- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:19.20-21.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯探讨了关于墓地幽灵显现乃由精气身体的粗重化和塑形所致的学说并提出了质疑,随后概述了《论灵魂》各卷的结构以及亚里士多德在自然哲学著作末尾上升至超越原因的论述通例。
ἀλλά φασι τὰς ἀκαθάρτους ψυχὰς μετὰ τὴν ἔξοδον τούτου τοῦ σώματος πλανᾶσθαι ἐπί τινα χρόνον μετὰ τοῦ πνεύματος καὶ τοῦτο παραδεικνύναι περὶ τοὺς τάφους. διὸ φροντιστέον εὐζωίας· ὑπὸ τούτου γάρ φασιν τοῦ πνεύματος παχυνθέντος ἐκ μοχθηρᾶς διαίτης κατασπᾶσθαι περὶ τὰ πάθη τὴν ψυχήν. ἔχειν γάρ τι καὶ αὐτό φασι τῆς φυτικῆς ζωῆς· καὶ γὰρ τρέφεσθαι, τρέφεσθαι δὲ οὐχ οὕτως ὡς τοῦτο τὸ σῶμα, ἀλλὰ δι’ ἀτμῶν, οὐ διὰ μορίων ἀλλ’ ὅλον δι’ ὅλου φέρ’ εἰπεῖν, ὡς οἱ σπόγγοι δέχονται τοὺς ἀτμούς. διὰ τοῦτο φροντίζουσιν οἱ σπουδαῖοι τῆς λεπτοτέρας διαίτης καὶ ξηροτέρας, διὰ τὸ μὴ παχύνεσθαι τὸ πνεῦμα, ἀλλὰ λεπτύνεσθαι. πρὸς τοῦτο καὶ τοὺς καθαρμούς φασι παραλαμβάνειν· τοῦτο μὲν γὰρ τὸ σῶμα ὕδατι πλύνεται, ἐκεῖνο δὲ καθαρμοῖς τοῖς διὰ τῶν ἀτμῶν· διὰ γὰρ ἀτμῶν τινῶν μὲν τρέφεται, τινῶν δὲ καθαίρεται. οὐ διωργανῶσθαι δέ φασιν αὐτό, ἀλλ’ ὅλον δι’ ὅλου ἐνεργεῖν κατὰ τὰς αἰσθήσεις καὶ τῶν αἰσθητῶν ἀντιλαμβάνεσθαι. διὸ καὶ Ἀριστοτέλης φησὶν ἐν τοῖς Μετὰ τὰ φυσικὰ ὅτι ἡ κυρίως αἴσθησις μία, καὶ τὸ κυρίως αἰσθητήριον ἕν, αἰσθητήριον λέγων αὐτὸ τὸ πνεῦμα ἐν ᾧ ἡ αἰσθητικὴ δύναμις ὅλη δι’ ὅλου τῶν ποικίλων αἰσθητῶν ἀντιλαμβάνεται. πῶς οὖν φαίνεται διωργανωμένον ἐν τοῖς τάφοις καὶ ποτὲ μὲν ἀνδρείκελον, ποτὲ δὲ καὶ ἄλλου τινὸς τῶν ζῴων μορφὴν ἔχον; λέγουσι πρὸς τοῦτο πρῶτον μὲν ἐκεῖνο ὅτι πολλάκις συμβαίνει τὸ ἀνδρείκελον σχῆμα αὐτὸ ἔχειν ἀπὸ μοχθηρᾶς διαίτης παχυνθὲν καὶ συνδιατυπωθὲν τῷ περιέχοντι σώματι, ὥσπερ ἐπὶ τοῦ κρυστάλλου συμβαίνει· συνδιατυποῦται γὰρ τοῖς ἐν οἷς πήγνυται ἀγγείοις. πῶς οὖν διάφορα σχήματα φαίνεται ἔχον; ἴσως οὖν, φασίν, ὅταν ἡ ψυχὴ βούληται δεῖξαι αὐτό, κινοῦσα τὴν φαντασίαν συντυποῖ αὐτό, ἢ καὶ δαιμονίας ἴσως συνεργείας συνεπιλαβομένης φαίνεσθαί τε καὶ πάλιν ἀφανὲς γίνεσθαι πυκνούμενον καὶ μανούμενον· ἀέριον γὰρ ὂν ὅταν συσταλὲν πυκνωθῇ, ὁρατὸν γίνεται, καὶ πάλιν ἀφανὲς τῇ ἐκτάσει καὶ μανώσει. πρὸς ταῦτα δὲ πάντα τις ἐρεῖ ἀπορῶν, εἰ ἀνθρώπιναι ὅλως εἰσὶ ψυχαὶ διὰ τῶν ἰδίων πνευμάτων ἐν τοῖς τάφοις φαινόμεναι καὶ μὴ πλάνοι τινὲς δαίμονες εἰς πάντα πεφυκότες μεταβάλλεσθαι διὰ τὸ εὔπλαστον τῷ ὄντι τοῦ ἐξηρτημένου αὐτῶν πνευματικοῦ σώματος, ὁπότε καὶ συνεχῶς τοῦτο φαίνονται ποιοῦντες. πῶς δ’ ἄν καὶ ψυχαὶ ἐπί τινα χρόνον ἐνταῦθα πλάζοιντο; πότερον προαιρετῶς ἢ οὔ; εἰ μὲν γὰρ προαιρετῶς, οὐκ ἂν ποτε μετασταίη· εἰς γὰρ τὰ ὑπὸ γῆν δικαιωτήρια ἡ μετάστασις· εἰ δ’ ἀπροαιρέτως ὑπὸ τῆς προνοίας ἀναγκάζεται μένειν, πῶς ἐπαύξεται αὐτῆς εἰς τὴν κακίαν ἡ δύναμις καὶ μείζονα δύναται ἤπερ ἐνταῦθα; εἰ δὲ ὡς ἀποθεμένη1 τὸ τοῦ παχέος σώματος φορτίον, ἔδει μᾶλλον ὡς βάρους ἀπηλλαγμένην καὶ ἐν συναισθήσει καὶ οἷον ἐγγὺς γενομένην τῶν ὑπὸ γῆν δικαιωτηρίων μετριωτέραν γενέσθαι· νῦν δὲ ταῦτα ποιεῖ τὰ κακὰ ἃ μηδὲ ἐνταῦθα ποιεῖν ἠδύνατο. Διαλέγεται δὲ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ περὶ τῶν τοῖς πρὸ αὐτοῦ δοξάντων περὶ ψυχῆς· ἐκθήσεται γὰρ αὐτῶν τὰς δόξας, καὶ τὰ μὲν καλῶς αὐτοῖς δόξαντα ἀποδέξεται, ἐλέγξει δὲ εἴ τι μὴ καλῶς περὶ ψυχῆς ὑπενόησαν. ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τὴν οἰκείαν περὶ ψυχῆς δόξαν ἐκθήσεται, καὶ διαλέξεται περὶ αὐτῆς πρῶτον μὲν κοινότερον καὶ ὁλοσχερέστερον, εἶτα ἰδίᾳ περὶ ἑκάστης ψυχικῆς δυνάμεως. καὶ ἐν μὲν τῷ δευτέρῳ μετὰ τὸ διαλεχθῆναι κοινῶς περὶ ψυχῆς διαλέξεται ἰδίᾳ περί τε τῆς φυτικῆς καὶ τῆς ἀλόγου, ἐν δὲ τῷ τρίτῳ βιβλίῳ περὶ τῆς λογικῆς· μέμνηται δὲ καὶ ἐν τῷ δευτέρῳ τῆς λογικῆς καὶ ἐν τῷ τρίτῳ τῆς ἀλόγου. ὥσπερ δ’ εἴωθεν ἐν πάσαις ταῖς φυσικαῖς πραγματείαις ποιεῖν, πρὸς τοῖς τέλεσιν τῶν πραγματειῶν ἀνάγειν ἑαυτὸν ἐπὶ τὰς ἐξῃρημένας τῶν φυσικῶν πραγμάτων αἰτίας,2 οὕτω καὶ ἐνταῦθα ποιεῖ. καὶ γὰρ ἐν τῇ Φυσικῇ πρὸς τῷ τέλει διαλεγόμενος περὶ κινήσεως καὶ ζητῶν τὸ τῆς κινήσεως αἴτιον ἀνήγαγεν ἑαυτὸν ἐπὶ τὴν πρώτην αἰτίαν καὶ ἀρχὴν τῆς κινήσεως, καί φησιν δεῖν τὸ πρώτως κινοῦν ἀκίνητον εἶναι· εἰ γὰρ κἀκεῖνο κινοῖτο, οὐκ ἂν οὐδὲ τὰ κινούμενα μένοι ἐν τῷ κινεῖσθαι· ὥστε εἰ εἰσὶν τὰ ἀεικίνητα, ἀνάγκη τὸ τούτων κινητικὸν εἶναι ἀκίνητον. εἶτα ἐξυμνήσας τοῦτο ὅτι ἐστὶν ἀσώματον καὶ ἀΐδιον καὶ παντοδύναμον, φησὶν ‘ἀπὸ τοιαύτης ἄρα ἀρχῆς ἐξήρτηται ὁ οὐρανὸς καὶ ὁ κόσμος’. δεῖ γὰρ τὸν τέλειον φυσιολόγον μετὰ τὸ ἀποδοῦναι τὰς φυσικὰς αἰτίας ἀναβαίνειν καὶ ἐπὶ τὰς ἐξῃρημένας καὶ μὴ ἐγκαταμένειν ἐν ταύταις. οὕτως ἐποίησεν καὶ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς.
然而他们说,不洁净的灵魂在脱离这身体之后,在一段时间内会携带着精气徘徊,并在墓地周围显现这[精气]。因此必须关照良善的生活;因为他们说,由于不良的生活方式使这精气变得粗重,灵魂便被向下拖向诸情欲。因为他们说,精气自身也具有植物性生命的某些成分;事实上它受到滋养,但受到滋养的方式不像这身体那样,而是通过蒸汽,不是通过各部分,而是整体通过整体,可以说如同海绵吸收蒸汽一样。因此,勤勉之士注重更为稀薄且更为干燥的生活方式,以使精气不至于变得粗重,而是得以稀薄化。他们说,为了这一目的也采取净化之礼;因为这身体是用清水洗涤的,而那个身体则是通过由蒸汽构成的净化来洗涤的;因为通过某些蒸汽它得到滋养,而通过另一些蒸汽则得到洁净。他们还说,它并未分化出各个器官,而是作为一个整体通过整体依据诸感觉活动并把握感觉对象。因此亚里士多德在《形而上学》中也说,严格意义上的感觉只有一个,严格意义上的感觉器官也只有一个,他所称的感觉器官正是精气本身,在其中感觉能力作为一个整体通过整体把握各种各样的感觉对象。那么,为何它在墓地中显得分化出了各个器官,有时具有人形,有时又具有某种其他动物的形相呢?对此他们首先说,这往往是因为精气因不良的生活方式而变得粗重,并随同包裹着它的身体一同塑形,从而具有人形,正如在冰的情形中所发生的一样;因为冰会随着它凝结于其中的器皿一同塑形。那么,为何它显得具有多样的形状呢?于是他们说,或许当灵魂想要显现它时,便通过激发表象来塑造它,又或许在恶魔的协同协助下,它被凝聚和稀疏,从而显现并再次变得不可见;因为既然它是空气状的,当收缩凝聚时便变为可见,通过延展与稀疏又再次变得不可见。然而针对这一切,有人会提出疑难说:通过本己的精气在墓地中显现的,究竟到底是不是人类的灵魂,抑或是某些本性上因附着于它们的精气身体确实极易塑形而易于转变为一切形状的惑人恶魔,特别是既然它们显得不断如此行事?而且,灵魂又怎能在此处徘徊一段时间呢?是出于意愿还是并非出于意愿?因为如果出于意愿,它们就决不会离去;因为离去的归宿乃是地下审判所;但如果是非出于意愿、被摄理强迫留在此处,它作恶的能力又怎会增加,并且能行比在此处时更大的事呢?如果有人说这是因为卸下了粗重身体的重负,那么它本应作为摆脱了重量、处于自知之中并且仿佛靠近了地下审判所的存在,变得更加克制;然而现在它却在行这些它甚至在此处都未能做出的恶事。 亚里士多德在第一卷中讨论在他之前的人关于灵魂所持的意见;因为他将阐明他们的意见,接纳他们所正确认为的,并反驳他们在关于灵魂的思考中所欠妥的地方。在第二卷中,他将阐明自己关于灵魂的意见,首先以更为普遍和概括的方式讨论它,然后分别讨论灵魂的每一种能力。在第二卷中,在普遍讨论灵魂之后,他将分别讨论植物性能力和无理性能力,在第三卷中讨论理性能力;不过他在第二卷中也提及了理性能力,在第三卷中也提及了无理性能力。正如他在所有自然哲学论著中惯常所做的那样,在论著的末尾将自己提升到超越于自然事物的原因,在此处他也同样如此行事。事实上,在《物理学》的末尾讨论运动并探求运动的原因时,他将自己提升到运动的第一原因和始基,并说第一推动者必然是不动的;因为如果它自身也被推动,被推动的事物甚至不能保持在被推动之中;因此,如果存在永动的事物,它们的推动者必然是不动的。随后他赞颂这一原因是非物体的、永恒的和全能的,并说:“因此,天与世界便悬系于这样的始基之上。”因为完善的自然研究者在给出了自然原因之后,必须进一步上升到超越的原因,而不能滞留于自然原因之中。他在《论生成与消灭》中也是如此行事的。
- 1.0εἰ δὲ ὡς ἀποθεμένη
承接前文疑问(“它作恶的能力又怎会增加……”)而引入预想反驳的省略结构。在 εἰ δὲ 之后省略了诸如“有人说它能行更大的事”之类的主句,ὡς 则引出表原因的分词 ἀποθεμένη(“以……为由”)。
- 1.0ἀνάγειν ἑαυτὸν ἐπὶ τὰς ἐξῃρημένας τῶν φυσικῶν πραγμάτων αἰτίας
不定词 ἀνάγειν 充当前文 ὥσπερ εἴωθεν ... ποιεῖν(“正如他惯常所做的那样”)的同位解释(说明性不定词),具体说明其习惯的内容。分词 ἐξῃρημένας 带分离/比较属格 τῶν φυσικῶν πραγμάτων,意为“从自然事物中分离出来的”或“超越于自然事物的(原因)”。
