- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:199.12-201.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解411b14–19,论证若灵魂按部分可分,则理智也必须维系身体的某个特定部分,但由于理智不依赖身体,这在构想上是不可能的,从而确立了理智的可分离性;随后通过植物和昆虫被分割后仍能存活的事实,驳斥了灵魂在空间上分属于不同部分的观点。
" Ἀπορήσειε δ’ ἄν τις καὶ περὶ τῶν μορίων αὐτῆς, τίνα ἔχει δύναμιν ἕκαστον ἐν τῷ σώματι." Καὶ τοῦτο εὐλόγως ἀπορήσειεν ἄν τις. εἰ γὰρ ὅλη ἡ ψυχὴ τὸ ὅλον σῶμα συνέχει (εἶπε γὰρ πρὸ ὀλίγου “δοκεῖ γὰρ τοὐναντίον μᾶλλον ἡ ψυχὴ τὸ σῶμα συνέχειν”) εἰ οὖν ἡ ὅλη τὸ ὅλον σῶμα συνέχει, μεριστὴ δέ ἐστιν ἡ ψυχὴ καὶ διῄρηται εἰς πλείω μόρια, ἀνάγκη καὶ ἕκαστον μέρος αὐτῆς τοῦ σώματός τι συνέχειν, ὥσπερ καὶ ἐδόκουν λέγειν τὸ λογιστικόν τε καὶ αἰσθητικὸν τιθέντες ἐν ἐγκεφάλῳ, τὸ θυμικὸν ἐν τῇ καρδίᾳ, καὶ ἄλλο ἀλλαχοῦ. ἕκαστον οὖν μόριον αὐτῆς μόριόν τι τοῦ σώματος συνέξει ἐν ᾧ καὶ ἔστιν· οὐ γὰρ τὸ ἐν ἄλλῳ μορίῳ τοῦ σώματος τῆς ψυχῆς μόριον ἄλλο μόριον τοῦ σώματος συνέξει· ἕκαστον γὰρ μόριον τῆς ψυχῆς τοῦ ἐν ᾧ ἐστι συνεκτικόν ἐστι. τοῦτο δέ, φησίν, ἔοικεν ἀδύνατον, τουτέστι τὸ λέγειν ἕκαστον μόριον τῆς ψυχῆς μόριόν τι συνέχειν τοῦ σώματος. εἰ γὰρ τοῦτό ἐστιν, ποῖον μόριον, φησίν, ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι·1 μόριον γὰρ τῆς ψυχῆς καὶ ὁ νοῦς. εἰ τοίνυν συνέχει μὲν τὸ σῶμα ἡ ψυχή, ἔστι δὲ μεριστή, καὶ τὰ μόρια αὐτῆς εἰκότως μόριον τοῦ σώματος συνέξει· μόριον δὲ τῆς ψυχῆς καὶ ὁ νοῦς· καὶ αὐτὸν ἄρα δεῖ μόριόν τι τοῦ σώματος συνέχειν. τοῦτο δὲ καὶ πλάσαι, φησί, χαλεπόν. αἱ μὲν γὰρ ἄλλαι δυνάμεις τῆς ψυχῆς, ἅτε συγκινοῦσαι ἐν ταῖς ἐνεργείαις τὸ σῶμα ἢ ὅλον ἢ μόριον, κἂν ὑπονοηθεῖεν ἔν τισιν ἀφωρισμένοις μορίοις· οὗτος δὲ μὴ προσχρώμενος ἐν ταῖς ἐνεργείαις τῷ σώματι πῶς ἂν ὑπονοηθείη ἔν τινι μορίῳ εἶναι; ἐναργῶς ἄρα διὰ τούτων χωριστὸν τοῦ σώματος τὸν νοῦν φησιν· εἰ δὲ τοῦτο, καὶ ἀθάνατον, ὃ καὶ αὐτὸς εἶπε πολλάκις. καὶ τὰς χρήσεις ἡμεῖς ἐν τοῖς προοιμίοις παρεθέμεθα. ἐν τούτῳ δὲ τῷ χωρίῳ ὁ Ἀλέξανδρος ἀπορήσας παντελῶς εἰπεῖν τι τοῦ ἰδίου σκοποῦ ἐχόμενον, σιωπῇ παρῆκε τὸ χωρίον. καὶ ἐξ αὐτῶν ἄρα τῶν ἐνταῦθα λεγομένων δῆλός ἐστιν ὁ Ἀριστοτέλης ἑτέρας οὐσίας εἶναι λέγων τὸν νοῦν καὶ χωριστόν.
“人们也可以就它的各个部分提出疑难:每一个部分在身体中具有什么能力。” 而且对此人们也可以合理地提出疑难。因为如果整个灵魂维系着整个身体(因为他不久前说过:“因为相反,似乎毋宁是灵魂维系着身体”),那么如果全体维系着整个身体,而灵魂又是可分的并被分割为更多的部分,那么它的每一个部分也必然维系身体的某个部分,正如那些将理知部分和感觉部分置于脑中、将激气部分置于心脏中、将另一部分置于别处的人所似乎主张的那样。因此,它的每一个部分将维系它自身所在的身体的那一部分;因为身体这一部分之中的灵魂部分不会去维系身体的另一部分;因为灵魂的每一个部分所维系的正是它自身所在的部分。但他指出,这似乎是不可能的,也就是说,说灵魂的每一个部分维系着身体的某个部分。因为如果是这样,他说,理智将维系哪个部分,或者如何维系,甚至连想象都是困难的;因为理智也是灵魂的一个部分。因此,如果灵魂确实维系身体,且是可分的,那么它的各个部分也理应维系身体的部分;而理智也是灵魂的一个部分;因此理智自身也必须维系身体的某个部分。但他指出,这一点甚至连想象都是困难的。因为灵魂的其他能力,鉴于它们在现实活动中或全体或部分地共同运动身体,固然可以被设想在某些特定的部分中;但这一个[理智]在现实活动中并不使用身体,又怎能被设想在任何部分中呢?因此,通过这些话他显然在说理智是与身体可分离的;如果这样,它也是不朽的,这一点他自己也多次说过。并且我们在绪论中已经引证了这些段落。然而在这一节中,亚历山大全然无法说出任何符合他自身宗旨的话,因而默然略过了这一节。因此,单从此处所说的事情本身也清楚表明,亚里士多德在说理智是不同实体的且是可分离的。
"Φαίνεται δὲ καὶ τὰ φυτὰ διαιρούμενα ζῆν." Ἐλέγξας τῷ λόγῳ τοὺς λέγοντας μεριστὴν εἶναι κατὰ μόρια τὴν ψυχήν, νῦν ἐπ’ αὐτῶν τῶν πραγμάτων ψευδῆ ὄντα τὸν λόγον δείκνυσι. τὰ γὰρ φυτά, φησίν, ἔτι καὶ τὰ ἔντομα τῶν ζῴων ἐὰν διαιρεθῇ, φαίνεται ἓν ἕκαστον τῶν μορίων τὰς αὐτὰς ἔχον ἀπαραλλάκτως ψυχικὰς δυνάμεις· ἐν ἑκάστῳ γὰρ τῶν κλάδων ἐστὶ καὶ γεννητικὴ καὶ θρεπτικὴ καὶ αὐξητικὴ δύναμις, ἔτι τε καὶ τὰ μέρη τῶν διαιρεθέντων ἐντόμων ἕκαστον ὁρᾶται ἔχον καὶ αἴσθησιν καὶ κίνησιν. εἰ δὲ μεριστὴ ἦν ἡ ψυχὴ κατὰ μόρια, οὐκ ἂν τοῦτο ἦν, ἀλλ’ ἦν ἐν τῷδε μὲν τῷ μορίῳ ἡ αἴσθησις, ἐν τῷδε δὲ ἡ κίνησις. ἡ δὲ γεννητικὴ ἢ εὐθὺς ἔφθαρται ἐπὶ τῶν ἐντόμων ἅμα τῇ διαιρέσει ἢ δυνάμει ἐστὶν ἐν ἑκάστῳ, ἢ οὐδὲ ἔστιν ὅλως· τὰ πολλὰ γὰρ αὐτῶν, ἴσως δὲ καὶ πάντα, οὐ γεννᾷ. ὥστε μία καὶ ἡ αὐτὴ ψυχὴ ἐπὶ τούτων πρότερον μὲν τῷ ἀριθμῷ, πρὶν διαιρεθῇ, μετὰ δὲ τὸ διαιρεθῆναι τῷ εἴδει, οὐκέτι μέντοι καὶ τῷ ἀριθμῷ· οὐ γὰρ οἷόν τε τὰς ἐν διῃρημένοις οὔσας ὑποκειμένοις μίαν εἶναι τῷ ἀριθμῷ. τοῦ δὲ μὴ ἐπὶ πολὺ ζῆν τὰ μόρια τῶν ἐντόμων αἴτιόν φησι τὸ μὴ ἔχειν μόρια ὀργανικὰ ταῖς τῆς ψυχῆς ὑπηρετοῦντα δυνάμεσιν, ἔντερα τυχὸν ἢ ὀφθαλμοὺς ἢ στόμα ἢ τὰ τοιαῦτα, δι’ ὧν τοῦ σώματος τὸ ἀπορρέον ἀνυφαίνεται. καὶ ὁμοειδεῖς εἰσιν ἀλλήλαις καὶ τῇ ὅλῃ, ἀλλήλων μὲν ὡς οὐ χωριστὰ ὄντα, τῆς δὲ ὅλης ψυχῆς ὡς διαιρετῆς οὔσης.2 τὰ γὰρ μόρια τοῦ ἐντόμου, ὁμοίως δὲ καὶ τῶν φυτῶν ἑαυτοῖς τέ εἰσιν ὁμοειδῆ, ὅτι οὐ χωριστὰς ἔχουσι τὰς δυνάμεις τῆς ψυχῆς, ἀλλὰ πᾶσαι αἱ δυνάμεις ἐν ἑκάστῳ εἰσί. τοῦτο γάρ ἐστι τὸ ἀλλήλων μὲν ὡς οὐ χωριστὰ ὄντα. εἰσὶ δὲ καὶ τῇ ὅλῃ ψυχῇ ὁμοειδῆ τῇ πρὸ τῆς τοῦ ζῴου διαιρέσεως. εἰσὶ δὲ αὐτῇ διὰ τοῦτο ὁμοειδῆ, ὡς διαιρετῆς οὔσης τῆς ὅλης εἰς ὁμοιομερῆ· τῶν γὰρ εἰς ὁμοιομερῆ διαιρουμένων ὁμοειδῆ τὰ μέρη τοῖς ὅλοις. διαιρεῖται δὲ κατὰ συμβεβηκός· τῷ γὰρ τὸ ἐν ᾧ ἐστι διαιρεῖσθαι καὶ αὐτὴ συνδιαιρεῖται. ὁ μὲν οὖν Ἀριστοτέλης ἐπί τινων παραδειγμάτων γυμνάσας τὸν λόγον, τῶν φυτῶν λέγω καὶ τῶν ἐντόμων, εὐοδοῦντα αὐτὸν εὗρεν. ἀπορήσειε δ’ ἄν τις, μήποτε οὐκ ἐπὶ πάντων ἀληθὴς ὁ λόγος.
“而且植物在被分割时也被观察到依然活着。” 在用论理驳斥了那些主张灵魂按部分可分的人之后,现在他根据事物本身表明这一说法是虚假的。因为他说,植物以及动物中的昆虫如果被分割,其每一个部分都被观察到毫无差异地具有相同的灵魂能力;因为在每一个枝条中都具有生殖、滋养和生长的能力,而且被分割的昆虫的各个部分每一个都被看到既具有感觉又具有运动。但如果灵魂是按部分可分的,就不会是这种情况,而是在这一部分中有感觉,在另一部分中有运动了。至于昆虫中的生殖能力,或者随着分割而立刻毁灭了,或者潜在地存在于每一个部分之中,或者根本不存在;因为它们中的大多数、或许甚至是全部,都不进行生殖。因此,在这些事物中,分割之前在数目上是同一个灵魂,而在被分割之后则在形式上是同一个灵魂,然而不再在数目上是同一个;因为存在于被分割的底层中的那些〔灵魂〕不可能在数目上是单一的。而昆虫的各个部分不能长久活着的原因,他指出是因为它们不具有服务于灵魂诸能力的器官性部分,例如肠子或眼睛或嘴或诸如此类通过它们可以补充身体流失之物的部分。而且它们彼此之间以及相对于全体而言都是同形式的,但“彼此之间是作为并不分离的存在者,而相对于整个灵魂而言是作为它是可分的存在者”。因为昆虫的各个部分,同样植物的各个部分,彼此之间是同形式的,是因为它们所具有的灵魂能力并不是分离的,而是所有的能力都在每一个部分之中。因为这就是“彼此之间作为并不分离的存在者”的意思。而且它们相对于动物被分割之前的整个灵魂而言也是同形式的。它们由于这一缘故而与它同形式,乃是鉴于全体可被分割为同质部分;因为在被分割为同质部分的事物中,部分与全体是同形式的。但它是附带地被分割的;因为由于它所在的事物被分割,它自身也被一同分割。亚里士多德在某些实例——我说的是植物和昆虫——上操练了这一论理,发现它进行得很顺利。但人们可能会提出疑难:也许这一论理并非对所有事物都成立。
- 1.203ποῖον μόριον, φησίν, ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι
间接疑问从句“ποῖον μόριον... ἢ πῶς ὁ νοῦς συνέξει”(理智将维系哪个部分或如何维系)前置,作为无人称表语“χαλεπὸν [ἐστι] καὶ πλάσαι”(甚至连想象都是困难的)的主题/主语。其中“καί”作副词用,意为“甚至/连……也”。
- 1.204ἀλλήλων μὲν ὡς οὐ χωριστὰ ὄντα, τῆς δὲ ὅλης ψυχῆς ὡς διαιρετῆς οὔσης
此处引用并解释亚里士多德的原文字句(411b22–24)。前半句“ἀλλήλων μὲν ὡς οὐ χωριστὰ ὄντα”为中性复数主格分词短语,在意义上指代昆虫或植物的各个部分,意为“彼此之间作为并未分离的”;后半句“τῆς δὲ ὅλης ψυχῆς ὡς διαιρετῆς οὔσης”是带有 ὡς 的属格独立结构,表视角或原因,即“鉴于整个灵魂是可分的”。
