- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:212.26-213.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯解释了亚里士多德关于生命的定义(通过自身的滋养、生长与衰退,412a14),区分了它与火等无生命物体的差异,并考察了关于胚胎是否通过自身器官摄取营养以及能否被视为动物的双方论证。
" Ζωὴν δὲ λέγομεν τὴν δι’ αὐτοῦ τροφήν τε καὶ αὔξησιν καὶ φθίσιν." Διελὼν τὰ φυσικὰ σώματα εἴς τε τὰ ζωὴν ἔχοντα καὶ μὴ ἔχοντα ἐφεξῆς ὁρίζεται τί ποτέ ἐστιν ἡ ζωή· ἐκ τούτου γὰρ ἔμελλεν ἔσεσθαι γνώριμα καὶ τὰ ζωὴν ἔχοντα. δι’ αὐτοῦ δὲ τροφήν φησι καὶ αὔξησιν, ἐπεὶ δοκεῖ ἡ πρόσθεσις αὔξησις εἶναι, οἷον εἰ ὕδατι ἐπιπροσθείην ὕδωρ· ἀλλ’ οὐκ ἔστι δι’ αὐτοῦ ἡ αὔξησις, ἀλλὰ δι’ ἄλλου τοῦ προστιθέντος. δόξειε δ’ ἂν καὶ τὸ πῦρ τρέφεσθαί τε καὶ αὔξεσθαι μὴ ἔχον ζωήν, ἀλλ’ οὐκ ἀληθὲς τοῦτο· δι’ αὐτῶν γὰρ ταῦτα τρέφεται, ὅσα ὄργανα ἔχει δι’ ὧν δέχεται τὴν τροφήν, καὶ οἷς ἐκ τῆς τροφῆς προσθήκη τε καὶ αὔξησις κατὰ πᾶν μόριον γίνεται· τὸ δὲ πῦρ καὶ τὸ ὕδωρ καὶ τὰ τοιαῦτα οὐ δι’ ὀργάνων δέχεται οὔτε τὴν αὔξησιν κατὰ πᾶν μόριον ποιεῖται. ἔτι ἐπὶ τοῦ πυρὸς γένεσις μᾶλλον καὶ φθορὰ θεωρεῖται, τὸ δὲ αὐξόμενον δεῖ μένειν· εἴρηται δ’ ἀκριβῶς περὶ τούτων ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς. ἐκ τούτου δὲ συνάγουσιν ὅτι οὐ ζῷον τὸ κατὰ γαστρός· εἰ γὰρ ζωή ἐστιν ἡ δι’ αὐτοῦ τροφή τε καὶ αὔξησις καὶ φθίσις, τοῦτο δ’ ἐστὶν ἡ διὰ τῶν οἰκείων ὀργάνων, τὸ δὲ ἔμβρυον οὐ διὰ τῶν οἰκείων τρέφεται ὀργάνων, λέγω δὴ τοῦ στόματος, οὐκ ἄρα ζῷον οὐδὲ ζῶν· τρέφεται γὰρ τῷ ὀμφαλῷ διὰ τοῦ ἱμάντος ἐκεῖνο παρὰ τῆς μητρὸς δεχόμενον.// ἀλλ’ ἔστιν ἐνστῆναι πρὸς τοῦτο, ὅτι καὶ τὸ ἔμβρυον δι’ αὐτοῦ τρέφεται· εἰ γὰρ αὔξεται, δῆλον ὅτι καὶ τρέφεται. καὶ ὅτι οὐ πρόσθεσις τὸ τοιοῦτο, σαφές· οὐ γὰρ ὀστοῦν τῷ ὀστῷ προστίθεται οὐδὲ τῇ σαρκὶ σάρξ· ἀλλὰ προπαρασκευάζει ἡ φύσις τῆς μητρὸς τὴν τροφήν, ὥσπερ καὶ ἡμῖν οἱ ἀρτοποιοῦντες. ἀλλὰ καὶ τοῖς παιδίοις αἱ μητέρες προμασώμεναι τὴν τροφὴν προκατασκευάζουσιν. οὕτως οὖν καὶ ἐπὶ τοῦ ἐμβρύου δευτέρα τίς ἐστι τῆς τροφῆς παρασκευὴ ἡ ἐκ τῆς φύσεως τῆς μητρὸς γινομένη· ἀλλὰ καὶ διὰ οἰκείων ὀργάνων τρέφεται. εἰ γὰρ καὶ μὴ διὰ στόματος, ἀλλ’ οὖν γε καὶ ἐν αὐτῷ πρῶτον ἡ γαστὴρ πέττει, αὕτη δὲ τῷ ἥπατι παραπέμπει, κἀκεῖνο διὰ τῶν φλεβῶν εἰς ἕκαστον μόριον, καὶ οὕτως ἐξομοιοῦται ἐν ἑκάστῳ ἡ τροφὴ πρὸς τὴν ὑποκειμένην οὐσίαν· ταῦτα δὲ καὶ ἐπὶ τῶν τελείων συμβαίνει ζῴων. καὶ ἄλλως, εἰ τοῖς τελειοτάτοις τῶν ζῴων ἡ κατὰ τόπον ὑπάρχει κίνησις, κινεῖται δ’ ἐναργῶς καὶ τὰ ἔμβρυα τὴν κατὰ τόπον κίνησιν, ζῷα ἄρα καὶ ταῦτα. ἀλλὰ πρὸς ταῦτα πάντα ἀντικατασκευάζοντές φασιν ὅτι εἰ μηδὲν μάτην ὑπὸ τῆς φύσεως γίνεται, μήτε δ’ ἀτελές τι καὶ μὴ δυνάμενον ἑαυτῷ ἐπαρκεῖν, τί δή ποτε, εἴ γε ἦν τέλειον ζῷον, ἔτι αὐτὸ ἡ φύσις ἐν τῇ γαστρὶ ἐπέχει; οὐ δῆλον ὡς ἔτι ἀτελὲς καὶ ὁδεῦον εἰς τὸ εἶναι ζῷον, μήπω δὲ ὄν; πῶς δ’ ἄν, εἰ ζῷον ἦν, οὐ τέλεια αὐτῷ παρεῖχε τὰ ὄργανα, δι’ ὧν ἔζη, οἷον στόμα;1
“而我们所说的生命,乃是指通过其自身的滋养、生长与衰退。” 在将自然物体区分为具有生命的和不具有生命的之后,他接着界定生命究竟是什么;因为由此出发,那些具有生命的事物也就会为人所知。他说“通过其自身”的滋养和生长,是因为附加似乎也是生长,例如我向水中添水;但这种生长并不是通过其自身的,而是通过添置的另一者。火也可能被认为在没有生命的情况下受到滋养并生长,但这不是真的;因为凡通过自身受滋养的,乃是那些拥有借以接纳营养之器官的事物,并且在它们身上,由营养而来的附加与生长发生在每一个部分;但火、水及类似的事物既不是通过器官来接纳,也不是在每一个部分产生生长。此外,在火的情形下所观察到的更多是生成与消灭,而生长之物必须留存;关于这些在《论生成与消灭》中已有精确论述。由此,人们推论出腹中之物不是动物。因为如果生命是通过自身的滋养、生长与衰退,而这又是通过自身的器官进行的,但胚胎并不是通过自身的器官——我指的正是嘴——受滋养的,那么它就既不是动物也不是活物;因为它是通过肚脐受滋养的,是借助系带从母体接纳那营养的。然而可以对此提出反驳:胚胎也是通过自身受滋养的;因为如果它生长,显然它也受滋养。而且显而易见,此类事情并非附加;因为并不是骨头添于骨头,也不是肉添于肉;相反,正如面包师为我们做的那样,母体的本性预先准备好了营养。不仅如此,母亲们也会为了婴儿预先咀嚼食物来进行准备。因此在胚胎的情形下,由母体本性产生的也是对营养的某种二次准备;此外,它也是通过自身的器官受滋养的。因为即使不是通过嘴,但终究在胚胎自身内部首先是由胃进行消化,胃再输送给肝脏,肝脏通过血管输送给各个部分,从而在各个部分中,营养同化为底层的实体;而这些事情在完全成型的动物身上也同样发生。再者,如果位置运动属于最完备的动物,而胚胎也显然进行着位置运动,那么它们因此也是动物。但是针对所有这些论点,持反向论证的人说道:如果自然不作无用之事,也不造就不完全且无法自给之物,那么究竟为什么,假若它果真是完全的动物,自然却仍将它留在腹中呢?难道不是显而易见,它仍是不完全的、正在走向成为动物的过程之中,而尚未是动物吗?而且,如果它是动物,自然又怎会不给它提供借以维持生命的完备器官(例如嘴)呢?
- 2.9πῶς δ’ ἄν, εἰ ζῷον ἦν, οὐ τέλεια αὐτῷ παρεῖχε τὰ ὄργανα, δι’ ὧν ἔζη, οἷον στόμα;
这是一个反事实假定结构。条件从句 εἰ ζῷον ἦν(连词 εἰ 加上未完成过去时直陈式)表示与事实相反的假定;主句中紧跟在疑问词 πῶς 之后的助词 ἄν 与被隔开的未完成过去时直陈式动词 παρεῖχε(主语承前指代 ἡ φύσις)相搭配,构成反事实疑问句。关系从句 δι’ ὧν ἔζη 中的动词 ἔζη 同样使用未完成过去时,承接反事实语境。
