- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:209.21-210.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者借用《解释篇》的论述,阐明灵魂界说中的“潜在地”是指具有习性(第一现实性)。随后,他通过区分直接包摄的属概念与更疏远的属概念,解决了既然各类灵魂之间存在先后之别何以不会推翻“具有先后者无共同属”这一规则的疑难。
ὅτι ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει ἄζων ἐστὶ1 καὶ μόνως ἐπιτήδειον πρὸς τὸ καταδέξασθαι τὴν ζωήν. δυνάμει δὲ τὸ δεύτερον τὸ τὴν ἕξιν ἔχον·2 ἔχει γὰρ καθ’ αὑτὸ τὴν ἕξιν τοῦ δύνασθαι ζωοποιεῖσθαι, εἰ καὶ ἀεὶ ζωοποιεῖται ὑπὸ τῆς ψυχῆς, ἔστ’ ἂν ᾖ. ὡς γὰρ ἤδη εἴπομεν, τὰ ἔχοντα τὸ δεύτερον ἐνεργείᾳ, ὅπερ ἐστὶν ὡς τὸ θεωρεῖν, ταῦτα καὶ τὴν ἕξιν ἔχει. ὥστε κἂν ἀεὶ ζωοποιεῖται τὸ σῶμα, οὐκ ἄτοπον ὅσον ἐπὶ τῇ αὐτοῦ φύσει τὸ λέγειν αὐτὸ δυνάμει ζωὴν ἔχειν. δῆλον γὰρ ὅτι ἔχον τὴν δύναμιν τοῦ ζωοποιεῖσθαι δύνασθαι, οὕτω ζωοποιεῖται, ἐπεὶ εἰ μὴ ἔχοι οἴκοθεν τὴν δύναμιν, οὐκ ἂν ζωοποιηθείη. εἶπε δὲ τὸ σημαινόμενον τοῦτο τοῦ δυνάμει καὶ ἐν τῷ Περὶ ἑρμηνείας, ἔνθα διῄρει τὸ δυνατόν· “τὸ γὰρ δυνατόν”, φησίν, “οὐχ ἁπλῶς λέγεται, ἀλλὰ τὸ μὲν ὡς ἐνεργείᾳ ὄν, οἷον δυνατὸν βαδίζειν, ὅτι βαδίζει, καὶ ὅλως δυνατὸν εἶναι, ὅτι ἤδη ἔστι κατ’ ἐνέργειαν”. κατὰ τοῦτο οὖν εἴρηται καὶ τὸ δυνάμει ζωὴν ἔχοντος. ἀπορήσειε δ’ ἄν τις ἴσως ὅτι, εἰ οὐσία ἐστὶν ἡ ψυχὴ ἡ κατὰ τὸ εἶδος, πῶς λέγομεν μὴ εἶναι κοινόν τι γένος3 ψυχῆς (κοινὸν γὰρ αὐτῶν γένος ἡ οὐσία) ἢ πῶς ὅλως ὁμώνυμον εἶναι τὴν ἐντελέχειαν; πῶς δὲ ἔτι ὁ κανὼν ὑγιὴς ὁ λέγων ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος; ἰδοὺ γοῦν ὄντος ἐν ταῖς ψυχαῖς τοῦ προτέρου καὶ ὑστέρου ὅμως τὸ κοινῶς αὐτῶν κατηγορούμενον γένος ἐστί· πᾶσα γὰρ ψυχὴ οὐσία ἐστὶν ἡ κατὰ τὸ εἶδος, ὅπερ καλεῖ ἐντελέχειαν. ὅτι μὲν οὖν οὐχ ὁμοίως ἐντελέχεια πᾶσα ψυχὴ τοῦ ὑποκειμένου αὐτῇ σώματος, ἤδη ἐπελυσάμεθα, ὅτι κἂν λέγηται ἡ λογικὴ ψυχὴ ἐντελέχεια σώματος, ἀλλὰ τῇ ἐνεργείᾳ μόνον ἐστὶν ἐντελέχεια τοῦ σώματος, οὐ τῇ οὐσίᾳ, ὥσπερ αἱ ἄλλαι. ἀλλὰ πῶς, εἴπερ γένος αὐτῶν ἐστιν ἡ οὐσία, καὶ οὐσία ἡ κατὰ τὸ εἶδος, οὐ δοκεῖ λελύσθαι ὁ καθολικὸς κανών; λέγω οὖν ὅτι, ὅτε λέγομεν ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, κοινῶς κατηγορούμενον οὐ τὸ τυχὸν λαμβάνομεν, ἀλλὰ τὸ προσεχῶς περιέχον,4 ἐπεί τοί γε καὶ ζῷον τό τε ἀληθινόν, οἷον ἵππος, καὶ τὸ χαλκοῦν ἢ ξύλινον ὡς μὲν ζῷα ὁμώνυμά ἐστιν (ἔστι γὰρ ἐν αὐτοῖς τὸ πρότερον καὶ τὸ ὕστερον· ἐκ γὰρ τοῦ ἀληθινοῦ τὸ χαλκοῦν ἢ τὸ ξύλινον) καὶ διὰ τοῦτο κατηγορούμενον αὐτῶν τὸ ζῷον ἢ ὁ ἵππος οὐχ ὡς γένος αὐτῶν κατηγορεῖται, οὐδὲν δὲ κωλύει αὐτὰ ταῦτα κοινὰ γένη ἔχειν τὰ πορρωτέρω κατηγορούμενα. τὸ γοῦν σῶμα καὶ ἡ οὐσία ὡς γένος καὶ τοῦ ἀληθινοῦ ἵππου καὶ τοῦ ξυλίνου κατηγορεῖται τὸ αὐτὸ καὶ ἐπὶ πάντων. οὕτως οὖν καὶ ἐπὶ ψυχῆς γένος μὲν αὐτῶν εἶναι τὴν οὐσίαν οὐδὲν κωλύει, προσεχῶς μέντοι περιεκτικὸν αὐτῶν κοινόν τι γένος οὐκ ἔχουσιν· οὔτε γὰρ ἡ ψυχὴ ὡς γένος αὐτῶν κατηγορεῖται οὔτε ἡ ἐντελέχεια. ὡς γὰρ εἶπον, αἱ μὲν αὐτῇ τῇ οὐσίᾳ ἐντελέχειαί εἰσι τοῦ σώματος, αἱ δὲ μόνῃ τῇ ἐνεργείᾳ· οὐχ ὁμοίως ἄρ’ ἐντελέχειαι πᾶσαι, διόπερ ἐστὶν ἐν αὐταῖς καὶ τὸ πρότερον καὶ τὸ ὕστερον.
因为就其自身本性而言,它是无生命的,仅仅适宜于接受生命。而第二种[意义上的]潜在则是具有习性者;因为就其自身而言,它具有能够被赋予生命的能力的习性,即使只要它存在,它就始终由灵魂赋予生命。正如我们已经说过的,那些在现实活动中具有第二者——这就像进行沉思——的事物,也具有该习性。因此,即使物体始终被赋予生命,说就其自身本性而言它潜在地具有生命,也并非不合理。因为显然,它是由于具有能够被赋予生命的能力,才得以如此被赋予生命的;因为如果它自身不具有这种能力,它就不会被赋予生命。在《解释篇》中划分潜在的地方,他也提到了“潜在”的这一含义:“因为潜在的事物,”他说,“并非以单一的方式被述说,而一种是作为现实活动中存在者,例如说能走,是因为正在走;总括地说,说能够存在,是因为它已经在现实活动中存在了。”因此,正是依循于此,才说“潜在地具有生命的[自然物体的]”。 但或许有人会产生疑难:如果灵魂是形相意义上的实体,我们何以说不存在灵魂的共同属(因为实体正是它们共同的属),或者隐德来希何以完全是同名异义的?此外,那条说“凡具有先后之别的事物,共同述说于它们之上的并非属”的规则又如何能保持成立?看哪,在灵魂之中既然存在先后之别,然而共同述说于它们之上的却是一个属;因为一切灵魂都是形相意义上的实体,他把这一形相称为隐德来希。诚然,并非一切灵魂都以同样的方式成为其底层物体的隐德来希,这一点我们已经解决,因为理性灵魂即使被称为物体的隐德来希,但也只是在活动上是物体的隐德来希,而不像其他灵魂那样在实体上是物体的隐德来希。但是,如果实体——而且是形相意义上的实体——是它们的属,普遍的规则难道不显得被推翻了吗? 于是我说,当我们说凡具有先后之别的事物,共同述说于它们之上的并非属时,我们所取的共同述说者并不是任意偶得的述说者,而是直接包摄[上位]的概念。因为事实上,真正的动物(例如马)与青铜制或木制的动物,就作为动物而言也是同名异义的(因为在它们之中存在先后之别,青铜制或木制的动物源自真正的动物),正因如此,述说于它们之上的“动物”或“马”并不是作为它们的属被述说的;但没有什么能阻止这同一批事物拥有那些更疏远的谓项作为共同的属。无论如何,“物体”和“实体”是作为属既述说于真正的马,也述说于木制的马,在所有事物上都是同一回事。因此在灵魂的情形下也是如此,没有什么能阻止实体作为它们的属,然而它们并没有任何直接包摄它们的共同的属;因为“灵魂”与“隐德来希”都不是作为属被述说于它们之上的。因为正如我说过的,有些灵魂依其本身的实体是物体的隐德来希,而另一些则仅仅在活动上是;因此,并非一切灵魂都同样是隐德来希,正因如此,在它们之中也有先后之别。
- 2.2ὅτι ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει ἄζων ἐστὶ
句首的 ὅτι 是表示原因的连词,直接引出对前一部分末尾所提疑问(πῶς οὖν δυνάμει καὶ μὴ ἐνεργείᾳ;)的回答(“因为……”)。
- 2.2δυνάμει δὲ τὸ δεύτερον τὸ τὴν ἕξιν ἔχον
省略了系动词(ἐστί 或 λέγεται)的句式。δυνάμει ... τὸ δεύτερον 作主语,τὸ τὴν ἕξιν ἔχον 作表语,解构为“第二种[意义上的]潜在即指具有习性(ἕξις)者”。
- 2.2ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος
引用亚里士多德著名学说的句式。关系从句 ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον 倒置并先于其所修饰的指示代词 τούτων,构成“在那些具有先后的事物中,共同述说于它们之上的并非属”这一句式骨架。
- 2.2προσεχῶς περιέχον
与 τὸ τυχόν(“任意偶得者”)形成对照的支配分词名词化用法。它充当逻辑学术语,指“直接包摄者”,即最近的属概念(genus proximum)。
