- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:204.24-206.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对植物性灵魂是否被排除在“第一完全现实态”定义之外的疑难,注释者论证性向(知识)作为活动(沉思)的基底始终伴随着它因而被包含在内;并进一步解释,对所有灵魂给出的并非基于共通属的严格“定义”,而是借助同名异义言词给出的“描摹性界说”。
ἀπορήσειε δ’ ἄν τις ἐκ τῶν εἰρημένων τὴν ἐναντίαν ἀπορίαν, μήποτε οὐδὲ ἐμπεριέχεται1 τῷ ὁρισμῷ τούτῳ ἡ φυτικὴ ψυχή. εἰ γὰρ λέγει τὴν ψυχὴν ἐντελέχειαν εἶναι οὐχ ὡς τὴν θεωρίαν, ἀλλ’ ὡς τὴν ἐπιστήμην, ἡ δὲ φυτικὴ ψυχὴ ἐντελέχειά ἐστιν οὐχ ὡς ἡ ἐπιστήμη, ἀλλ’ ὡς ἡ θεωρία (ἀεὶ γὰρ ἐνεργείᾳ ἐστὶ κατὰ τὸ δεύτερον σημαινόμενον τῆς ἐνεργείας) δῆλον ὅτι οὐκ ἐφαρμόζει τῇ τοιαύτῃ ψυχῇ οὗτος ὁ ὁρισμός. λέγομεν οὖν καὶ πρὸς τοῦτο ὅτι οὐδὲν ἧττον καὶ ἡ φυτικὴ ἐν τῷ ὁρισμῷ περιείληπται. εἰπὼν γὰρ ἐντελέχειαν τὴν ὡς ἐπιστήμην, πᾶσαν ψυχὴν περιείληφεν· τὸ γὰρ πάσῃ καὶ ἀεὶ παρακολουθοῦν εἶπεν. καὶ γὰρ ὅταν ἐνεργῇ ἡ λογικὴ ψυχὴ καὶ ἡ ἄλογος, λέγοιτο ἂν ἐντελέχεια εἶναι ὡς ἐπιστήμη (τοῦτο δέ ἐστιν ὡς ἡ ἕξις, ἥτις ἐστὶ τὸ δεύτερον μὲν δυνάμει, πρῶτον δὲ ἐνεργείᾳ) διότι πᾶσα ἐνέργεια ἀπὸ δυνάμεως τῆς κατὰ τὴν ἕξιν προέρχεται. ἔχει γὰρ δηλονότι ὁ ἐνεργῶν γεωμέτρης καὶ ἐν αὐτῷ τῷ γεωμετρεῖν τὴν γεωμετρικὴν ἕξιν. εἰ γὰρ μὴ εἶχε, πῶς ἐνεργεῖ κατὰ ταύτην ἣν μὴ εἶχεν; ὥστε ἔνθα μὲν ἡ ἐνέργεια ἐκείνη, πάντως καὶ ἡ ἕξις, οὐκέτι μέντοι ὅπου ἡ ἕξις, ἐκεῖ καὶ ἡ ἐνέργεια. ὁ γὰρ καθεύδων γεωμέτρης, ὡς πολλάκις εἶπον, ἕξιν μὲν ἔχει γεωμετρικήν, ἐνέργειαν δὲ οὐκ ἔχει. εἰ τοίνυν ἐπὶ πλέον τῆς ἐνεργείας ἡ ἕξις, διότι ἀεὶ καὶ πᾶσι τοῖς ἔχουσι παρακολουθεῖ, εἰκότως πάσης ψυχῆς καὶ ὁπωσοῦν ἐχούσης, ἐνεργούσης λέγω καὶ μὴ ἐνεργούσης, τὴν ἕξιν δὲ μὴ ἀφῃρημένης, βουλόμενος ἀποδοῦναι τὸν ὁρισμὸν τῷ πᾶσι καὶ ἀεὶ παρακολουθοῦντι ἐχρήσατο, λέγω δὴ τῇ ἐντελεχείᾳ τῇ ὡς ἐπιστήμῃ. ὥσπερ οὖν τὴν ἐνεργοῦσαν ψυχήν, τὴν λογικὴν λέγω καὶ τὴν ἄλογον, περιλαμβάνει, οὕτω καὶ τὴν φυτικήν· ὃ γὰρ ὑπάρχει τῇ φυτικῇ ἀεί, λέγω δὴ τὸ ἐνεργεῖν, τοῦτο ταῖς ἄλλαις ποτέ· ἡ μέντοι δύναμις ἡ δευτέρα, ἥτις ἐστὶν ἡ κατὰ τὴν ἕξιν, πᾶσι πάρεστι καὶ ἀεί. ἄλλως τε αὐτὸς ἐπὶ λέξεως πάσης ψυχῆς εἶναι βούλεται τὸν ἀποδεδομένον λόγον· φησὶν ὅτι ‘εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν, εἴη ἂν ἡ πρώτη ἐντελέχεια’, καὶ ἐπὶ πάσης ἐκτείνων τὸν λόγον καὶ ἐνδεικνύμενος ὡς οὐχ ὁρισμός ἐστιν· διὰ τοῦτο λέγει “εἰ δή τι”. τοῦτο μὲν οὖν οὕτω διῃτήσθω. Ζητῆσαι δ’ ἄξιον ἐπὶ τούτοις, πῶς εἰπὼν αὐτὸς ἐν τῷ προτέρῳ λόγῳ “εὐλαβητέον δὲ ὅπως μὴ λανθάνῃ, πότερον εἷς λόγος αὐτῆς ἐστι, καθάπερ ζῴου, ἢ καθ’ ἕκαστον ἕτερος, οἷον ἵππου, κυνός, ἀνθρώπου”, ἐνταῦθα αὐτὸς ἕνα ὁρισμὸν πάσης ἀποδίδωσι ψυχῆς. φαμὲν οὖν πρὸς τοῦτο ὅτι μάλιστα μὲν οὐδὲ ὁρισμός ἐστιν ὁ ἀποδεδομένος. εἰ γὰρ μὴ ἔστι κοινὸν γένος ψυχῆς ὡς ψυχῆς (ὡς γὰρ οὐσίας δῆλον ὅτι ἐστὶ κοινόν τι γένος αὐτὸ τοῦτο ἡ οὐσία), ὥσπερ οὐδὲ τῶν ἀτόμων καθὸ ἄτομά εἰσιν, εἰ οὖν μὴ ἔστι κοινόν τι γένος ψυχῆς τῶν κατὰ μέρος ψυχῶν ἢ κατ’ εἶδος, μηδὲ μὴν πασῶν ἐστί τι καὶ κοινὸν εἶδος ὡς μόνῳ τῷ ἀριθμῷ διαφερουσῶν, ὥσπερ τῶν κατ’ εἶδος ζῴων ἐστὶ κοινόν τι γένος τὸ ἁπλῶς ζῷον, καὶ ἀνθρώπων ἕν τι εἶδος ὁ ἁπλῶς ἄνθρωπος, πᾶς δὲ ὁρισμὸς γένος ἔχει, οὐδὲ ὁρισμὸν ἄρα πάσης ἔστιν ἁπλῶς ἀποδοῦναι ψυχῆς, ἀλλ’ ὑπογραφήν. ὥστε ὁ λόγος ὁ ἀποδεδομένος ἐνταῦθα περὶ πάσης ψυχῆς ὑπογραφή ἐστι καὶ οὐχ ὁρισμός. ἔπειτα οὐδὲ κυρίως μία ἐστὶν ἡ ὑπογραφὴ αὕτη. ὁμωνύμων γὰρ πραγμάτων τῶν ψυχῶν δι’ ὁμωνύμων φωνῶν τὴν ὑπογραφὴν ἀποδέδωκε·2 τὰ δὲ ὁμώνυμα τῇ μὲν φωνῇ ἕν τί εἰσι, τῷ δὲ σημαινομένῳ πλείονα. καὶ αὐτὸς δέ φησιν ἐν τοῖς Τόποις ὅτι δυνατὸν τῶν ὁμωνύμων ἕνα ὁρισμὸν ἤτοι ὑπογραφὴν δι’ ὁμωνύμων φωνῶν ἀποδοῦναι.
有人可能会根据上述说法提出正相反的疑难:植物性灵魂是否根本没有被包含在这个定义之中?因为如果他说灵魂是完全现实态,不是如同沉思,而是如同知识,而另一方面植物性灵魂是完全现实态,不是如同知识,而是如同沉思(因为按照现实态的第二种含义,它始终处于现实态之中),那么显而易见,这一定义并不适用于这样的灵魂。因此我们对此也回答说,植物性灵魂同样被包含在定义之中。因为在说了如同知识的完全现实态之后,他便包含了所有的灵魂;因为他说出了始终伴随一切者的属性。因为即使在理性灵魂与非理性灵魂活动之时,它们也可以说是如同知识一般的完全现实态(而这就像性向一样,它在潜能上是第二的,但在完全现实态上是第一的),因为一切活动都出于依凭性向的潜能。显然,正在活动的几何学家即便在正在进行几何推演的当下,也拥有几何学的性向。因为如果他没有拥有,他又如何能按照自己没有拥有的东西活动呢?因此,凡是有那活动的地方,性向必定也在,但凡是有性向的地方,活动却不再必然在。因为沉睡的几何学家正如我屡次说过的那样,具有几何学的性向,却不具有活动。那么,如果性向比活动更为宽广,因为它始终伴随所有具有它的人,那么顺理成章地,当他想要为任何灵魂、无论处于何种状态——我是说活动的或不活动的,只要它未被剥夺性向——给出定义时,他就使用了始终伴随一切者的东西,即如同知识般的完全现实态。因此,正如他包括了正在活动的灵魂(我是说理性灵魂和非理性灵魂)一样,他也包括了植物性灵魂;因为那始终属于植物性灵魂的,我是说处于活动之中,有时也属于其他灵魂;然而依凭性向的第二潜能,则是始终且对一切都现存的。此外,他自己在字面上就意图使给出的表述属于一切灵魂;他说:“如果确实应当对一切灵魂说出某种共通的东西,那就会是第一完全现实态”,他将表述扩展到一切灵魂,并暗示这不是定义;正是为此,他才说“如果确实有某种”。那么,这件事就算如此判定了。 在这些问题之外,值得探究的是:既然他自己在上一篇论述中说过“应当小心避免遗漏:灵魂究竟是像动物那样具有单一的定义,还是像马、狗、人那样各自具有不同的定义”,为什么他在这里却自己给出了关于一切灵魂的这唯一一个定义?因此我们对此回答说,首先,给出的表述根本连定义都不是。因为如果并不存在作为灵魂的灵魂的共通属(因为显而易见,作为实体,实体本身就是某种共通的属),正如个体在其作为个体而言并不存在属一样;那么,如果个别的或分种的灵魂不存在某种作为灵魂的共通属,对于它们全体也绝不存在某种作为仅在数目上不同的共通种(如同对于各分种的动物存在着作为共通属的纯粹动物,而对于人存在着作为单一的种的纯粹人那样),且每一个定义都具有属,那么也就根本不可能单纯地为一切灵魂给出定义,而只能给出描摹性界说。因此,这里就一切灵魂给出的表述是一种描摹性界说,而不是定义。其次,这种描摹性界说在严格意义上甚至也不是单一的。因为对于作为同名异义事物的诸灵魂,他是通过同名异义的言词给出了描摹性界说;而同名异义之物在言词上虽是一个,在所指上却是多个。并且他自己在《论题篇》中也说过,可以通过同名异义的言词为同名异义的事物给出单一的定义或描摹性界说。
- 2.1μήποτε οὐδὲ ἐμπεριέχεται
μήποτε 引导由 ἀπορήσειε 支配的间接疑问从句,表达疑虑或担忧(“是否根本不……”)。οὐδέ 加强否定语气,意为“甚至不”。
- 2.1ὁμωνύμων γὰρ πραγμάτων τῶν ψυχῶν δι’ ὁμωνύμων φωνῶν τὴν ὑπογραφὴν ἀποδέδωκε
ὁμωνύμων γὰρ πραγμάτων τῶν ψυχῶν 既可理解为属格独立结构(“因为诸灵魂是同名异义的事物”),也可理解为依附于 ἀποδέδωκε τὴν ὑπογραφήν 的关系属格(“针对作为同名异义事物的诸灵魂”)。各语言统一采取后者作为补足语的解构。
