- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:215.1-215.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德“物体就不会是灵魂”(412a16)这一论断,指出其核心意图并非证明灵魂非物体(如亚历山大所认为的),而是论证物体作为底层质料,灵魂则是其形式。
" Ἐπεὶ δέ ἐστι σῶμα καὶ τοιόνδε τὸ ζωὴν ἔχον, οὐκ ἂν εἴη τὸ σῶμα ἡ ψυχή· οὐ γάρ ἐστι τῶν καθ’ ὑποκειμένου τὸ σῶμα, μᾶλλον δὲ ὡς ὑποκείμενον καὶ ὕλη." Ὅπερ διὰ τούτων λέγει, τοῦτό ἐστιν· ἐπειδὴ τὸ ζωὴν ἔχον σῶμα καὶ σῶμά ἐστι καὶ τοιονδὶ σῶμα, ἀντὶ τοῦ σύνθετον ἐκ σώματος καὶ ζωῆς,1 ἥπερ ζωὴ ψυχή ἐστι, ἀνάγκη τὸ μέν τι τούτων εἶναι ὕλην, τὸ δὲ εἶδος. δείκνυσι δὲ τοῦτο οὕτως· ἐπεὶ γάρ, φησί, τὸ ἔμψυχον σῶμα σῶμά ἐστι τοιονδί, ὡς ἄν εἰ ἔλεγε τὸ μέν τι ἔχει ὑποκείμενον, τὸ δὲ ἐν ὑποκειμένῳ (ὑπόκειται γὰρ τὸ σῶμα, ἐν ὑποκειμένῳ δὲ τὸ τοιονδί), οὐκ ἄν εἴη ἡ ψυχὴ τὸ ὑποκείμενον, ταὐτὸν δ’ εἰπεῖν ἡ ὕλη. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν οὐκ ἄν εἴη τὸ σῶμα ἡ ψυχή, ἀντὶ τοῦ ὑποκειμένου καὶ τῆς ὕλης τὸ σῶμα λαβών· τοῦτο γὰρ τὴν τοῦ ὑποκειμένου καὶ τῆς ὕλης τάξιν ἔχει. εἶτα καὶ τὴν αἰτίαν ἐπιφέρει, πῶς οὐχ ὑποκείμενον ἡ ψυχή· οὐ γάρ ἐστι, φησί, τῶν καθ’ ὑποκειμένου τὸ σῶμα, καθ’ ὑποκειμένου λέγων ἀντὶ τοῦ ἐν ὑποκειμένῳ,2 τουτέστιν οὐκ ἔστιν εἶδος· τὸ γὰρ ἐν ὑποκειμένῳ ἐστὶ τὸ εἶδος, οὐ τὸ ὑποκείμενον, ὑπόκειται δὲ τὸ σῶμα· φαμὲν γὰρ ὅτι σῶμά ἐστι τοιόνδε, ὥστε τὸ σῶμα ἐν ὑποκειμένου τάξει ἐστίν. ἐκ τούτου δὲ δῆλον ὅτι λέγων οὐκ ἄν εἴη τὸ σῶμα ἡ ψυχὴ τὸ σῶμα ἀντὶ τοῦ ὑποκειμένου ἐλάμβανε· διὸ ἐπήγαγεν οὐ γάρ ἐστι τῶν καθ’ ὑποκειμένου τὸ σῶμα. εἰ γὰρ τὸ σῶμα ἡ ψυχή, τουτέστιν εἰ ἦν ὑποκείμενον ἡ ψυχή, ἦν ἄν τὸ σῶμα ἐν ὑποκειμένῳ· εἰ δὲ μὴ ἔστιν ἐν ὑποκειμένῳ τὸ σῶμα, οὐκ ἂν εἴη ἡ ψυχὴ ὑποκείμενον, ὅπερ αὐτὸς εἶπεν οὐκ ἂν εἴη τὸ σῶμα ἡ ψυχή. ἀνάγκη γὰρ τῶν δύο τούτων τὸ μὲν ὑποκείμενον εἶναι, τὸ δὲ εἶδος. τινὲς δὲ ὑπενόησαν αὐτὸν λέγειν ὅτι οὐκ ἔστιν ἡ ψυχὴ σῶμα, ὧν ἐστι καὶ ὁ Ἀλέξανδρος. διὰ γὰρ τοῦ δεῖξαι, φησίν, ὅτι οὐ σῶμα, συναποδείκνυσιν ὅτι οὐδὲ ὑποκείμενον. οὐχ οὕτω δὲ ἔχει· οὐ γὰρ νῦν πρόκειται αὐτῷ δεῖξαι ὅτι οὐ σῶμα ἡ ψυχὴ ἀλλ’ ἀσώματος (ἐν γὰρ τοῖς ἑξῆς τοῦτο δείκνυσιν, ἢ καὶ ἤδη συναποδέδεικται ἐν οἷς ἐδείκνυτο μὴ οὖσα μέγεθος· εἰ γὰρ μὴ μέγεθος, οὐδὲ σῶμα· ἐπὶ πλέον γὰρ τὸ μέγεθος τοῦ σώματος),3 ἀλλὰ τὸ νῦν δεικνύμενόν ἐστιν ὅτι εἶδος καὶ οὐχ ὕλη ἐστί, τὸ δὲ σῶμα ὑποκείμενον καὶ ὕλη.
“既然具有生命之物是物体且是如此这般的,那么物体就不会是灵魂;因为物体不属于对底层主体述说的事物,倒不如说是作为底层主体和质料。” 他通过这些话所说的正是:既然具有生命的物体既是物体,又是如此这般的物体——这相当于说它是由物体和生命复合而成的,而这生命就是灵魂——那么这两者之一必然是质料,另一者是形式。而他是这样证明这一点的:因为他说,既然有灵魂的物体是如此这般的物体,这就好比他在说它一方面具有底层主体,另一方面具有在底层主体之中的事物(因为物体作为底层主体奠定于下,而如此这般则在底层主体之中),所以灵魂就不会是底层主体,换言之即质料。因为他说“物体就不会是灵魂”,便是表明了这一点,他是用“物体”来代替底层主体和质料;因为这占有底层主体与质料的位次。随后他又附加了说明灵魂为何不是底层主体的理由:因为他说,物体“不属于对底层主体述说的事物”,他是用“对底层主体述说”来代替“在底层主体之中”,也就是指它不是形式;因为在底层主体之中的事物是形式,而非底层主体,而物体是作为底层主体奠定于下的;因为我们说它是一个如此这般的物体,从而物体处于底层主体的位次。由此显而易见,当他说“物体就不会是灵魂”时,他是用“物体”代替底层主体;因此他接着说“因为物体不属于对底层主体述说的事物”。因为如果物体是灵魂,也就是说如果灵魂是底层主体,那么物体就应当是在底层主体之中;但如果物体不在底层主体之中,灵魂就不会是底层主体,这正是他自己所说的“物体就不会是灵魂”。因为在这两者之中,必然一者是底层主体,另一者是形式。然而有些人揣度他是在说灵魂不是物体,亚历山大也在这些人之中。因为[亚历山大]说,通过证明[灵魂]不是物体,他同时也证明了它也不是底层主体。但事情并非如此;因为当前摆在他面前的任务并不是证明灵魂不是物体而是无物体的(因为在接下来的论述中他证明了这一点,或者在证明它不是量度的章节中也已经被连带证明了;因为若不是量度,也就不是物体;因为量度的外延大于物体),当前所证明的乃是[灵魂]是形式而非质料,而物体则是底层主体和质料。
- 2.10ἀντὶ τοῦ σύνθετον ἐκ σώματος καὶ ζωῆς
介词短语 ἀντὶ τοῦ 后接说明性成分(此处为 σύνθετον 及其修饰成分),是古代注疏中引入同义转述或解释的标准句式(“即”、“相当于说是由……构成的复合物”)。
- 2.10καθ’ ὑποκειμένου λέγων ἀντὶ τοῦ ἐν ὑποκειμένῳ
分词 λέγων 修饰主语(亚里士多德),在句法和词义上解释了亚里士多德在此处将引文中的 καθ’ ὑποκειμένου(对底层主体述说)用作 ἐν ὑποκειμένῳ(在底层主体之中,即内在形式)的等义替换。
- 2.10ἐπὶ πλέον γὰρ τὸ μέγεθος τοῦ σώματος
短语 ἐπὶ πλέον 作表语,意为“具有更宽的外延”,属格 τοῦ σώματος 为比较属格,表明“量度”这一概念的外延比“物体”更广。
