← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§208.18-209.21

复合物体中作为形相的灵魂与界说诸条件

斐洛波诺斯论证了灵魂是复合生命物体中作为形相的实体(隐德来希),并探讨了界说中的限制语“自然的物体”以及“潜在地具有生命/器官化的”之含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#2

οὐ γὰρ δὴ τὸ σῶμα ψυχὴν καλοῦμεν· τῆς γὰρ ζωῆς ἀπελθούσης τὸ μὲν σῶμα οὐδὲν ἧττόν ἐστι σῶμα, οὔτε δὲ ζῇ ἔτι οὔτε ἔμψυχον λέγεται· ὥστε ἐν τοῖς ζωὴν ἔχουσιν ἡ ψυχὴ οὐκ ἔστι τὸ σῶμα ἀλλ’ ἡ ἐν αὐτῷ ζωή. τὰ ἄρα ζῶντα τῶν σωμάτων σύνθετά ἐστι ἔκ τε τοῦ σώματος καὶ τῆς ζωῆς τῆς ἐν αὐτοῖς, ἣν καλοῦμεν ψυχήν. σύνθετον ἄρα τὸ ἔμψυχον ἐκ ψυχῆς καὶ σώματος. ἀλλὰ μὴν πᾶσα σύνθετος οὐσία ἐξ ὕλης ἐστὶ καὶ εἴδους· καὶ τὸ ἔμψυχον ἄρα ἐκ ψυχῆς ὂν καὶ σώματος τὸ μὲν ἕξει ὡς ὕλην, τὸ δὲ ὡς εἶδος. εἰ δὲ τὸ εἶδός ἐστι τὸ συνοχῆς καὶ ὅρου τῇ ὕλῃ αἴτιον, τοῦτο δέ ἐστιν ἡ ψυχὴ τῷ σώματι (ἐξελθούσης γάρ, φησί, διαπνεῖται καὶ σήπεται), εἶδος ἂν εἴη τοῦ σώματος ἡ ψυχή, ὕλη δὲ αὐτὸ τὸ σῶμα. ὅτι γὰρ τοῦ εἶναι τῷ σώματι αἰτία ἡ ψυχή, δῆλον ἐξ ὧν τὰ ἔμψυχα αὐτῷ τούτῳ χαρακτηρίζεταί τε καὶ τὸ εἶναι ἔχει· ὅθεν καὶ ἡ συνήθεια τὰ τῆς ψυχῆς ἐστερημένα σώματα, καίτοι οὐδὲν ἧττον σώματα ὄντα καὶ μετὰ τὸν ταύτης χωρισμόν, ὅμως οὐδ’ εἶναι λέγειν·1 “βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή”. ὥστε εἰ σύνθετα μὲν τὰ ἔμψυχα ἐκ ψυχῆς καὶ σώματος, πᾶν δὲ σύνθετον ἐξ ὕλης καὶ εἴδους, ἐν τούτοις δὲ τὸ συνοχῆς καὶ τοῦ εἶναι αἴτιον τὸ εἶδος, τοιοῦτον δὲ καὶ ἡ ψυχὴ ἐν τοῖς ἐμψύχοις, εἶδος ἂν εἴη ἡ ψυχή. οὕτως οὖν εὑρίσκει ὅτι οὐσία ἐστὶν ἡ ψυχὴ ἡ κατὰ τὸ εἶδος, ὅπερ εἶδος καλεῖ ἐντελέχειαν παρὰ τὸ ἓν καὶ τὸ τέλειον καὶ τὸ συνέχειν· καὶ γὰρ ἑνώσεώς ἐστι τῇ ὕλῃ τὸ εἶδος αἴτιον καὶ τελειώσεως, ἐπεὶ καὶ τελειότης ἐστὶ τοῦ ὑποκειμένου καὶ συνέχει αὐτό. ἀποδίδωσιν οὖν ἐντεῦθεν τὸν ὁρισμὸν τῆς ψυχῆς λέγων εἶναι αὐτὴν ἐντελέχειαν, τουτέστιν εἶδος καὶ τελειότητα. τίνος τούτου; σώματος φυσικοῦ, ἵνα ἀντιδιαστείλῃ τῶν τεχνητῶν καὶ τῶν συμβεβηκότων. εἶτα ἐπεὶ καὶ ὁ λίθος φυσικὸν σῶμα, καὶ ἔστι καὶ τούτου τὸ εἶδος ἐντελέχεια, καὶ ἁπλῶς τὰ ἄψυχα πάντα, προσέθηκε δυνάμει ζωὴν ἔχοντος, ἵνα ἀντιδιαστείλῃ τά τε ἄψυχα καὶ τὰ νεκρὰ σώματα καὶ τὸ σπέρμα. οὔτε γὰρ τῶν ἀψύχων τι δυνάμει ζωὴν ἔχει οὔτε τὸ νεκρὸν σῶμα οὔτε τὸ σπέρμα οὔτε τὸ ἔμβρυον τὸ μήπω διωργανωμένον. προϊὼν δὲ εἰς ταὐτὸν ἄγει τὸ διωργανῶσθαι τῷ δυνάμει ζωὴν ἔχειν, ὡς ἑνὶ ἀνθ’ ἑνὸς κεχρῆσθαι τούτῳ, τῷ τε δυνάμει ζωὴν ἔχειν καὶ τῷ διωργανῶσθαι.2 οὔτε οὖν τὸ νεκρὸν δυνάμει ζωὴν ἔχει (κἂν γὰρ δοκεῖ διωργανῶσθαι, ἀλλ’ οὖν, ὡς αὐτός φησιν, ὁμώνυμά ἐστιν αὐτοῦ τὰ μόρια· οὕτω γὰρ λέγεται χεὶρ ἡ τοῦ νεκροῦ, ὥσπερ καὶ ἡ λιθίνη· οὐ γὰρ ἐνεργεῖ τὰ χειρός), οὐδὲ τὸ σπέρμα δυνάμει ζωὴν ἔχει, ἐπεὶ μήπω διοργανωθὲν ἐπιτήδειον γέγονε τὴν ἐκ τῆς ψυχῆς ζωὴν καταδέξασθαι. ἀλλὰ λέγοιτο ἂν τὸ σπέρμα ἢ τὸ μὴ διωργανωμένον ἔμβρυον δυνάμει ζωὴν ἔχον· δύναται γὰρ γενέσθαι δυνάμει ζωὴν ἔχον.3 ἀλλὰ τὸ τέλειον καὶ ἤδη τὴν ζωὴν καταδεξάμενον τοῦτό φησι δυνάμει ζωὴν ἔχον. πῶς οὖν δυνάμει καὶ μὴ ἐνεργείᾳ;

因为我们决不把物体称为灵魂;因为当生命离去时,物体依旧不折不扣是物体,但它既不再活着,也不再被称为具灵魂的;所以在具有生命的事物中,灵魂不是物体,而是其中的生命。因此,诸物体中活着的那些,是由物体以及其中的生命——我们称之为灵魂——所构成的复合者。因而具灵魂者是由灵魂与物体构成的复合者。然而,凡复合实体皆由质料和形相构成;那么,具灵魂者既然由灵魂与物体构成,便将拥有其一作为质料,另一作为形相。如果形相是质料的维系与界限的原因,而灵魂对物体而言正是这一原因(他说,因为当灵魂离去时,[物体]便消散并腐烂),那么灵魂当是物体的形相,而物体本身则是质料。因为灵魂是物体存在的原因,这一点从具灵魂者正是凭借这同一事物被表征并拥有其存在即可明白看出;由此,日常习惯用法对于被剥夺了灵魂的物体,尽管在灵魂分离之后它们仍然不折不扣是物体,却也说它们甚至已不存在:“阿德墨托斯的妻子已逝,不复存在。”所以,如果具灵魂者是由灵魂与物体构成的复合者,而凡复合者皆由质料与形相构成,在这些之中形相是维系与存在的原因,且灵魂在具灵魂者之中也是如此,那么灵魂当是形相。这样,他就发现灵魂是形相意义上的实体,他把这一形相称为隐德来希,源于“一”、“完全”和“维系”;因为形相不仅是质料统一的原因,也是完成的原因,既然它既是底层的完全性又维系着它。于是,他由此给出了灵魂的界说,说它是隐德来希,即形相与完全性。是什么的[形相与完全性]?是自然物体的,以此区别于人工事物与偶性。随后,既然石头也是自然物体,且石头的形相也是隐德来希,并且一切无灵魂之物概莫能外,他就补充了“潜在地具有生命的”,以此区别于无灵魂的事物、尸体以及种子。因为无灵魂之物既无一潜在地具有生命,尸体、种子以及尚未器官化的胚胎也都不具有。随着论述的推进,他将器官化与潜在地具有生命归结为同一回事,将两者——潜在地具有生命与器官化——作为互换之物来使用。因此,尸体并不潜在地具有生命(因为即便它看似器官化了,然而正如他自己所言,它的各部分只是同名异义的;因为死人的手如同石手一样被述说,因为它不行使手的活动),种子也不潜在地具有生命,因为它尚未器官化并变得适宜接受来自灵魂的生命。然而,种子或未器官化的胚胎或许可以被称为潜在地具有生命,因为它能够成为潜在地具有生命者。但他所说的潜在地具有生命者,是指那已经完全且已然接受了生命的。那么,为什么是“潜在地”而非“现实地”呢?

语法注3 条
  1. 2.2ὅθεν καὶ ἡ συνήθεια τὰ τῆς ψυχῆς ἐστερημένα σώματα, καίτοι οὐδὲν ἧττον σώματα ὄντα καὶ μετὰ τὸν ταύτης χωρισμόν, ὅμως οὐδ’ εἶναι λέγειν

    在由关系副词 ὅθεν 引导的从句中,主语是 ἡ συνήθεια(日常习惯用法),主要谓语动词体现为不定式 λέγειν。这并非从属于某一前行句的间接引语,而是起着历史不定式或省略了 εἴωθε(惯于)等限定动词的结构作用;其后夹有让步分词短语(καίτοι ... ὄντα)及 ὅμως,并支配以 τὰ ... σώματα 为主语的否定带宾格的不定式短语 οὐδ’ εἶναι(“述说这些物体甚至已不存在”)。

  2. 2.2ὡς ἑνὶ ἀνθ’ ἑνὸς κεχρῆσθαι τούτῳ, τῷ τε δυνάμει ζωὴν ἔχειν καὶ τῷ διωργανῶσθαι

    连词 ὡς 后接完成时不定式 κεχρῆσθαι,表结果或附带样态(“乃至……般地使用”)。短语 ἑνὶ ἀνθ’ ἑνὸς 是表示“以其一替代另一(互换地)”的固定表达,与格指示代词 τούτῳ 的具体内容由其后两个带冠词的不定式(τῷ ... ἔχειν 与 τῷ διωργανῶσθαι)作同位语予以说明。

  3. 2.2δύναται γὰρ γενέσθαι δυνάμει ζωὴν ἔχον

    表示能力的情态动词 δύναται 支配补充不定式 γενέσθαι,后者带有表语分词短语 δυνάμει ζωὴν ἔχον(“潜在地具有生命者”)。有限动词 δύναται 与副词性与格 δυνάμει 的叠用,在句法上精确表达了两层潜在性(即具有成为‘潜在地具有生命者’的能力)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:208.18-209.21