← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§201.2-202.20

灵魂能力的局域化与植物的滋养始原

针对高等动物身体各部位与灵魂诸能力局域化的疑难,作者借助气息(普纽玛)之照耀与器官适合性加以调和,并论证了植物的滋养始原同样是一种能够独立存在的灵魂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.204#2

ἐπὶ γὰρ τῶν ἄλλων ζῴων φαίνεται ὁ ἐγκέφαλος αἴτιος εἶναι καὶ κινήσεως καὶ αἰσθήσεως· ἐπιτεθὲν γάρ τι ἐπὶ τὸν ἐγκέφαλον ἀναίσθητον καὶ ἀκίνητον τὸ ζῷον ποιεῖ. τοῦ νεύρου τε διαιρεθέντος, δι’ οὗ ἐπὶ τὸ λοιπὸν σῶμα ἐκ τοῦ ἐγκεφάλου ἥ τε αἴσθησις παραγίνεται καὶ ἡ κίνησις, τὸ μὲν ἄνω μέρος τῆς διαιρέσεως ἅπαν καὶ κινεῖται καὶ αἰσθάνεται, τὸ δὲ κάτω πᾶν καθάπαξ ἀμφοτέρων ἐστέρηται. τὸ αὐτὸ γίνεται καὶ ἐμφράξεως ἐν τῷ νεύρῳ γενομένης. ἔτι τε ὁρᾶται θυμοῦ μὲν γένεσις ἐκ τοῦ περικαρδίου οὖσα αἵματος, ἐπιθυμία δὲ ἅμα συνδιατίθησι τὸ ἧπαρ ἢ ἐκεῖθεν ἔχει τὴν γένεσιν. εἰ τοίνυν αἱ δυνάμεις αὗται ἐν ὑποκειμένῳ σώματι τὸ εἶναι ἔχουσιν, ὁρῶνται δὲ μὴ πᾶσαι διὰ παντὸς χωροῦσαι τοῦ σώματος (οὔτε γὰρ ὄψις οὔτε ἀκοή, οὐκ ὄσφρησις, οὐ γεῦσις· ἥ τε πέττουσα δύναμις ἔν τισι μορίοις ἀφώρισται, θυμός τε οὐ δι’ ὅλου διήκει, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως) ἀνάγκη πᾶσα ἐν ἐκείνῳ ἑκάστην μορίῳ ἱδρῦσθαι ἐν ᾧ καὶ ἐνεργεῖ. φασὶν οὖν πρὸς ταῦτα ὅτι ἀρχαὶ μέν εἰσι τῶν δυνάμεων τούτων τὰ μόρια ταῦτα, οὐ μέντοι καθάπαξ ἐν αὐτοῖς περιωρισμέναι εἰσὶν αἱ δυνάμεις, ἀλλὰ φοιτῶσιν ἐξ αὐτῶν καὶ εἰς τὸ λοιπὸν σῶμα· ὅλον γοῦν τὸ σῶμα καὶ τῷ θυμῷ συνδιατίθεται καὶ τῇ ἐπιθυμίᾳ. οὐκ αὔταρκες δὲ τοῦτο· αὐτὸ γὰρ τοῦτό ἐστιν ἡ ἀπορία ὅτι ἑκάστη τῶν δυνάμεων τῆς ψυχῆς κεκλήρωται μόριόν τι τοῦ σώματος, οὗ πρώτως κατὰ τὴν ἐν αὐτῷ ἱδρυμένην ψυχικὴν δύναμιν ἐνεργοῦντος ἢ πάσχοντος διὰ τὴν συνέχειαν καὶ τὸ λοιπὸν σῶμα συμπάσχει. μήποτε οὖν ἐπὶ μὲν τῶν φυτῶν καὶ τῶν ἐντόμων ἐν αὐτῷ τῷ φαινομένῳ σώματι ἡ ψυχὴ ἔχει τὸ εἶναι, διὸ συνδιαιρεῖται τῷ ὑποκειμένῳ, ἐπὶ δὲ τῶν λοιπῶν ζῴων ἅτε ἐν ἄλλῳ τινὶ ὑποκειμένῳ οὖσα τῷ πνεύματι καὶ κατ’ ἐπιτηδειότητά τινα ἐλλάμπουσα, τοῦτο ὅταν στερηθῇ τῆς ἐπιτηδειότητος ταύτης διαιρεθὲν τυχὸν ἤ τι τοιοῦτο πεπονθός, οὐκέτι χωρεῖ αὐτῆς τὰς ἐνεργείας.1 εἰ δὲ ἐπιτηδειότητος δεῖται πρὸς τὸ ἐλλαμφθῆναι, εἰκότως καὶ ἕκαστον τῶν μορίων αὐτοῦ τὸ μᾶλλον ἔχον ἐπιτηδειότητα πρός τινα ψυχικὴν δύναμιν μᾶλλον ἢ μόνον ἐλλάμπεται, καὶ ἐξ αὐτοῦ διὰ τὴν συνέχειαν καὶ ἐπὶ τὸ λοιπὸν παραπέμπεται σῶμα. ἐν μέντοι τῷ πνεύματι οὕτως ἔχουσιν αἱ ψυχικαὶ δυνάμεις, ὥσπερ ἐν τῷ δένδρῳ αἱ φυτικαί, ὅλαι δι’ ὅλου χωροῦσαι τοῦ πνεύματος.2

因为在其他动物身上,脑被观察到既是运动的原因,也是感觉的原因;因为施加在脑上的某种东西会使动物失去感觉且不能运动。并且当那条感觉和运动都借之从脑到达身体其余部分的神经被切断时,切口上方的部分整体上既运动也感觉,而下方的部分则完全被剥夺了这两者。当神经中产生阻塞时也会发生同样的事情。此外,激气的产生被看到是由心周的血液引起的,而欲望则同时使肝脏处于相应状态,或者从那里产生。因此,如果这些能力在底层的身体中具有它们的存在,并且被观察到并非全部贯通整个身体(因为视觉既不贯通,听觉、嗅觉、味觉也不贯通;消化能力被局限于某些部分,激气也不贯通全体,其余能力同样如此),那么每一项能力都完全必然安置在它所活动的那一部分中。于是针对这些,人们说这些部分是这些能力的始原,然而这些能力绝非完全局限在它们之内,而是从它们出发也到达身体的其余部分;至少整个身体都会因激气和欲望而同时处于相应状态。但这并不充分;因为这恰恰就是疑难所在:灵魂的每一项能力都分到了身体的某个部分,当这个部分主要按照安置在其中的灵魂能力活动或受动时,由于连续性,身体的其余部分也一同受动。那么,难道不是在植物和昆虫身上,灵魂在显现的身体本身中具有存在,因而随着底层一同被分割,而在其余动物身上,由于灵魂存在于另一个底层即气息之中,并按照某种适合性照耀出来,以至于当这个[身体]例如由于被切断或遭受了诸如此类的事情而被剥夺了这种适合性时,就不再容纳灵魂的活动吗?如果它为了被照耀需要适合性,那么它的各个部分中对于某种灵魂能力具有更大适合性的部分受到更大程度的或独有的照耀,并且从该部分出发由于连续性也被传送到身体的其余部分,这也是合乎情理的。然而在气息中,灵魂诸能力的状态就像在树木中植物性诸能力的状态一样,是全体贯通于气息之全体的。

§1.205

"Ἔοικε δὲ καὶ ἡ ἐν τοῖς φυτοῖς ἀρχὴ ψυχή τις εἶναι." Ἐπειδὴ ἐνεκάλεσε τοῖς πρὸ αὐτοῦ φυσικοῖς ὅτι μὴ περὶ πάσης ψυχῆς διελέχθησαν, αὐτὸς τοῦτο ποιεῖ καὶ περὶ πάσης διαλέγεται. εἰπὼν οὖν ἐν τοῖς ἐπάνω καὶ τὰ φυτὰ ἔμψυχα εἶναι, ἐν οἷς ἔλεγεν ὅτι διαιρούμενα τὴν αὐτὴν κατ’ εἶδος ἔχει ψυχήν, καὶ ἔτι ἔνθα ἐνεκάλει τοῖς Ὀρφικοῖς ἔπεσι λέγουσι τὴν ψυχὴν ἐκ τοῦ ὅλου φερομένην ἀναπνεῖν ἡμᾶς, λέγων ὅτι οὐχ οἷόν τε τοῖς φυτοῖς τοῦτο συμβαίνειν, νῦν οὖν ὅτι ψυχὴ καὶ ἡ ἐν τοῖς φυτοῖς, τοῦτο πιστοῦται ἐκ τοῦ κοινὴν ταύτην μόνην εἶναι τὴν δύναμιν καὶ τῶν φυτῶν καὶ τῶν ζῴων. εἰ γὰρ ἐν τοῖς ζῴοις ψυχική ἐστι δύναμις ἡ θρεπτικὴ καὶ αὐξητικὴ καὶ γεννητική, ὁρῶνται δὲ αὗται καὶ ἐν τοῖς φυτοῖς, δῆλον ἄρα ὅτι κἀκεῖνα ἔμψυχα ἂν εἴη. τὸ δὲ μόνης ταύτης ἀντὶ τοῦ κατὰ μόνην ταύτην κοινωνεῖ τοῖς φυτοῖς τὰ ζῷα.3

“而且植物中的始原似乎也是某种灵魂。” 既然他指责了在他之前的自然哲学家们没有论述所有的灵魂,他自己便做这件事并论述所有的灵魂。因此,在上面已经说过植物也是有灵魂的——在那些地方他说植物在被分割时具有形式上相同的灵魂,此外在指责俄耳甫斯史诗主张我们呼吸从全体飘来的灵魂的地方,他说植物不可能发生这种事——,现在他就根据唯独这一种能力是植物和动物所共同具有的这一事实,确证了植物中的始原也是灵魂。因为如果在动物中滋养、生长和生殖的能力是灵魂的能力,而这些在植物中也被观察到,那么显而易见,它们也是有灵魂的。而“唯独这个”是代替说动物“唯独按照这个”与植物共有。

§1.206

"Καὶ αὐτὴ μὲν χωρίζεται τῆς αἰσθητικῆς ἀρχῆς." Διὰ τούτων ἐκεῖνό φησιν· ἡ μὲν φυτικὴ ἀρχὴ ἄνευ τῆς αἰσθητικῆς εἶναι δύναται, ἐκείνη δὲ οὐκ ἄνευ ταύτης. τοῦτο δὲ οὐχ ὡς τῆς ψυχῆς ἀμφοτέρας ἐχούσης τὰς δυνάμεις χωριστάς (τοῦτο γὰρ ἔναγχος ἤλεγξεν), ἀλλ’ ὅτι ἐν οἷς μὲν ἡ φυτική, οὐ πάντως καὶ ἡ αἴσθησις, ἐν οἷς δὲ ἡ αἴσθησις, πάντως καὶ ἡ φυτική. εἰ δὲ μὴ οἷόν τε τὴν αἰσθητικὴν ἄνευ τῆς φυτικῆς εἶναι, δῆλον ὡς καὶ αὕτη ψυχή ἐστι. διαλέγεται δὲ καὶ περὶ ταύτης ὡς ψυχικῆς δυνάμεως, ἐπεὶ ἐζήτησεν ἀνωτέρω, τίνι μορίῳ τῆς ψυχῆς τὸ ζῆν ἔχομεν. ἐρεῖ δὲ ἐν τοῖς ἑξῆς ὅτι κατὰ ταύτην τὴν δύναμιν τὸ ζῆν ἐν τοῖς ἐμψύχοις ὑπάρχει.

“而它本身与感觉始原相分离。” 通过这些话他指出那一意思:植物性始原可以没有感觉始原而存在,而后者不能没有前者而存在。但这并不是说灵魂将两种能力作为分离的而具有(因为他刚才已经驳斥了这一点),而是说在具有植物性始原的事物中,感觉并不必然存在,但在具有感觉的事物中,植物性始原必然也存在。而如果感觉始原不可能没有植物性始原而存在,那么显然这[植物性始原]也是灵魂。并且他也把这作为一种灵魂能力来论述,因为他在上文探究过我们因灵魂的哪一部分而具有生命。并且他在接下来的地方将说,按照这一能力,生命存在于有灵魂者之中。

语法注3 条
  1. 1.204μήποτε οὖν ἐπὶ μὲν τῶν φυτῶν καὶ τῶν ἐντόμων ἐν αὐτῷ τῷ φαινομένῳ σώματι ἡ ψυχὴ ἔχει τὸ εἶναι, διὸ συνδιαιρεῖται τῷ ὑποκειμένῳ, ἐπὶ δὲ τῶν λοιπῶν ζῴων ἅτε ἐν ἄλλῳ τινὶ ὑποκειμένῳ οὖσα τῷ πνεύματι καὶ κατ’ ἐπιτηδειότητά τινα ἐλλάμπουσα, τοῦτο ὅταν στερηθῇ τῆς ἐπιτηδειότητος ταύτης διαιρεθὲν τυχὸν ἤ τι τοιοῦτο πεπονθός, οὐκέτι χωρεῖ αὐτῆς τὰς ἐνεργείας.

    μήποτε οὖν 引导一个试探性的肯定提议(“难道不是……”)。句子的基本框架是 ἐπὶ μὲν τῶν φυτῶν 与 ἐπὶ δὲ τῶν λοιπῶν ζῴων 的对比结构。在后一分句中,由 ἅτε 引出的分词短语修饰主语,随后指示代词 τοῦτο(指显现的肉体)作为主语,越过 ὅταν 从句后与主动词 οὐκέτι χωρεῖ 相联系。

  2. 1.204ἐν μέντοι τῷ πνεύματι οὕτως ἔχουσιν αἱ ψυχικαὶ δυνάμεις, ὥσπερ ἐν τῷ δένδρῳ αἱ φυτικαί, ὅλαι δι’ ὅλου χωροῦσαι τοῦ πνεύματος.

    οὕτως ἔχουσιν ... ὥσπερ 表示样态的比较。形容词 ὅλαι 在性、数、格上与主语 αἱ ψυχικαὶ δυνάμεις 一致,构成习惯表达 ὅλαι δι’ ὅλου(全体贯通于全体),修饰其完全弥漫而非局部定位的存有状态。

  3. 1.205τὸ δὲ μόνης ταύτης ἀντὶ τοῦ κατὰ μόνην ταύτην κοινωνεῖ τοῖς φυτοῖς τὰ ζῷα.

    针对亚里士多德原文(411b28: ταύτης γὰρ μόνης κοινωνεῖ)的句法解释。ἀντὶ τοῦ 结构指出属格短语 μόνης ταύτης 的功能等同于介词短语 κατὰ μόνην ταύτην(“唯独按照这一项”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:201.2-202.20