- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:197.31-199.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐述了灵魂由不同实体构成却通过质料与形式的关系结合为一体的观点,探讨了这种结合在人类灵魂中的运作,以及在非理性动物和植物中各灵魂部分的结合难题与解答。
καὶ γὰρ αὐτὸς οὐ βούλεται μὲν μίαν οὐσίαν εἶναι τῆς ψυχῆς, ἀλλὰ ἐκ διαφόρων συγκεῖσθαι οὐσιῶν, ἡνωμένων μέντοι τούτων ἀλλήλαις καὶ συνεχῶν οὕτως ὡς καὶ μίαν γίνεσθαι αὐτῶν τὴν συμπάθειαν. διαβαίνει γάρ τι καὶ ἐκ τοῦ λόγου εἰς τὰ πάθη καὶ ἐξ ἐκείνων εἰς τὸν λόγον· τό τε γὰρ ὑποτετάχθαι τὰ πάθη καὶ εἴκειν λόγῳ ἄνωθεν ἐκ τῆς τοῦ λόγου συλλήψεως αὐτοῖς ἐφήκει,1 τό τε πρὸς τὰς οἰκείας ἐνεργείας ἐμποδίζεσθαι τὸν λόγον ἐκ τῆς πρὸς τὰ πάθη σχέσεως αὐτῷ περιγίνεται. οὕτως οὖν μία οὐσία ἡ ψυχή, ὡς καὶ τὸν ὅλον ἄνθρωπον μιᾶς φαμεν εἶναι οὐσίας, καὶ ἁπλῶς τὰ ἐξ ὕλης καὶ εἴδους· ἐπεὶ ὅτι γε οὐδὲ ἡ ἄλογος ψυχὴ πᾶσα μιᾶς οὐσίας ἐστί, δεικνύει τὸ μάχεσθαι ἀλλήλοις πολλάκις τὰ πάθη, θυμὸν λέγω καὶ ἐπιθυμίαν· οὐδὲν δὲ αὐτὸ ἑαυτῷ μάχεται. πολλάκις γοῦν πρὸς τοῦ λόγου μᾶλλον ὁ θυμὸς γίνεται ὡς συγγενέστερος διὰ τὸ φιλότιμον, ἀνθέλκει δὲ ἡ ἐπιθυμία. εἰ δέ τις ἐπιζητοίη, τί οὖν τὸ ἑνοῦν τὰς διαφόρους ταύτας οὐσίας, λέγομεν ὅτι αὐτὸς ἐν ἄλλοις εἶπεν ὅτι ἐν οἷς τὸ μὲν εἴδους λόγον ἐπέχει, τὸ δὲ ὕλης, ἐν τούτοις οὐ δεῖ ζητεῖν τί τὸ ἑνῶσον ταῦτα· οἴκοθεν γὰρ ἔχουσι τὴν ἕνωσιν· πέφυκε γὰρ ἡ ὕλη, ἐπειδὰν ἐπιτηδεία γένηται πρὸς τὸ καταδέξασθαι τὸ εἶδος, αὐτομάτως καὶ ἐξ οὐδεμιᾶς προσεχεστέρας αἰτίας αὐτὸ δέχεσθαι, ὥσπερ, εἰ τύχοι, ὅταν ἀποξεσθεὶς ὁ σίδηρος γένηται ἐπιτήδειος εἰς τὸ καταδέξασθαι τὸ τοῦ σκεπάρνου ἢ τὸ τοῦ πρίονος εἶδος, οὐ δεῖ ἄλλο τι εἶναι τὸ ἑνοῦν τὸ τοιόνδε σχῆμα τῷ σιδήρῳ, ἀλλ’ αὐτομάτως συμφύεται ταῦτα ἀλλήλοις. ὡσαύτως καὶ ἐπὶ τῶν φυσικῶν, οἷον τῆς τοῦ ζῴου διαπλάσεως καὶ τῶν λοιπῶν πάντων. ἡ γὰρ ὕλη καὶ τὸ εἶδος τῶν πρός τί εἰσιν· ἡ γὰρ ὕλη εἴδους ἐστὶν ὕλη, καὶ ἔμπαλιν· τὰ δὲ πρός τι ἅμα καὶ συνυφίστανται καὶ συναναιροῦνται, καὶ οὐ δεῖ πρότερον εἶναι αὐτά, εἶτα δεηθῆναί τινος τοῦ ἑνώσοντος· οὐδὲ γὰρ δεῖ πρότερον ἀνὰ μέρος εἶναι πατέρα καὶ υἱόν, εἶτα τὴν πρὸς ἄλληλα σχέσιν αὐτὰ ἀναδέχεσθαι, ἀλλ’ ἅμα τῷ ἐπινοηθῆναι τὸ ἕτερον συνεπινενόηται καὶ τὸ λοιπόν. οὕτως οὖν καὶ ἐπὶ τῶν διαφόρων τῆς ψυχῆς μορίων ἔχει. ἡ γὰρ ἄλογος ψυχὴ ὕλης λόγον ἐπέχει πρὸς τὴν λογικήν, ἐκείνη δὲ εἴδους πρὸς ταύτην· ὁμοίως ἡ φυτικὴ ὕλης ἐπέχει λόγον πρὸς τὴν ἄλογον, ὥσπερ καὶ πρὸς τὴν φυτικὴν τὸ σῶμα. οὐκοῦν οὐκ ἐπιζητήσομεν ἐν τούτοις τὸ ἑνῶσον. ἅμα γὰρ τῷ ἐπιτήδειον γενέσθαι τὸ ὕλης ἐπέχον λόγον πρὸς τὸ καταδέξασθαι τὸ εἶδος ἐπιγίνεται τοῦτο οὐδενὸς δεόμενον ἔξωθεν τοῦ ἑνοῦντος, ἀλλ’ οἴκοθεν ἔχει ταῦτα καὶ ἐκ τῆς ἑαυτῶν φύσεως τὴν ἑνοποιὸν δύναμιν. ἀλλ’ ἐπὶ μὲν τῆς ἀνθρωπείας ψυχῆς προχωροίη ἂν οὗτος ὁ λόγος, τῆς λογικῆς μιᾶς οὔσης, καὶ διὰ ταύτης τῶν ἑξῆς ἑνουμένων, ὥσπερ ἐπὶ τῆς Ἡρακλείας λίθου καὶ τῶν ἐξ αὐτῆς ἠρτημένων ἀλλήλοις σιδηρίων. τί δ’ ἄν τις εἴποι ἐπὶ τῶν ἀλόγων ζῴων; εἰ γὰρ ἑτέρας οὐσίας τὰ μόρια τῆς ἐν αὐτοῖς ψυχῆς, αἰσθήσεώς φημι καὶ θυμοῦ καὶ ἐπιθυμίας, τί ἔσται τὸ ταῦτα ἑνοῦν ὑπέρτερον ὂν κατ’ αὐτά; αὐτὰ μὲν γὰρ τῷ σώματι ἑνώσεως αἴτια, δεῖ δὲ πολλῷ πρότερον αὐτὰ ἡνῶσθαι ὑπό τινος· ἐπεὶ πῶς αὐτὰ μὴ ἡνωμένα τοῖς μετ’ αὐτὰ ἂν εἴη ἑνώσεως αἴτια; καὶ οὐκ ἂν εἴποιμεν ἕτερον ἑτέρῳ ὡς ὕλην ὑποκεῖσθαι· τῆς γὰρ αὐτῆς εἰσι τάξεως πάντα. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῆς φυτικῆς ψυχῆς ἐροῦμεν. κἂν γὰρ τὴν ὅλην δημιουργίαν τις εἴποι ταῦτα ἑνοῦν, οὔπω τὸ ζητούμενον εἶπε. τίνι γὰρ ἑνοῖ; τὸ γὰρ ὡς εἰδικὸν αἴτιον τῆς ἑνώσεως ζητοῦμεν, οὐ τὸ ποιητικόν.2 τίνι οὖν αὐτὰ συνέδησεν, ὥσπερ τυχὸν τὸ σῶμα τῇ φύσει ἢ ἁπλῶς δυνάμει τινὶ φυσικῇ. εἰ δέ τι εἴη καὶ ἐπὶ τῶν τῆς ψυχῆς μορίων ἄλλο τὸ ἑνοῦν αὐτά, οἷον εἶδός τι αὐτῶν ἔσται, κἀκεῖνο ἂν εἴη ἡ ψυχή. μήποτε δὲ οὐδὲ ἐπὶ τούτων ἄτοπον τὸ τὰ καταδεέστερα ὕλης ἐπέχειν λόγον πρὸς τὰ κρείττω,3 ἐπεὶ καὶ ἐν τοῖς ἀψύχοις εἴδεσι τοῦτο συμβαῖνον ὁρῶμεν· τὰ γὰρ τῶν στοιχείων εἴδη αἱ ποιότητες ὕλης λόγον ἐπέχουσι πρὸς τὰ ἐξ αὐτῶν γινόμενα σώματα.
因为实际上他自己并不希望灵魂是单一实体的,而是由不同的实体构成的,不过这些实体彼此联合且连续,以至于它们的感通也成为一体。因为某种东西确实既从理性过渡到诸情感,又从那些情感过渡到理性;因为诸情感顺从并服从于理性,是从上方由理性的相助临及它们的,而理性在其固有的现实活动中受到阻碍,则是从它对诸情感的关系中产生于它的。因此,正如我们也说整个人是单一实体的一样,并且简言之由质料和形式构成的事物也是如此,灵魂就是以这种方式作为一个实体的;因为甚至连整个非理性灵魂都不是单一实体的,这一点由诸情感——我指的是激气和欲望——常常彼此交战显示出来;而没有任何事物会与自身交战。至少,激气往往因为好胜而作为更为亲近者站在理性这一边,而欲望则向相反的方向拉扯。但如果有人进一步追问,究竟是什么联合了这些不同的实体,我们则说,他自己在其他地方说过:在其中一个具有形式的规定、另一个具有质料的规定的事物中,不必寻求是什么将它们联合起来;因为它们从内部具有结合;因为质料在变得适合于接纳形式时,自发地且在没有任何更直接的原因的情况下接纳形式,这是它的本性,正如假定铁在被刨平并变得适合于接纳扁斧或锯子的形式时,不必有其他事物将这样的形状与铁联合起来,而是这些事物自发地彼此结合生长在一起。在自然物上,例如动物的塑造以及所有其余的事物上也是同样如此。因为质料和形式属于关系者;因为质料是形式的质料,反之亦然;而关系者同时并存又同时消亡,并不需要它们先在、然后需要某种将它们联合起来的东西;因为既不需要父与子先分别存在、然后承受彼此之间的关系,而是在设想其中一者的同时,另一者也被一同设想了。因此在灵魂的不同部分上也是同样的情况。因为非理性灵魂相对于理性灵魂具有质料的规定,而后者相对于前者具有形式的规定;同样,植物性灵魂相对于非理性灵魂具有质料的规定,正如身体相对于植物性灵魂也是如此。因此,在这些事物中我们不会进一步追问联合它们的东西。因为在具有质料规定的事物变得适合于接纳形式的同时,这形式便随之产生,不需要任何从外部联合它的东西,而是这些事物从内部并且由于它们自身的本性就具有致一的能力。然而,在人类灵魂上这个论理固然可行,因为理性部分是单一的,且通过这部分使后续的部分联合起来,正如在赫拉克勒亚石以及由此彼此悬挂的诸小铁块上那样。但对于非理性动物,人们又该说什么呢?因为如果在它们之中的灵魂的部分——我说的是感觉、激气和欲望——是不同实体的,那么作为按照它们而言更高者而联合它们的事物究竟会是什么呢?因为它们自身对于身体而言是结合的原因,但它们自身必须远在先前就已被某种东西结合起来;因为它们自身若未结合,又怎能成为它们之后的事物结合的原因呢?而且我们不能说其中一个作为质料处于另一个的底层;因为所有这些都属于同一阶层。在植物性灵魂上我们也将说同样的话。因为即使有人说整个创世造化联合了这些,他也还没有说出所探究的事物。因为它是凭借什么联合它们的呢?因为我们探究的是作为形式原因的联合原因,而不是动因。那么它是凭借什么将它们捆绑在一起的呢?正如假定凭借自然或简言之凭借某种自然能力〔捆绑〕身体一样。但如果在灵魂的各个部分上也存在某种联合它们的不同事物,它将是它们的一种形式,而那也就是灵魂了。不过也许在这些事物上,较为欠缺者相对于较为优越者具有质料的规定,也绝非不近情理,因为我们在无生命的形式中也看到这种情况发生;因为元素的诸形式即诸性质,相对于由它们生成的诸物体而言,具有质料的规定。
- 1.202τό τε γὰρ ὑποτετάχθαι τὰ πάθη καὶ εἴκειν λόγῳ ἄνωθεν ἐκ τῆς τοῦ λόγου συλλήψεως αὐτοῖς ἐφήκει
句子的核心结构是由冠词不定式短语 τό τε ... ὑποτετάχθαι ... καὶ εἴκειν λόγῳ 充当主语,支配主动词 ἐφήκει,与格 αὐτοῖς(指诸情感)表示承受的对象。ἄνωθεν 意为“从上方”(即从居于上位的高级理性),与 ἐκ τῆς τοῦ λόγου συλλήψεως(出自理性的相助)相互照应。
- 1.202τὸ γὰρ ὡς εἰδικὸν αἴτιον τῆς ἑνώσεως ζητοῦμεν, οὐ τὸ ποιητικόν
动词 ζητοῦμεν 的直接宾语是 τὸ αἴτιον τῆς ἑνώσεως,而短语 ὡς εἰδικόν 对宾语进行表语性的限定(即“作为形式原因的原因”)。与之形成对比的 οὐ τὸ ποιητικόν 同样是 ζητοῦμεν 的宾语(即“并非动力原因”)。
- 1.202μήποτε δὲ οὐδὲ ἐπὶ τούτων ἄτοπον τὸ τὰ καταδεέστερα ὕλης ἐπέχειν λόγον πρὸς τὰ κρείττω
μήποτε 用于引出委婉审慎的判断或推测(“也许……并非不可”)。系词 ἐστί 被省略,中性形容词 ἄτοπον 作表语,由中性单数冠词 τό 引导的宾格不定式从句(τὰ καταδεέστερα ὕλης ἐπέχειν λόγον...)充当句子的真正主语。
