← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§211.27-212.25

隐德来希的二分与作为形相的实体

斐洛波诺斯注解了亚里士多德将隐德来希划分为状态(第一)与现实活动(第二)并以此预示将灵魂界定为第一隐德来希,接着阐述如何通过将自然物体划分为有灵魂与无灵魂来论证灵魂是形相意义上的实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6

" Καὶ τοῦτο διχῶς, τὸ μὲν ὡς ἐπιστήμη, τὸ δὲ ὡς τὸ θεωρεῖν." Διαιρεῖ τὴν ἐντελέχειαν εἰς δύο, εἴς τε τὴν καθ’ ἕξιν καὶ εἰς τὴν ἀπὸ τῆς ἕξεως ἐνέργειαν. χρησιμεύσει δὲ αὐτῷ καὶ ἡ τῆς ἐντελεχείας διαίρεσις πρὸς τὴν ἀπόδοσιν τοῦ ὁρισμοῦ. διττῆς γὰρ οὔσης τῆς ἐντελεχείας, τῆς τε κατὰ τὴν ἕξιν, ἥτις καὶ πρώτη ἐστὶ καὶ τῷ χρόνῳ καὶ τῇ φύσει, τῆς τε κατὰ τὴν ἀπὸ ταύτης ἐνέργειαν, εὑρήσει τὴν ψυχήν, ὡς ἤδη εἴπομεν, ἐντελέχειαν οὖσαν [κατὰ] τὴν πρώτην. καὶ ἡ δευτέρα γὰρ ἡ κατὰ τὸ θεωρεῖν παρὰ τῆς πρώτης ἔχει τὸ οὐσία εἶναι·1 αὐτὸ γὰρ τὸ θεωρεῖν οὐκ οὐσία καθ’ αὑτό.

“而这也是按两种方式[言说的],一者如知识,另一者如观照。” 他将隐德来希区分为二:依照状态的隐德来希,以及由状态而来的现实活动。而隐德来希的这种区分对于他给出定义也将是有用的。因为既然隐德来希是双重的——既有依照状态的隐德来希(它在时间上和本性上都是在先的),又有依照由此而来的现实活动的隐德来希——正如我们已经说过的,他将发现灵魂是在第一种意义上的隐德来希。因为即使那依照观照的第二种隐德来希,其作为实体存在也是从第一种隐德来希那里获得的;因为观照本身就其自身而言并不是实体。

§2.7

"Οὐσίαι δὲ μάλιστα εἶναι δοκοῦσι τὰ σώματα, καὶ τούτων τὰ φυσικά." Διελὼν εἰς τρία τὴν οὐσίαν, εἰς τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὸ συναμφότερον (τοῦτο δέ ἐστι τὸ φυσικὸν σῶμα) ἐκ τούτου ἄρχεται διδασκαλίας, ὡς ἤδη εἶπον, ὡς σαφεστέρου. εὑρήσει γὰρ ἐκ τούτου πάλιν καὶ ὅτι οὐσία ἡ ψυχὴ καὶ ποία οὐσία. ταῦτα οὖν, φησί, μάλιστα δοκεῖ οὐσία εἶναι· ἡ γὰρ ὕλη καὶ τὸ εἶδος τοῖς πολλοῖς οὐδὲ ἔγνωσται, ἀλλὰ τὸ συναμφότερον μόνον ἴσασιν. λαβὼν οὖν ὅτι τὰ σώματα οὐσία καὶ τούτων μᾶλλον τὰ φυσικά, ἀντιδιαστέλλων πρός τε τὰ μαθηματικὰ καὶ τὰ τεχνητά, προστίθησι τούτου τὴν αἰτίαν· διότι, φησί, τὰ φυσικὰ τῶν ἄλλων εἰσὶν ἀρχαί· τῶν μὲν γὰρ μαθηματικῶν † ἔστιν ἐπινοίᾳ, τῶν δὲ τεχνικῶν,2 ὅτι κἀκείνων ἕκαστον φυσικόν τι σῶμα ἔχει ὑποκείμενον. τῷ γὰρ ἀβακίῳ τεχνικῷ ὄντι σώματι ἔστιν ὑποκείμενον τὸ ξύλον, ὅπερ ἐστὶ φυσικὸν σῶμα.

“而物体似乎最是实体,且在这些之中,自然物体最是实体。” 将实体区分为三——质料、形相以及两者的复合体(这就是自然物体)之后,正如我已经说过的,他从这一更为明白之物开始施教。因为从这里出发,他将再次发现灵魂是实体,以及它是何种实体。因此他说,这些最被认为是实体;因为质料和形相对于大众甚至是不知晓的,他们只知道复合体。既然设定了物体是实体,且在其中自然物体更具此性(以此区别于数学之物和人工之物),他便补充说明了这一点的缘由:他说,这是因为自然物体是其他事物的原理。因为对数学之物而言,它们是在构想中的[原理];而对人工之物而言,则是因为那些东西中的每一者也都以某种自然物体作为底层。因为对于作为人工物体的算板而言,木材作为底层垫在下面,而这正是一种自然物体。

§2.8

"Τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δὲ οὐκ ἔχει." Λαβὼν ὅτι τὸ φυσικὸν σῶμα μάλιστα οὐσία, διαιρεῖ τοῦτο εἴς τε τὸ ἔμψυχον καὶ τὸ ἄψυχον καὶ δείκνυσιν ὅτι ἡ ψυχὴ οὐσία. ἐπεὶ γὰρ φυσικὸν σῶμα ἡ συναμφότερός ἐστιν οὐσία ἐκ τῆς ὕλης οὖσα καὶ τοῦ εἴδους, φυσικὸν δὲ τὸ ἔμψυχον, καὶ τοῦτο ἄρα ἐξ ὕλης καὶ εἴδους. ἀλλὰ τὰ μὲν ἁπλᾶ σώματα λεγόμενα ἐκ τῆς πρώτης ὕλης 〈καὶ〉 τοῦ εἴδους ἐστί, ταῦτα δὲ ἐκ προσεχεστέρας ὕλης τοῦ σώματος καὶ εἴδους τῆς ψυχῆς.3 εἰ δὲ τὸ εἶδος οὐσία, καὶ ἡ ψυχὴ ἄρα· καὶ εἰ τὸ εἶδος ἁπλῆ τις οὐσία, καὶ ἡ ψυχή. ἁπλῆ τις ἄρα οὐσία ἡ ψυχή, ἡ κατὰ τὸ εἶδος.

“在自然物体中,有些具有生命,有些则不具有。” 在认定自然物体最是实体之后,他将之区分为有灵魂的与无灵魂的,并表明灵魂是实体。因为既然自然物体是由质料和形相构成的复合实体,而有灵魂之物是自然物体,那么它因此也是由质料和形相构成的。然而,所谓简单物体是由第一质料与形相构成的,而这些[有灵魂之物]则是由更为邻近的质料即身体、以及形相即灵魂构成的。如果形相是实体,那么灵魂也就是实体;如果形相是某种单纯的实体,灵魂也是如此。因此,灵魂是某种依照形相的单纯实体。

语法注3 条
  1. 2.6παρὰ τῆς πρώτης ἔχει τὸ οὐσία εἶναι

    冠词化不定式短语 τὸ οὐσία εἶναι(“作为实体存在”)作动词 ἔχει 的直接宾语,介词短语 παρὰ τῆς πρώτης 表示来源(“从第一种[隐德来希]那里”)。不定式 εἶναι 的表语名词 οὐσία 保持主格形式。

  2. 2.7τῶν μὲν γὰρ μαθηματικῶν † ἔστιν ἐπινοίᾳ, τῶν δὲ τεχνικῶν

    承接前文的 τῶν ἄλλων εἰσὶν ἀρχαί(“是其他事物的原理”)以及后文的 ὑποκείμενον(“底层”),属格 τῶν μὲν μαθηματικῶν 与 τῶν δὲ τεχνικῶν 表达限制或关联(“对于数学事物而言……对于技术事物而言”)。尽管文本带有剑号 † 标记疑难,但依语境从前后文补足主语或谓语(“原理”或“底层”)即可理解文意。

  3. 2.8ἐκ προσεχεστέρας ὕλης τοῦ σώματος καὶ εἴδους τῆς ψυχῆς

    在介词 ἐκ 所支配的 προσεχεστέρας ὕλης 和 εἴδους 之后,属格 τοῦ σώματος 与 τῆς ψυχῆς 起同位或解释性属格(appositional genitive)的作用,分别表明“更为邻近的质料即身体,以及形相即灵魂”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:211.27-212.25