← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§210.23-211.26

实体的三分与质料及形相的界定

注疏者对亚里士多德重新确立探讨起点、提出实体三分(质料、形相、复合体)的段落进行疏解,阐明质料就自身而言非“某个这个”而仅为潜在,并解析了形相为何在主格意义上即为“隐德来希(完满)”本身而非处于与格态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3

" Πάλιν δ’ ὥσπερ ἐξ ὑπαρχῆς ἐπανίωμεν." Ἄλλην γὰρ ἀρχὴν ποιεῖται τοῦ λόγου τὰ αὐτῷ δοκοῦντα ἐκτιθέμενος· πρότερον γὰρ τὰ τῶν παλαιῶν διηγεῖτο.

“但让我们犹如从头开始那样再次返回。” 因为他阐述自己的见解,为论述设立了另一个开端;因为此前他是在叙述古人的学说。

§2.4

"Ταύτης δὲ τὸ μὲν ὕλην, ὃ καθ’ ἑαυτὸ οὐκ ἔστι τόδε τι." Τόδε τι τῷ Ἀριστοτέλει τὸ εἶδος ἐνταῦθα σημαίνει· ἐν γὰρ ταῖς Κατηγορίαις τὸ ἄτομον· δοκεῖ γάρ, φησί, πᾶσα οὐσία τόδε τι σημαίνειν. ἐπεὶ οὖν τὸ εἶναι ἑκάστῳ καὶ λέγεσθαι, οἷον ἄνθρωπον, ἵππον, κατὰ τὸ εἶδός ἐστι1 (κοινῶς γὰρ πᾶσιν ὑπέστρωται ἡ ὕλη), διὰ τοῦτό φησιν ὅτι ἡ κατὰ τὴν ὕλην οὐσία καθ’ αὑτὴν οὐδὲν εἶδός ἐστιν, ἐπεὶ μηδὲ ὑφέστηκεν καθ’ αὑτήν, ἀλλ’ ἀεὶ μὲν μετά τινος εἴδους θεωρεῖται, καθ’ ὃ λοιπὸν καὶ τὴν ὀνομασίαν ἔχει ἕκαστον· καθ’ ὃ γὰρ ἑκάστου τῶν ἄλλων διαφέρει, τοῦτο παρὰ τοῦ εἴδους ἔχει. ἔστι δὲ ἡ μὲν ὕλη δυνάμει· οὐδὲν γάρ ἐστι τῶν εἰδῶν καθ’ αὑτὴν ἡ ὕλη, ἀλλὰ δυνάμει πάντα. οὔτε γὰρ τὸ μηδ’ ὅλως ἐπιδεκτικόν τινος ὕλη ἐκείνου ἐστίν, ὡς ἐπὶ τῶν προσεχεστέρων ἔστιν ὑλῶν ἰδεῖν (οὐ γὰρ ἄν ποτε γενήσεται φέρ’ εἰπεῖν τῶν κεραμικῶν σκευῶν ὕλη λίθοι, ἐπεὶ μὴ πέφυκε τὸ τούτων εἶδος δέχεσθαι) οὔτε τὸ μηκέτι δυνάμενον τῷ ἤδη ἔχειν αὐτό·2 ὁ γὰρ κέραμος οὐ γενήσεται οὔτε ἑαυτοῦ ὕλη οὔτε τῶν ὁμοειδῶν· ἤδη γὰρ ἐνεργείᾳ ἔχει τὸ εἶδος. οὐκοῦν ἡ πρώτη δυνάμει μόνον θεωρεῖται, καὶ ἑκάστη δὲ τῶν προσεχεστέρων δυνάμει μόνως ἐστὶν ἐκεῖνο οὗ ἐστιν ὕλη.

“而在这之中,一部分是质料,它就自身而言并不是‘某个这个’。” 在这里,对亚里士多德而言,“某个这个”指的是形相;因为在《范畴篇》中它指的是个体,正如他说:“一切实体似乎都意指某个这个”。既然对于每一事物而言,存在以及被述说——例如作为人或作为马——是依照形相而成的(因为质料作为底层共通地垫在一切之下),因此他说依照质料的实体就自身而言绝非任何形相,既然它甚至不能自身独立存在,而是始终与某种形相一同被考察,归根到底每一事物正是依此形相才拥有名称;因为〔它〕与其他每一事物相区别所依凭的东西,正是从形相中获得的。质料在潜在中存在;因为质料就其自身而言并不是诸形相中的任何一个,而是在潜在中是一切。因为既不是完全无法接受某物者充当该物的质料,正如在更邻近的质料上所能见到的那样(例如石头绝不可能成为陶制器具的质料,因为它的本性不适宜接受这些器具的形相),也不是因为已经具有某物而不再能够[接受它]者作为质料;因为陶器既不会成为其自身的质料,也不会成为同属器物的质料,因为在现实活动中它已经拥有了形相。因此,第一[质料]仅在潜在中被考察,而更邻近的质料中的每一者,也仅仅在潜在中是它充任其质料的那个事物。

§2.5

"Τὸ δὲ εἶδος ἐντελέχεια." Οὐκ εἶπεν ἐντελεχείᾳ κατὰ δοτικὴν πτῶσιν, ἀλλὰ κατ’ εὐθεῖαν.3 ἡ γὰρ τὸ εἶδος λαβοῦσα ὕλη αὐτὴ λέγεται ἐντελεχείᾳ εἶναι, τοῦτο δ’ ἐστὶ τὸ συναμφότερον· τὸ μέντοι εἶδος καθ’ αὑτὸ ἐντελέχειά ἐστιν. ἀντέθηκε δὲ τῷ δυνάμει τὴν ἐντελέχειαν, διότι ἡ μὲν δύναμις ἀτελής, τελειότης δὲ ἡ ἐντελέχεια· σημαίνει γὰρ τὸ ἐν τῷ τέλει εἶναι. ἐν ᾧ δὲ ἕκαστον ἔχει τὸ εἶναι, ἐν τούτῳ τὴν οἰκείαν ἔχει τελειότητα· ἕκαστον δὲ ἔχει τὸ εἶναι κατὰ τὸ ἑαυτοῦ εἶδος· τελειότης ἄρα ἑκάστου τὸ εἶδος αὐτοῦ. εἰ τοίνυν τελειότης τὸ εἶδος, ἡ δὲ τελειότης ἐντελέχεια, εἰκότως μεταλαμβάνει τὸ τοῦ εἴδους ὄνομα εἰς τὸ τῆς ἐντελεχείας. εἰ δὲ καθόλου τὸ εἶδος ἐντελέχεια, εἶδος δὲ ἡ ψυχή, ἐντελέχεια ἄρα ἡ ψυχή. οὐ μόνον δὲ τὸ κατὰ τὸν λόγον εἶδος ἐντελέχειαν λέγει, ἀλλὰ καὶ τὸ κατὰ τὴν μορφήν· καὶ γὰρ ἐν τῇ Φυσικῇ περὶ ἀμφοτέρων διελέχθη· ἡ γὰρ τοῦ ἀνδριάντος [ἡ] μορφὴ ἐντελέχεια αὐτοῦ ἐστι. ἴσως δὲ μετέλαβε τὸ τῆς ἐντελεχείας ὄνομα ἀντὶ τοῦ εἴδους διὰ τὸ καὶ ἐπὶ τῶν συμβεβηκότων φέρεσθαι τὸ τοῦ εἴδους ὄνομα, ὡς ὅταν εἴπω Σωκράτη τὸ εἶδος εἶναι σιμὸν προγάστορα·4 ἀλλὰ ταῦτα οὐ τελειότης ἐστὶ Σωκράτους, ἀλλὰ συμβέβηκε Σωκράτει.

“另一者则是形相,即隐德来希。” 他并没有用与格形式说“在隐德来希中”,而是用了主格。因为接受了形相的质料本身被称为“在隐德来希中”存在,而这就是两者的复合体;然而形相就自身而言则是“隐德来希”。他将隐德来希与潜在相对立,是因为潜在是不完全的,而隐德来希是完满;因为它的意思就是“处于完满[终点]之中”。每一事物在其中拥有存在的那个东西,就在其中拥有其固有的完满;而每一事物是依照其自身的形相而拥有存在的;因此每一事物的完满就是其形相。既然形相是完满,而完满是隐德来希,他把形相的名称转换为隐德来希的名称也就是合情合理的了。如果普遍地说形相是隐德来希,而灵魂是形相,那么灵魂也就是隐德来希。而且他不仅把依照定义的形相称为隐德来希,也把依照外形的形相称为隐德来希;因为在《物理学》中他也论述了这两者;因为雕像的外形就是它的隐德来希。他之所以用隐德来希的名称代替形相,或许是因为形相这一名称也被用于偶性,例如我说苏格拉底“在外形上是塌鼻子、大肚子的”;但这些并不是苏格拉底的完满,而是苏格拉底的偶性。

语法注4 条
  1. 2.4ἐπεὶ οὖν τὸ εἶναι ἑκάστῳ καὶ λέγεσθαι, οἷον ἄνθρωπον, ἵππον, κατὰ τὸ εἶδός ἐστι

    冠词 τὸ 同时统辖 εἶναι 与 λέγεσθαι 两个不定式,ἑκάστῳ 是表示关涉的与格(“对每一事物而言”)。插入短语 οἷον ἄνθρωπον, ἵππον 为对应于不定式未明示主语的宾格表语,表示“如作为人或马而存在或被述说”。

  2. 2.4οὔτε τὸ μηκέτι δυνάμενον τῷ ἤδη ἔχειν αὐτό

    此句为与前文 οὔτε γὰρ τὸ μηδ’ ὅλως ἐπιδεκτικόν τινος ὕλη ἐκείνου ἐστίν 相对称的第二个否定分句,省略了谓语 ὕλη ἐκείνου ἐστίν。定冠词带不定式 τῷ ἤδη ἔχειν αὐτό 作原因与格,意为“由于已经拥有它[而不再能接受者]”。

  3. 2.5Οὐκ εἶπεν ἐντελεχείᾳ κατὰ δοτικὴν πτῶσιν, ἀλλὰ κατ’ εὐθεῖαν.

    针对亚里士多德原文(412a9)格的选择所作的句法注解。注解者在此区分了修饰复合体(质料)存在状态的与格 ἐντελεχείᾳ(“在隐德来希中/现实中”),与直接作为形相主格表语的 ἐντελέχεια(“即隐德来希本身”)。

  4. 2.5Σωκράτη τὸ εἶδος εἶναι σιμὸν προγάστορα

    在宾格不定式结构(Σωκράτη … εἶναι …)中,τὸ εἶδος 作关涉宾格(“在外表上、外貌上”),σιμὸν 与 προγάστορα 为与主语宾格 Σωκράτη 一致的表语宾格。注疏者借用 εἶδος 的非专门日常含义(“容貌”)来说明该词何以有时仅指偶性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:210.23-211.26