← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§213.31-214.33

胚胎发育阶段及向完全动物的过渡

菲洛波庞审视了关于胚胎是否为动物的反驳,根据身体构造的渐进形成、仅具有触觉以及缺乏位移运动等理由,论证了胚胎在出生前历经类似于植物和植虫类的阶段,并在出生时才成为完备的动物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9#2

ἀλλ’ ἔστι καὶ πρὸς τοῦτο εἰπεῖν ὅτι ὥσπερ καὶ ὅταν ἤδη γεννηθῇ, ζῷον μέν ἐστιν, ἔτι μέντοι τῶν ὀργάνων συμπήξεως δεόμενον οὐ δύναται τὰς τελείας τοῦ ζῴου ἐνεργεῖν ἐνεργείας, οὕτω, φημί, καὶ ἐν τῇ μήτρᾳ ὄν, ἐπειδὴ πᾶν σῶμα χρόνῳ τὴν ἑαυτοῦ ἴσχει τελειότητα, ἔτι δέεται πλείονος βοηθείας, καὶ διὰ τοῦτο ἐμφυλάττεται ἐν τῇ μήτρᾳ τὸ τοῦ ζῴου μὲν εἶδος ἀπειληφός, ἔτι μέντοι τοῦ ὀργάνου πλείονος, ὅπερ εἶπον, φυλακῆς καὶ φροντίδος δεομένου· ἐπεὶ εἰ πρὸς τὰς τελειοτάτας τις ἀποβλέποι ἐνεργείας, οὐδὲ τὸ μειράκιον ἐρεῖ ζῷον, εἰ μὴ τὸν ἡβήσαντα1 καὶ ἤδη λοιπὸν τὰς γεννητικὰς ἐνεργοῦντα ἐνεργείας, ὅπερ ἄλογον μόνον τὸν οὕτως ἔχοντα ζῷον εἶναι λέγειν. ἀλλ’ ἴσως οὐκ ἀναγκαῖα τὰ εἰρημένα· οὐδὲ γὰρ εἰ τρέφεται δι’ αὑτοῦ, ζῷον ἤδη. οὐδὲ γὰρ ταὐτὸν ζῶν τε καὶ ζῷον· ζῆν μὲν γὰρ αὐτὸ καὶ ζωὴν ἐροῦμεν, ζῷον δ’ οὐκέτι, ἐπεὶ καὶ τὰ φυτὰ δι’ αὑτῶν τρέφεται, ἀλλ’ οὐ ζῷα. ἀλλ’ οὐδὲ αὐτὸ τὸ αἰσθήσεως μετέχειν ἤδη ποιεῖ ζῷον· τὰ γοῦν μόνης τῆς ἁπτικῆς μετέχοντα οὐ ζῷα· τὰ γὰρ ζωόφυτα ἁφῆς μετέχει. ἄλλως τε ζῴων μάλιστα ἴδιον τὸ ὅλα καθ’ ὅλα μεταβαίνειν τοὺς τόπους,2 ὅπερ τοῖς ἐμβρύοις οὐχ ὑπάρχει· συνῆπται γὰρ τῇ μητρὶ καὶ συνδέδεται οἷον μόριον αὐτῆς ὑπάρχον, καὶ κινεῖται ὡς τὰ ζωόφυτα. τί δὲ τῷ ὄντι καὶ κατεῖχεν ἡ φύσις ἐν γαστρί, εἴ γε τελείως ἀπείργαστο ζῷον; ἄλλως τε εἰ ὁδῷ βαδίζει ἡ δημιουργία ἐκ τῶν ἀτελεστέρων ἐπὶ τὰ τελειότερα καὶ οὐκ ἄλλως αἱ ὑπέρτεραι ζωαὶ παραγίνονται, μὴ προϋπαρξάντων τῶν καταδεεστέρων, ἔστι δὲ ἡ τάξις πρῶτον τὸ ἄψυχον, εἶτα ἡ φυτικὴ ζωή, εἶτα ἡ τῶν ζωοφύτων, εἶτα ἡ τῶν ἀλόγων, καὶ ἐσχάτη ἡ τῶν λογικῶν, σκοπῆσαι χρὴ ὡς ταύτῃ τῇ τάξει τῆς δημιουργίας ἡ φύσις χρῆται. μετὰ γὰρ τὴν σύμπηξιν τοῦ σπέρματος τὸ συστὰν ἐκεῖνο ἄψυχόν τί ἐστιν, εἶτα διοργανωθὲν τὴν ἀρχὴν ἔοικε φυτῷ αἰσθήσεως τέως ἀμοιροῦν, προϊὸν δὲ καὶ προσλαβὸν αἴσθησίν τε τὴν ἁπτικὴν καὶ κίνησιν τὸ τηνικαῦτα τοῖς ζωοφύτοις ἔοικε συνημμένον τε τῇ ἑαυτοῦ ἀρχῇ τῇ μήτρᾳ, ὥσπερ ἐκεῖνα πέτραις ἢ τοῖς περικειμένοις ὀστράκοις, καὶ τοῦτο μέχρι τῆς ἀποκυήσεως· τὸ τηνικαῦτα λοιπὸν ζῷα γίνεται τέλεια, τάς τε μεταβατικὰς κινούμενα κινήσεις καὶ διὰ τῶν οἰκείων ὀργάνων τρεφόμενα, φημὶ δὴ στόματος καὶ τῶν τοιούτων, καὶ πάσαις ἐνεργεῖ ταῖς αἰσθήσεσι· τέλος δ’ ἐπὶ ἀνθρώπων καὶ τὴν λογικὴν ἀπολαμβάνει ζωήν, τὴν ἄλογον τὴν ἀρχὴν βιοτεύοντα. εἰ δὲ μὴ γεννᾷ ἐξ ἀρχῆς, οὐ παρὰ τοῦτο οὐ ζῷα· οὐδὲ γὰρ πᾶν ζῷον γεννᾷ. πολλὰ γὰρ καὶ ἐκ σήψεως γίνεται, ἅπερ τὴν γόνιμον οὐκ ἔχει δύναμιν, καὶ ὅμως ζῷά ἐστι. καὶ ἡμίονοι δὲ καὶ ὅσα ἐκ συνδυασμοῦ διαφόρων εἰδῶν γίνεται, ζῷα μέν ἐστι, τὴν γεννητικὴν δὲ οὐκ ἔχει δύναμιν· οὐδὲ γὰρ τὸ γεννᾶν ζῴων ἴδιον, ἀλλὰ τὸ αἰσθήσει καὶ κινήσει χρῆσθαι. ὅτι δ’ οὐ ζῷον τὸ κατὰ γαστρός, κἀντεῦθεν δῆλον· εἰ γὰρ τὸ ζῷον οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, τουτέστι πεφυκυῖα αἰσθάνεσθαι, εἰ ἦν ζῷον, ἔδει πρὶν τελεσφορηθῆναι, εἰ ἐκτρωθῇ, ἐνεργεῖν3 κατὰ τὰς αἰσθήσεις· νῦν δ’ οὐκ ἐνεργεῖ· οὔκουν ζῷον ἦν.

然而对于这一点也可以这样说:正如当它已经出生时,虽诚然是动物,但仍需要诸器官的凝固,因而不能实行作为动物的完备活动;同样地,我说,当它在母腹中时,既然一切物体都是随时间而获得自身的完备性,它就仍需要更多的协助,并因此被保护在母腹中,它固然已经接受了动物的形式,然而正如我所说的,器官仍需要更多的保护与照料。因为如果有人着眼于最完备的活动,那么除非算上那个已达青春期且从此已实行生殖活动的人,否则他甚至不会把一个少年称为动物;但若说唯有处于此种状态的人才是动物,这是荒谬的。 然而所说之话或许并不是必然的;因为即使它是通过自身受滋养,也并不因此就已经是动物。因为活着与作为动物并不是一回事;我们诚然会说它活着并[具有]生命,却绝不再称之为动物,因为植物也是通过自身受滋养的,但并不是动物。 而且,仅仅分有感觉本身也并不直接使[它]成为动物;至少那些仅分有触觉的事物并不是动物;因为植虫类分有触觉。 此外,整个身体完全转移位置最是动物所特有的,但这并不属于胚胎;因为它是与母体结合并被维系在一起的,如同作为母体的一部分而存在,并且像植虫类那样活动。 再者,假若它果真已被完全造成为动物,自然又何必当真把它留在腹中呢? 另外,如果造化是从较不完备的事物循序走向较完备的事物,并且若无低等生命预先存在,高等生命就不会以其他方式来临,而且这一秩序是:首先是无灵魂之物,其次是植物性生命,其次是植虫类的生命,其次是无理性[动物]的生命,最后是理性[动物]的生命,那么就必须考察自然是如何运用造化的这一秩序的。 因为在精液凝聚之后,那形成的复合物是某种无灵魂之物;接着,当诸器官最初被构造时,由于暂时不分有感觉,它在起初类似于植物;但随着进一步发展并获得了触觉与运动,此时它便类似于植虫类,连接在它自身的本原即子宫上,正如那些[植虫类连接在]岩石或周围的外壳上一样,并且这一直持续到分娩;唯有在此时,它们此后才成为完备的动物,既进行位移运动,又通过自身的器官(我指的正是口及类似器官)受滋养,并以所有的感觉来实行活动;最后,在人的情形下,它们起初过着无理性的[生活],最终也获得了理性生命。 然而,如果它们从一开始不生殖,并不能因此就说它们不是动物;因为并非所有动物都生殖。实际上,许多事物也是从腐烂中生成的,它们虽然不具有繁殖能力,却依然是动物。骡子以及由不同物种交配生成的事物,诚然是动物,却不具有繁殖能力;因为生殖并不是动物所特有的,运用感觉与运动才是特有的。 另一方面,腹中之物不是动物,由此也显而易见:因为如果动物是有灵魂的感性实体,即生来具有感知能力的实体,那么倘若它是动物,在足月之前若是流产,就应当按照各种感觉来实行活动;但事实上它并不活动;因此它过去并不是动物。

语法注3 条
  1. 2.9οὐδὲ τὸ μειράκιον ἐρεῖ ζῷον, εἰ μὴ τὸν ἡβήσαντα

    主句动词 ἐρεῖ 支配中性名词短语 τὸ μειράκιον 作为宾语,而在表示例外的条件短语 εἰ μή 之后则出现了阳性宾格分词 τὸν ἡβήσαντα。此处采用了意合构词法(constructio ad sensum),由中性范畴转指达到青春期的具体之人,省略了动词部分,意为“除非[称呼]已达青春期的人,否则甚至不会把少年称为动物”。

  2. 2.9τὸ ὅλα καθ’ ὅλα μεταβαίνειν τοὺς τόπους

    短语 ὅλα καθ’ ὅλα 是充当状语的宾格成语,意为“作为整体完全地”或“全身性地”,修饰不定词 μεταβαίνειν(变换位置、位移),用以指代区别于局部蠕动的全身性空间位移;τοὺς τόπους 则是位移动词所支配的表示所经空间的外延宾格。

  3. 2.9εἰ ἦν ζῷον, ἔδει πρὶν τελεσφορηθῆναι, εἰ ἐκτρωθῇ, ἐνεργεῖν

    这是一个与事实相反的条件句(未完成过去直陈式 εἰ ἦν ... ἔδει ... ἐνεργεῖν),其内部嵌套了一个表示假设情境的从属条件分句 εἰ ἐκτρωθῇ(后古典期希腊语中常见的无 ἄν 的虚拟式条件句)。句子的骨干结构为:“假若它是动物,在足月之前即便流产,也理应活动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:213.31-214.33