← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§207.16-208.18

范畴划分与作为实体形相的灵魂

当亚里士多德结束对前人学说的考察并转向阐述自身对灵魂的界说(412a3)时,菲洛波庞分析了这一先行论证过程:通过十范畴的划分确立灵魂是实体,进而通过实体的细分(质料、形相、复合体)将灵魂确定为具有生命的自然物体中的形相。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#1

" Τὰ μὲν οὖν παρὰ τῶν προτέρων παραδεδομένα περὶ ψυχῆς εἰρήσθω." Ἐντεῦθεν, ὡς ἤδη εἶπον, τὴν οἰκείαν περὶ ψυχῆς ἐκτίθεται δόξαν καὶ βούλεται πρῶτον κοινόν τινα λόγον ἀποδοῦναι περὶ πάσης ψυχῆς. πρότερον δὲ προεκτίθεται 〈τὰ〉 εἰς τὴν λῆψιν αὐτῶν τοῦ ὁρισμοῦ συμβαλλόμενα. βουλόμενος γὰρ λαβεῖν τὸ γένος τῆς ψυχῆς πρὸς τὴν τοῦ ὁρισμοῦ ἀπόδοσιν, μᾶλλον δὲ τὸ ἀναλογοῦν γένει,1 ἐπειδὴ καὶ ὁ ὁρισμὸς ἀνάλογόν ἐστιν ὁρισμῷ διὰ τὰς εἰρημένας αἰτίας, πρῶτον εἰκότως ποιεῖται διαίρεσιν τῶν ὄντων εἰς τὰς δέκα κατηγορίας· ἀνάγκη γὰρ καὶ τὴν ψυχὴν τῶν ὄντων οὖσαν ὑπὸ μίαν τούτων τελεῖν. ὅτι μὲν οὖν οὐκ ἔστι συμβεβηκὸς ἡ ψυχή, δῆλον· οὔτε γὰρ ποσόν (τοῦτο γὰρ ἔδειξεν ἔν τε τοῖς πρὸς τὸν Τίμαιον λόγοις, ἐν οἷς ἐδείκνυεν ὅτι ὅλως καὶ μέγεθος εἶναι τὴν ψυχὴν ἀδύνατον, καὶ ἐν τοῖς πρὸς Ξενοκράτην, ἐν οἷς ἐδείκνυ ὅτι οὐχ οἷόν τε αὐτὴν εἶναι ἀριθμόν· ὥστε οὔτε ὡς συνεχὲς ποσὸν ἔσται οὔτε ὡς διωρισμένον· ὅλως ἄρα ποσὸν οὐκ ἔστιν)· ὅτι δὲ οὐδὲ ποιόν ἐστιν, ἔδειξεν ἐν οἷς ἐδείκνυ ὅτι οὐκ ἔστιν ἁρμονία· τοῖς γὰρ αὐτοῖς ἐπιχειρήμασι δείξεις ὅτι οὐδ’ ὅλως ἐστὶ ποιόν. εἰ δὲ μήτε ποσόν ἐστι μήτε ποιόν, σχολῇ γε τῶν ἄλλων τι εἴη συμβεβηκότων·2 ἐκ τούτων γὰρ αἱ λοιπαὶ συνεστήκασιν. οὐσία ἄρα ἡ ψυχή. ἐπεὶ οὖν οὐσία ἡ ψυχή, πάλιν ὑποδιαιρεῖ τὴν οὐσίαν εἴς τε τὴν σύνθετον καὶ τὴν ἁπλῆν, καὶ τὴν ἁπλῆν εἴς τε τὴν ὕλην καὶ τὸ εἶδος. τριττῆς οὖν οὔσης τῆς οὐσίας, μάλιστα οὐσία εἶναι δοκοῦσι τὰ σώματα, μᾶλλον δὲ ὡς πρὸς τοὺς πολλοὺς ἀνθρώπους (τούτων γὰρ μάλιστα ἔχουσι τὴν γνῶσιν), καὶ τῶν σωμάτων μάλιστα οὐσίαι τὰ φυσικὰ σώματα, ἀντιδιαστέλλων πρὸς τὰ τεχνητὰ ἢ καὶ τὰ μαθηματικὰ ἴσως. τεχνητὰ δέ φησι σώματα, οἷς εἴδη τινὰ ἀπὸ τέχνης παραγίνεται, οἷον ὁ θρόνος, τὸ ἀβάκιον· οὐ γάρ ἐστί τι σῶμα ᾗ σῶμα τεχνητόν. τῶν δὲ φυσικῶν σωμάτων συνθέτων ὄντων συγκειμένων [τὸ] ἐξ ὕλης καὶ εἴδους, ἐν τούτοις μᾶλλον οὐσία τὸ εἶδος· κατ’ αὐτὸ τὸ εἶδος [τὸ] γὰρ καὶ ἔστι καὶ λέγεται 〈τὰ〉 σύνθετα. κοινῆς γὰρ οὔσης καὶ μιᾶς τῆς ὕλης ἡ διάκρισις καὶ ἡ καθ’ ἕκαστον οὐσίωσις ἐκ τῶν εἰδῶν. ἐκ μὲν οὖν τῆς διαιρέσεως ταύτης ηὕρομεν ὅτι τε μᾶλλον οὐσία τὰ φυσικὰ σώματα καὶ ὅτι ἐν τούτοις τὸ εἶδος μᾶλλον τῆς ὕλης. ἐντεῦθεν οὖν ζητητέον, ἐν τίνι τούτων θετέον τὴν ψυχὴν ὡς γένει, πότερον σύνθετός τίς ἐστιν οὐσία, ταὐτὸν δ’ εἰπεῖν σῶμα φυσικόν, ἢ ἁπλῆ, καὶ εἰ ἁπλῆ, πότερον ὕλη ἢ εἶδος. ἵνα οὖν τοῦτο εὕρῃ, ἐκ τῶν σαφεστέρων καὶ ὑστέρων ποιεῖται τὴν ἀρχὴν τῆς ζητήσεως. σαφέστερον δὲ τῆς ψυχῆς τὸ ἔμψυχον, τὸ δ’ ἔμψυχον τῷ ζῆν λέγεται ἔμψυχον. τῶν οὖν φυσικῶν σωμάτων, φησί, τὰ μὲν ἔχει ζωήν, καὶ ἔμψυχα καλοῦμεν, τὰ δὲ οὐκ ἔχει. ὥστε ἡ ψυχὴ ἐν τοῖς ἔχουσι ζωὴν τῶν φυσικῶν σωμάτων θεωρεῖται. ταύτην δὲ τὴν ζωὴν ψυχὴν καλοῦμεν.

“那么,关于灵魂从前人那里流传下来的说法,便算已经讲过了。” 从这里开始,正如我已说过的,他阐述自己关于灵魂的看法,并希望首先就一切灵魂给出某种共通的表述。但在此之前,他预先陈述有助于获得关于它们的界说的诸项。因为,为了给出界说而希望把握灵魂的属——或者毋宁说,把握与属相当者,因为由于上述原因,这个界说也是与界说相当者——他自然首先将存在者划分为十个范畴;因为灵魂既然也是存在者之一,就必然归属于其中之一。显然,灵魂并不是偶性;因为它不是数量(因为这已在针对《蒂迈欧》的论述中表明了,在那里他表明灵魂全然不可能是一个量度;并且在针对色诺克拉底的论述中也表明了,在那里他表明它不可能是数目;因此它既不会作为连续的数量存在,也不会作为离散的数量存在;所以全然不是数量);而且它也不是性质,这在他表明它不是和谐的论述中已指明;因为凭着同样的论证,你将表明它完全不是性质。如果它既不是数量也不是性质,就更不可能是其他偶性中的任何一个;因为其余的〔范畴〕都是由这两者构成的。因此,灵魂是实体。既然灵魂是实体,他又将实体进一步细分为复合的与单纯的,并将单纯的[实体细分]为质料与形相。那么,在实体有三重的情况下,物体最被认为是实体——或者毋宁说相对于大众而言是如此(因为大众最具有关于这些物体的认知)——而在诸物体中,自然物体最是实体,以此与人工物体或许还有数学物体相区别。他所说的人工物体,是指那些由技术赋予了某种形相的物体,例如御座、算盘;因为没有任何物体在作为物体的意义上是人工的。在由质料和形相组合而成的复合的自然物体中,形相在这当中更具有实体的地位;因为复合者正是依据形相本身才得以存在并被述说的。因为质料是共通且单一的,而区分以及各自的实体化则源于形相。因此,从这一划分中我们发现,自然物体更具有实体的地位,并且在这些物体中,形相比质料更具有实体的地位。由此便须探究,应当将灵魂作为属置于这之中的哪一项:究竟它是某种复合的实体——也就是说自然物体——还是单纯的实体;如果是单纯的,究竟是质料还是形相。为了发现这一点,他便从更为明晰且在后的事物出发作为探究的起点。然而,具灵魂者比灵魂更为明晰,而具灵魂者是因活着而被称作具灵魂的。他说,因此在自然物体中,有些具有生命,我们称之为具灵魂的,有些则不具有生命。所以,灵魂是在具有生命的自然物体中被观察到的。而这生命,我们便称之为灵魂。

语法注2 条
  1. 2.2μᾶλλον δὲ τὸ ἀναλογοῦν γένει

    对紧接在前的 τὸ γένος τῆς ψυχῆς 的修正性同位说明。正如上一分块(§2.1#3)中所论证的,诸灵魂之间存在“先后”次序因而严格意义上没有共通的属,故此处在句法上对受词做出限定,指出所把握的并非严格的属,而是“与属相当者”。

  2. 2.2σχολῇ γε τῶν ἄλλων τι εἴη συμβεβηκότων

    成语表达 σχολῇ γε 与表示潜势的希求法 εἴη 连用,构成更深一层的否定(a fortiori),意为“就更不可能是其他偶性中的任何一个”。其句法逻辑在于:由于数量和性质是其余七种偶性范畴的基础,在否定了二者之后,其他偶性便更不可能成立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:207.16-208.18