← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§203.2-204.24

灵魂的共通定义及其普遍适用性

在《论灵魂》第二卷开端(412a3),菲洛波庞论述了亚里士多德提出的灵魂共通定义(潜在具有生命的自然有机身体的第一完全现实态),驳斥了将此定义局限于植物性灵魂的观点,并论证该定义适用于包括非理性和理性灵魂在内的一切灵魂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#1

" Τὰ μὲν παρὰ τῶν προτέρων παραδεδομένα περὶ ψυχῆς εἰρήσθω." Ἐκθέμενος ἐν τῷ πρὸ τούτου βιβλίῳ, ὥσπερ ὑπέσχετο, τὰς τῶν παλαιοτέρων δόξας καὶ διελέγξας, εἴ τι μὴ καλῶς εἴρηται, κατὰ τὰς ἐν προοιμίοις ὑποσχέσεις, ἐν τούτῳ λοιπὸν τὰ αὐτῷ δοκοῦντα περὶ ψυχῆς ἐκτίθεται. καὶ ἐν τῷ δευτέρῳ τούτῳ βιβλίῳ διαλέγεται περὶ τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων, ἐν δὲ τῷ τρίτῳ περὶ τῶν λογικῶν· ποιεῖται μέντοι κἀν τούτῳ μνήμην τῶν λογικῶν καὶ ἐν ἐκείνῳ τῶν ἀλόγων. ἐκτίθεται δὲ ἐν ἀρχῇ τὸν οἱονεὶ κοινὸν ὁρισμὸν τῆς ψυχῆς λέγων ἐντελέχειαν εἶναι σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. τούτου δραξάμενοι τοῦ ὁρισμοῦ ὅσοι τὸν φιλόσοφον βούλονται ἀθάνατον λέγειν τὴν λογικὴν ψυχήν, φασὶν1 ὅτι οὐ πάσης ψυχῆς ἐστιν οὗτος ὁ ὁρισμός, ἀλλὰ τῆς φυτικῆς· ταύτῃ γὰρ μόνῃ ἐφαρμόζει. εἰ γάρ ἐστιν ἐντελέχεια ἡ τελειότης καὶ τὸ εἶδος, φησὶ δὲ τὴν ψυχὴν σώματος εἶναι ἐντελέχειαν, τὸ δὲ εἶδος τῶν σωμάτων ἀχώριστον αὐτῶν ἐστι, δῆλον ὅτι περὶ τῆς ἀχωρίστου τῶν σωμάτων τούτῳ νῦν ὁ λόγος· αὕτη δέ ἐστι μόνη ἡ φυτική. κακῶς δὲ οὗτοι ὑπειλήφασιν· ἔστι γὰρ αὐτῷ τῷ ὄντι κατὰ πάσης ψυχῆς ὁρισμὸς οὗτος ἀποδεδομένος. εἰπὼν γὰρ ἐντελέχειαν εἶναι τὴν ψυχὴν ἐπήγαγε τὴν πρώτην· τῆς γὰρ ἐντελεχείας ἡ μέν ἐστι πρώτη, ἡ δὲ δευτέρα, ἡ μὲν πρώτη, φησίν, ὡς ἡ ἐπιστήμη, ἡ δὲ ὡς τὸ θεωρεῖν. λέγει οὖν ἐντελέχειαν ὡς τὴν ἐπιστήμην, οὐχ ὡς τὸ θεωρεῖν. ἐν γὰρ τῷ ὑπάρχειν, φησί, τὴν ψυχὴν καὶ ὕπνος καὶ ἐγρήγορσίς ἐστιν· ἀνάλογον δὲ ὁ μὲν ὕπνος τῇ ἐπιστήμῃ, ἡ δὲ ἐγρήγορσις τῷ θεωρεῖν. ὥστε εἰ οὕτω βούλεται τὴν ψυχὴν ἐντελέχειαν, ὥσπερ ἔστι τῆς ἐπιστήμης ἡ ἕξις, διὰ τὸ τὴν ψυχὴν μὲν ἀεὶ ἔχειν, ἐν ὅσῳ ζῇ, τὸ ζῷον, μὴ ἀεὶ δὲ ἐνεργεῖν κατὰ αὐτήν, ὡς ἐν τοῖς ὕπνοις, δῆλον ἄρα ὅτι οὐ περὶ τῆς φυτικῆς ἐστιν αὐτῷ ὁ λόγος μόνης. ἡ γὰρ φυτικὴ οὐ κατὰ τὴν ἐπιστήμην θεωρεῖται, ἀλλὰ κατὰ τὴν θεωρίαν· ἀεὶ γὰρ ἐνεργεῖ ἡ φυτικὴ ψυχὴ κατὰ τὸ δεύτερον ἐνεργείᾳ,2 ὅπερ ἐστὶν ὡς τὸ θεωρεῖν, καὶ μᾶλλον ἐν τοῖς ὕπνοις, ἔνθα αἱ λοιπαὶ τῆς ψυχῆς δυνάμεις ἠρεμοῦσι· τότε γοῦν μάλιστα αἱ πέψεις καὶ αἱ περὶ τὰ ἀφροδίσια ἀβούλητοι πολλάκις ὁρμαί. ὥστε μᾶλλον ἂν εἴη περί τε τῆς λογικῆς καὶ τῆς ἀλόγου ὁ λόγος οὗτος ἢ περὶ τῆς φυτικῆς. ἐσμὲν γὰρ ἔμψυχοι κατὰ ταύτας τὰς ψυχὰς καὶ καθεύδοντες· ἔχομεν γὰρ κατὰ τὸ δεύτερον τὴν ψυχὴν δυνάμει, ὅπερ ἐστὶ πρῶτον ἐνεργείᾳ, τοῦτο δέ ἐστιν ὡς ἡ ἐπιστήμη· ἔχει γὰρ ὁ καθεύδων γεωμέτρης τὴν γεωμετρικὴν ἕξιν, τὴν μέντοι θεωρίαν οὐκέτι. ἄλλως τε αὐτὸς ὁρισάμενος καὶ εἰπὼν ὅτι ἔστιν ἡ ψυχὴ ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος, ἐπάγει ὅτι, ὅσον ἐκ τοῦ ὁρισμοῦ, ἀνάγκη τὴν ψυχὴν ἢ μέρη τινὰ αὐτῆς, εἰ μεριστὴ πέφυκεν, ἀχώριστα εἶναι τοῦ σώματος, λέγων δηλονότι περὶ τῆς φυτικῆς· τί γὰρ ἂν καὶ θρέψει ἡ θρεπτικὴ χωρισθεῖσα τοῦ σώματος ἢ ἡ αὐξητικὴ αὐξήσει; ἐνίων γάρ, φησίν, ἡ ἐντελέχεια τῶν μερῶν ἐστιν αὐτῶν. εἶτα ἐπάγει “οὐ μὴν ἀλλ’ ἔνιά γε οὐδὲν κωλύει διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας”. ὥστε καὶ τὸν νοῦν συμπεριέλαβε· τοῦτον γὰρ περὶ σῶμα μὴ ἔχοντα τὰς ἐνεργείας μηδὲ σώματι εἰς τὸ ἐνεργεῖν συγχρώμενον, τοὐναντίον δ’, ὡς εἶπον, καὶ ἐμποδιζόμενον ὑπὸ τούτου, οὐκ ἀνάγκη ἀχώριστον εἶναι.3 εἶτα πάλιν ἐπάγει “ἔτι δ’ ἄδηλον εἰ οὕτως ἐντελέχεια τοῦ σώματος ἡ ψυχὴ ὡς πλωτὴρ πλοίου.” δῆλον δ’ ὅτι οὐκ ἂν τοῦτο εἶπεν, εἴ γε περὶ μόνης τῆς φυτικῆς ἐποιεῖτο τὸν λόγον.

“关于先人所流传的有关灵魂的学说,就算已经讲过了。” 在上一卷中,正如他所承诺的那样,他阐明了较古老学者的意见,并按照序言中的承诺反驳了其中说得不当之处;在这一卷中,他接着阐明自己关于灵魂的主张。在这第二卷中,他讨论了灵魂的非理性能力,而在第三卷中讨论了理性能力;不过,他在这卷中也提到了理性能力,在彼卷中也提到了非理性能力。他在开端阐明了灵魂的所谓共通定义,说它是具有潜在生命的自然有机身体的完全现实态。那些希望这位哲学家主张理性灵魂不朽的人抓住了这个定义,说这个定义并不属于所有的灵魂,而只属于植物性灵魂;因为这唯独适合于它。因为如果完全现实态就是完满和形式,而他说灵魂是身体的完全现实态,且身体的形式与身体是不可分离的,那么显而易见,他现在的论述是关于与身体不可分离之物的;而这唯独是植物性灵魂。但他们的理解是错误的;因为事实上这个定义是由他针对一切灵魂给出的。因为在说了灵魂是完全现实态之后,他补充了“第一的”;因为在完全现实态中,一种是第一的,另一种是第二的,他说,第一种如同知识,第二种如同沉思。因此他所说的完全现实态是如同知识,而非如同沉思。因为他说,在灵魂存在之中既有睡眠也有觉醒;而睡眠类似于知识,觉醒类似于沉思。所以,如果他是把灵魂意图为如同具有知识这种状态一样的完全现实态,因为动物只要活着就始终具有灵魂,但并不始终按照它活动,如同在睡眠中那样,那么显而易见,他的论述并非仅仅关于植物性灵魂。因为植物性灵魂不是按照知识被看待的,而是按照沉思被看待的;因为植物性灵魂始终按照第二现实态活动,这正如沉思一样,并且在睡眠中更是如此,此时灵魂的其余能力处于静止之中;至少在那时,消化活动以及常常违背意愿的性冲动发生得最为频繁。因此,这番论述宁可说是关于理性灵魂与非理性灵魂的,而不是关于植物性灵魂的。因为我们在睡眠中也是按照这些灵魂而有灵魂的;因为我们在第二潜能上,亦即在第一现实态上具有灵魂,而这就像知识一样;因为沉睡的几何学家具有几何学的性向,却不再具有沉思。此外,他自己在给出了定义并说了灵魂是具有潜在生命的自然有机身体的完全现实态之后,接着指出:就定义而言,如果灵魂本性上是可分的,那么灵魂或其某些部分必然是与身体不可分离的——这显然是就植物性灵魂而言的;因为营养能力若是脱离了身体还能滋养什么,或者生长能力又能使什么生长呢?因为他说,某些部分的完全现实态就属于那些[身体]部分自身。接着他补充道:“然而没有任何东西阻止某些[部分是可分离的],因为它们不是任何身体的完全现实态”。因此他也把理智包括了进去;因为理智既没有关于身体的活动,在活动中也不兼用身体,相反正如我说过的甚至受到身体的阻碍,所以并没有必然性要是不可分离的。随后他又补充道:“此外,灵魂究竟是否像船舵手之于船那样是身体的完全现实态,目前还不清楚。”显而易见,如果他仅仅是针对植物性灵魂进行论述,他就绝不会说出这话来。

语法注3 条
  1. 2.1τούτου δραξάμενοι τοῦ ὁρισμοῦ ὅσοι τὸν φιλόσοφον βούλονται ἀθάνατον λέγειν τὴν λογικὴν ψυχήν, φασὶν

    主句的主语是包含关系分句的名词性结构 ὅσοι τὸν φιλόσοφον βούλονται ἀθάνατον λέγειν τὴν λογικὴν ψυχήν,主要动词为 φασίν。关系分句内部,βούλονται 支配带宾格的不定式结构(逻辑主语为 τὸν φιλόσοφον,不定式为 λέγειν),而 λέγειν 进一步带有双重宾格:宾语 τὴν λογικὴν ψυχήν 与宾语补足语 ἀθάνατον。

  2. 2.1κατὰ τὸ δεύτερον δυνάμει, ὅπερ ἐστὶ πρῶτον ἐνεργείᾳ

    这一专业术语表述表达了亚里士多德学说中“第二潜能”与“第一现实”之间的对等关系。κατὰ τὸ δεύτερον δυνάμει(“在第二潜能上”)指已具备知识但当前未施展的状态(如在睡眠中),这在活动的序列上对应于 πρῶτον ἐνεργείᾳ(“在第一现实态上”)。

  3. 2.1τοῦτον γὰρ περὶ σῶμα μὴ ἔχοντα τὰς ἐνεργείας μηδὲ σώματι εἰς τὸ ἐνεργεῖν συγχρώμενον, τοὐναντίον δ’, ὡς εἶπον, καὶ ἐμποδιζόμενον ὑπὸ τούτου, οὐκ ἀνάγκη ἀχώριστον εἶναι.

    该句的核心骨架是非人称结构 οὐκ ἀνάγκη [τοῦτον] ἀχώριστον εἶναι(“[理智]不可分离并不是必然的”),位于句首的前指宾格代词 τοῦτον(承接前句的 τὸν νοῦν)作不定式 ἀχώριστον εἶναι 的逻辑主语。在 τοῦτον 与主谓语之间插入了修饰理智的三个分词短语(ἔχοντα、συγχρώμενον、ἐμποδιζόμενον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:203.2-204.24