαι πρὸς τὸν διορισμόν, ἐπεὶ ἄτοπον ἐπὶ τοῦ εἴδους λέγειν τὸ πρότερον καὶ τὸ ὕστερον (ἓν γὰρ τὸ εἶδος ἑκάστου), εἰς τὴν ἐντελέχειαν καὶ τελειότητα μετέλαβε τὸ εἶδος

    句子的核心骨架是分词 μέλλων(主语为亚里士多德)修饰主要动词 μετέλαβε。表示原因的从属从句 ἐπεὶ ἄτοπον... 插入在分词与主导动词之间,理解时应将 μέλλων ... μετέλαβε 作为句子的骨架进行连结。

  2. 2.10ὁ δὲ ἐντελέχειαν

    此处是与前文 ὁ μὲν ὁριζόμενος τὴν ψυχὴν καὶ λέγων εἶδος αὐτὴν τοῦ τοιοῦδε σώματος 相对照的并列结构(ὁ μέν ... ὁ δέ),在 ὁ δὲ 之后承前省略了 [ὁριζόμενος τὴν ψυχὴν καὶ λέγων]。其结论部分则由 δέοιτο ἄν 构成潜在陈述以完成对称。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:215.31-216.26