- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:206.6-207.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯以“健康”的多义性为例,说明灵魂的界说是一种通过同名异义言词给出的描摹性界说而非基于属的唯一定义,并阐明完全现实态在各类灵魂中的不同体现以及灵魂之间的先后次序。随后,他解释了在无法为所有灵魂给出一个严格唯一定义的前提下,亚里士多德为何仍旧批评其前人。
λέγομεν γὰρ ὑγιεινὸν σιτίον καὶ φάρμακον ὑγιεινόν, ὁμοίως καὶ φλεβοτομίαν, λέγομεν δὲ καὶ γυμνάσιον ὑγιεινὸν καὶ οὖρα ὑγιεινὰ καὶ σφυγμόν. τούτων οὖν ὁμωνύμων ὄντων δυνάμεθα, φησίν, ἕνα ὁρισμὸν αὐτῶν δι’ ὁμωνύμων φωνῶν ἀποδοῦναι λέγοντες ὑγιεινὸν εἶναι τὸ συμμέτρως ἔχον πρὸς ὑγίειαν. τοῦτο δὲ τὸ συμμέτρως ἔχον πρὸς ὑγίειαν ὁμώνυμόν ἐστιν· ἢ γὰρ ὡς ποιητικὸν ἢ ὡς σημαντικὸν ἢ ὡς φυλακτικόν· καὶ εἰ προσθῶμεν τῷ κοινῷ τὸ ἰδίᾳ ὑπάρχον ἑκάστῳ, τότε γίνεται ἰδίᾳ ἑκάστου ὁρισμός, οἷον τὸ συμμέτρως ἔχον πρὸς ὑγίειαν, ὥστε φυλάττειν αὐτήν, ὡς τὸ γυμνάσιον, ἢ ὥστε σημαίνειν, ὡς τὰ οὖρα ἢ ὡς ὁ σφυγμός, ἢ ὥστε ποιεῖν ὡς τὸ σιτίον. ὥστε φωνῇ μὲν εἷς ὁ ὁρισμὸς οὗτος ὁ λέγων τὸ συμμέτρως ἔχον πρὸς ὑγίειαν, τῷ σημαινομένῳ δὲ πολλοί. οὕτως οὖν οὐδὲ ἡ ἀποδοθεῖσα τῶν ψυχῶν ὑπογραφὴ ὁμώνυμος οὖσα οὐ μία ἔσται, ἀλλὰ πλείους. ἡ γὰρ ἐντελέχεια λέγεται καὶ ἐπὶ τοῦ εἴδους τοῦ ἀχωρίστου τοῦ σώματος καὶ ἐπὶ τοῦ χωριστοῦ. ἔστι γὰρ τελειότης καὶ ὁ κυβερνήτης τοῦ πλοίου καὶ τὸ τῆς σαρκὸς εἶδος τοῦ τῆς σαρκὸς σώματος· ἀλλ’ ὁ μὲν χωριστὸς ὢν τοῦ πλοίου μόνην τὴν ἑαυτοῦ ἐνέργειαν τελειωτικὴν ἔχει τοῦ πλοίου, τὸ δὲ τῆς σαρκὸς εἶδος καὶ καθόλου τὰ ἔνυλα εἴδη αὐτῇ τῇ οὐσίᾳ ἑαυτῶν τελειωτικά ἐστι τῶν ὑποκειμένων. οὕτως οὖν καὶ ἐπὶ τῶν ψυχῶν ἡ μὲν ἄλογος ψυχὴ καὶ ἡ φυτικὴ ἀχώριστον ἔχουσα τὴν οὐσίαν τοῦ ὑποκειμένου καὶ μηδὲ ἐνεργῆσαι χωρὶς τοῦ ὑποκειμένου δυναμένη, αὐτὴν τὴν οὐσίαν ἔχει τελειωτικὴν αὐτοῦ· ἡ μέντοι λογικὴ ψυχὴ οὐ τῇ οὐσίᾳ, ἀλλὰ τῇ ἐνεργείᾳ μόνῃ τελειοῖ τὸ ζῷον· τῇ βουλήσει γὰρ ἑαυτῆς κινεῖ αὐτὸ τοιῶσδε ἢ τοιῶσδε ὡς ὀργάνῳ τῇ ἀλόγῳ ψυχῇ χρωμένη. καὶ ἄλλως ἔστιν ἐν ταῖς ψυχαῖς τὸ πρότερον καὶ τὸ ὕστερον· ἔνθα μὲν γὰρ ἡ λογική, ἐκεῖ πάντως καὶ αἱ λοιπαί, οὐκέτι μέντοι καὶ ἔμπαλιν. ἐν οἷς δὲ τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος· οὐκ ἄρα οὐκ ἔστι κοινόν τι τῶν ψυχῶν γένος,1 ἀλλ’ εἰσὶν ὁμώνυμοι ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. εἶπον δὲ μὴ εἶναι τὴν λογικὴν ἄνευ τῶν ἄλλων πρὸς τὸ ζῷον δῆλον τοῦτο ἀπιδὼν τὸ θνητόν,2 ἐπεὶ ὅσον ἐπὶ τῇ ἰδίᾳ οὐσίᾳ ἑαυτῆς ἡ ψυχὴ καὶ πρὸ τῶν ἀλόγων ζωῶν καὶ μετ’ αὐτὰς καθ’ αὑτὴν εἶναι δύναται· ἀλλ’ ὁ λόγος περὶ ψυχῶν τῶν ἐν τοῖς θνητοῖς ζῴοις τούτοις. ὥστε εἰ ὁμώνυμοι αἱ ψυχαί, ὁμώνυμος καὶ ὁ ἀποδοθεὶς αὐτῶν ὁρισμός, καὶ διὰ τοῦτο οὐχ εἷς. ὅθεν καὶ αὐτὸς εἰδὼς ὅτι ἀδύνατον κυρίως ἕνα ὁρισμὸν ἀποδοῦναι τῆς ψυχῆς, ἀποδιδοὺς αὐτὸν τοῦτον 〈τὸν〉 ὁρισμόν φησιν “εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν”. ζητήσει δ’ ἄν τις ἐκ τῶν εἰρημένων καὶ τί δήποτε, εἰ μὴ δυνατὸν ἕνα ὁρισμὸν πάσης ψυχῆς ἀποδοῦναι, ἐμέμψατο τοῖς πρὸ ἑαυτοῦ μὴ περὶ πάσης ψυχῆς διαλεχθεῖσι. λέγω οὖν ὅτι πρῶτον μὲν ἠδύναντο ποιῆσαι, ὅπερ αὐτὸς ἐποίησεν, εἰ καὶ μὴ ὁρισμόν, ἀλλ’ οὖν κοινόν τινα καὶ ὑπογραφικὸν λόγον ἀποδοῦναι περὶ πάσης· ἔπειτα οὐ τοῦτο μέμφεται αὐτοῖς, διὰ τί μὴ ἕνα ὁρισμὸν ἀποδεδώκασι πάσης ψυχῆς, ἀλλὰ τί μὴ περὶ πάσης διελέχθησαν ἰδίᾳ ἑκάστης, ὃ καὶ αὐτὸς ποιεῖ. μετὰ γὰρ τὸ ἀποδοῦναι τὸν κοινὸν τοῦτον λόγον ἰδίᾳ περὶ ἑκάστης ἐρεῖ καὶ διδάξει περὶ αὐτῶν ὅνπερ ἠπόρησε τρόπον. βουλόμενος γὰρ περὶ τῆς ἀλόγου διαλεχθῆναι, πρῶτον περὶ τῶν ἀντικειμένων διαλέγεται, οἷον περὶ αἰσθήσεως μέλλων διδάσκειν πρότερον τὸν περὶ τῶν αἰσθητῶν ποιεῖται λόγον, καὶ περὶ ὄψεως τὸν τῶν ὁρατῶν, καὶ περὶ θρέψεως τὸν περὶ τροφῶν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· εἶτα οὕτως ἄνεισιν ἐπὶ τὰς ἐνεργείας, κἀκεῖθεν ἐπὶ τὰς δυνάμεις τὰς προακτικὰς τούτων.
因为我们说健康的食物、健康的药物,同样也说[健康的]放血,我们还说健康的锻炼、健康的尿液和脉搏。他说,既然这些事物是同名异义的,我们便能够通过同名异义的言词为它们给出一个唯一定义,即说健康的就是“与健康具有适度关系之物”。但这个“与健康具有适度关系之物”也是同名异义的;因为它要么是作为产生的,要么是作为指示的,要么是作为维持的。如果我们把各物特有的东西加于共通之物上,那时便会形成各物特有的定义,例如:以维持健康的方式与健康具有适度关系之物(如锻炼),或以指示健康的方式(如尿液或脉搏),或以产生健康的方式(如食物)。因此,这个表述为“与健康具有适度关系之物”的定义,在言词上是一个,在所指上却是多个。 因此,同样地,所给出的关于诸灵魂的描摹性界说既然是同名异义的,也就不是单一的,而是多个。因为完全现实态既适用于不可脱离身体的形相,也适用于可脱离的形相。舵手确实是船的完满状态,而肉的形相也是肉的身体的[完满状态];但舵手可脱离于船,仅以他自己的活动作为使船完满者,而肉的形相以及一般的具质料形相,则是以它们自身的实体使基质完满。因此在诸灵魂的情况中也是如此:非理性灵魂与植物性灵魂具有不可脱离基质的实体,甚至不能脱离基质而活动,因而它们以自身的实体使基质完满;然而理性灵魂不是以其实体,而是仅以其活动使动物完满;因为依凭自身的意愿,它将非理性灵魂作为工具,从而以这种或那种方式运动动物。 而且从另一方面来看,诸灵魂之中存在着先后;因为凡是有理性灵魂的地方,其余的灵魂必定全都在,反之却不再成立。而在具有先后次序的事物之间,共通述说者并非属;因此,并不存在诸灵魂的共通属,相反,它们是作为源于一者且关联于一者之物而是同名异义的。我说理性灵魂不能没有其他灵魂,显然是着眼于这种必死动物而言的;因为就其自身的特有实体而言,灵魂在非理性生命之前与之后都能够自存;但这里的论述是关于这些必死动物之中的灵魂的。因此,如果诸灵魂是同名异义的,那么给出的关于它们的定义也是同名异义的,正因如此它并不是单一的。由此,他自己也深知严格说来不可能为灵魂给出一个唯一定义,在给出这个定义本身时才说:“如果确实应当对一切灵魂说出某种共通的东西”。 有人可能还会根据上述说法探究:如果不可能为一切灵魂给出单一的定义,他究竟为何责难前人没有论及一切灵魂?因此我说:首先,他们本可以做他自己所做的事,即即便不是给出定义,至少也可以就一切灵魂给出某种共通的描摹性表述;其次,他责难他们,并不是因为他们没有给出关于一切灵魂的单一的定义,而是因为他们没有分别具体地论述每一种灵魂,而这正是他自己所做的。因为在给出了这一共通表述之后,他将分别具体地论述每一种灵魂,并且正是按照他先前提出疑难的方式就它们进行讲授。因为当他想要论述非理性灵魂时,他首先论述其对立项[对象]:例如,当他准备讲授感觉时,他首先探讨可感觉之物,关于视觉则探讨可见之物,关于营养则探讨食物,其余以此类推;然后他就这样上升到活动,再从活动上升到产生这些活动的发动潜能。
- 2.1οὐκ ἄρα οὐκ ἔστι κοινόν τι τῶν ψυχῶν γένος
这是由前文前提“凡有先后次序之物其共通述词非属”所推导出的结论。此处的双重否定 οὐκ... οὐκ 并非负负得正(“并非不存在”),而是 οὐκ ἄρα 引出推论,与谓词否定 οὐκ ἔστι 相呼应以加强否定语气,即“因此诸灵魂不存在任何共通属”。各语言译文均一致处理为否定结论。
- 2.1πρὸς τὸ ζῷον δῆλον τοῦτο ἀπιδὼν τὸ θνητόν
介词短语 πρὸς τὸ ζῷον ... τὸ θνητόν 作分词 ἀπιδών 的补足语,中间被 δῆλον τοῦτο 隔开(倒置结构 hyperbaton)。τοῦτο 先行指引并强调其后的 τὸ θνητόν,意为“显然着眼于这必死的动物”。
