← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§196.5-197.31

灵魂空间分割说的批判与底层统一性

斐洛波诺斯阐释了亚里士多德对按照能力将灵魂在空间上分割为多个部分之观点(柏拉图《蒂迈欧篇》)的反驳,详析了若向外寻求使灵魂各部分结合的原因便会陷入无穷后退的论证,指出灵魂应被理解为在底层主体上为一却具有多样的能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.202#1

" Λέγουσι δέ τινες μεριστὴν αὐτήν, καὶ ἄλλῳ μὲν νοεῖν ἄλλῳ δὲ ἐπιθυμεῖν." Ἐντεῦθεν ἡ πρὸς τὰ προβλήματα ἀπάντησις. ἐπεὶ γὰρ διάφοροι αἱ τῆς ψυχῆς ἐνέργειαι, ὡς παρέθετο, εἰκότως ἐζήτησεν, εἰ πάσῃ τῇ ψυχῇ πάντα ἐνεργοῦμεν ἢ ἄλλῃ δυνάμει αὐτῆς ἄλλο. ἀλλ’ ἐπεὶ ἄλογον τὰς διαφόρους ἐνεργείας ἐκ τῆς αὐτῆς δυνάμεως λέγειν προέρχεσθαι, ἀνάγκη πολυδύναμον εἶναι τὴν ψυχήν. ἀλλ’ εἰ τοῦτο, εἰκότως πάλιν ἐπὶ τούτοις ζητεῖται, πότερον διῄρηται ἡ ψυχὴ κατὰ τὰς δυνάμεις ταύτας, καὶ ἐν ἄλλῳ μὲν μέρει τήνδε τὴν δύναμιν ἔχει, ἐν ἄλλῳ δὲ τήνδε, ὥστε διῃρῆσθαι αὐτὴν εἰς μόρια τοσαῦτα, ὅσαι εἰσὶ καὶ αἱ δυνάμεις, ἢ μία οὖσα καὶ ἀμερὴς τὰς διαφόρους δυνάμεις ἴσχει, ὥσπερ τὸ πῦρ ἓν ὂν καὶ τὸ αὐτὸ κατ’ οὐσίαν καὶ θερμαίνει καὶ ξηραίνει καὶ φωτίζει πολυδύναμον ὂν καὶ οὐ πολυμερές, καὶ τὸ μῆλον ἓν ὂν κατὰ τὴν οὐσίαν διαφόρους ἔχει δυνάμεις τὸ εὐῶδες, τὸ γλυκύ, τὴν εὔχροιαν, τὸ σχῆμα· καὶ ἐπὶ ἄλλων, σχεδὸν δὲ ἐπὶ πάντων τοῦτο ὁρᾶται. πρὸς οὖν τοὺς λέγοντας κατὰ μόρια αὐτὴν διῃρῆσθαι τοπικῶς (αἰνίττεται δέ, ὡς εἶπον, τὸν παρὰ Πλάτωνι Τίμαιον) νῦν ἐνίσταται. εἰ γὰρ διῄρηται ἡ ψυχὴ κατὰ μόρια, ἀνάγκη τὰ μόρια ταῦτα ἢ διακεκριμένα εἶναι ἀλλήλων ἢ ἡνωμένα. ἀλλ’ εἰ μὲν εἴη διακεκριμένα ἀπ’ ἀλλήλων τὰ μόρια τῆς ψυχῆς, πῶς ἔσται τὸ ζῷον ἕν; εἰ δὲ ἓν τὸ ζῷον καὶ συνεχές τε καὶ συμπαθὲς ἑαυτῷ, ἀνάγκη καὶ τὰς ψυχικὰς δυνάμεις ἤτοι τὰ μόρια τῆς ψυχῆς τὰ εἰδοποιοῦντα τὸ ζῷον καὶ αὐτὰ ἡνωμένα εἶναι· πῶς γὰρ αἴτια ἔσονται ἑνώσεως τῷ ζῴῳ αὐτὰ μὴ ὄντα ἡνωμένα; εἰ δὲ ἥνωται τὰ μόρια τῆς ψυχῆς, τί ποτέ ἐστιν αὐτοῖς τῆς ἑνώσεως αἴτιον; ἀλλ’ ἆρα μὴ τὸ σῶμα; ἀλλὰ τοῦτο ἀδύνατον· τοὐναντίον γὰρ ἡ ψυχὴ τῷ σώματί ἐστι τῆς ἑνώσεως αἰτία. χεῖρον γὰρ τῆς ψυχῆς τὸ σῶμα, τὸ δὲ ἑνώσεως αἴτιόν τινι κρεῖττον εἶναι ἀνάγκη ἐκείνου· ἡ ψυχὴ δὲ κρείττων τοῦ σώματος καὶ ἑνώσεως αὐτῷ ἐστιν αἰτία, ὅθεν ἐξελθούσης, φησί, διαπνεῖται τὸ σῶμα καὶ σήπεται. οὐκ ἄρα τὸ σῶμα τῆς ἑνώσεως τῶν μορίων τῆς ψυχῆς αἴτιον. ἢ οὖν ὑπό τινος ἑτέρου ἥνωται ἢ ὑφ’ ἑαυτῶν. ὑφ’ ἑαυτῶν μὲν οὖν ἀδύνατον, ἑτέρας γε ὄντα οὐσίας·1 δεῖ γὰρ ἕν τι εἶναι τὸ ἑνῶσον τὰ ἑτεροφυῆ καὶ ἕτερον εἶναι τῶν ἑνουμένων, ὥσπερ εἰ τύχοι τὸ ὑγρὸν ἕν τι καὶ ἕτερον τῶν συγκολλωμένων ἀλλήλοις σωμάτων. ἐν γὰρ τῇ ἑνώσει τῆς γῆς πρὸς τὸ ὕδωρ τῶν μὲν σωμάτων παρακειμένων ἀλλήλοις τῶν τε τοῦ ὕδατος καὶ τῶν τῆς γῆς, τῆς δὲ ὑγρᾶς ποιότητος δι’ ὅλων αὐτῶν χωρούσης καὶ δι’ ἑαυτῆς μέσης συγκολλώσης, τὴν ἕνωσιν τῶν ὑποκειμένων σωμάτων συμβαίνει γίνεσθαι. τὰ γὰρ ἅπαξ ὑπὸ φύσεως διῃρημένα καὶ μὴ τὴν αὐτὴν αὐτοῖς οὐσίαν λαχόντα οὐκ ἂν ὑπὸ τῆς ἑαυτῶν φύσεως ἑνωθείη τῆς ἅπαξ διακρινάσης, ἀλλ’ εἰ ἑνωθήσονται ταῦτα, ἕτερον δεῖ τούτοις προσγίνεσθαι, δι’ οὗ μέσου τὴν πρὸς ἄλληλα ἕξουσιν ἕνωσιν. ἀδύνατον ἄρα τὰ μόρια τῆς ψυχῆς ἕτερα ὄντα ἀλλήλων ὑφ’ ἑαυτῶν ἑνωθῆναι. εἰ δὲ μὴ οἴκοθεν ἔχουσι τὴν ἕνωσιν, ἀλλ’ ὑπό τινος ἄλλου, τοῦτο πάλιν ἀνάγκη ἢ ἓν εἶναι καὶ ἀμερὲς ἢ πολυμερές. ἀλλ’ εἰ πολυμερές, πάλιν ἐρησόμεθα τί ἔσται κἀκείνοις τῆς ἑνώσεως αἴτιον· τὰ γὰρ αὐτὰ μὴ ἑνωθέντα πῶς ἂν αὐτὰ ἑτέροις ἑνώσεως αἴτια γένοιντο;2 καὶ πάλιν τὸ ἐκεῖνα ἑνοῦν πότερον ἓν ἔσται ἢ πολλά; καὶ τοῦτο ἐπ’ ἄπειρον. εἰ δὲ ἓν τὸ ἑνοῦν τὰ μόρια τῆς ψυχῆς, τοῦτο ἂν εἴη ψυχή. καὶ τί δήποτε, φησί, μὴ καὶ τὴν ψυχὴν αὐτόθεν ἓν ποιοῦσιν; εἰ γὰρ τὸ ἑνώσεως αἴτιον τοῖς διακεκριμένοις ἓν δεῖ εἶναι, ὁρᾶται δὲ ἡ ψυχὴ ἑνώσεως καὶ συνοχῆς τῷ σώματι αἰτία οὖσα, εὔλογον τὸ αὐτόθεν ἕν τι τὴν ψυχὴν ὑποτίθεσθαι εἶναι, καὶ μὴ δεῖσθαι ἑτέρου τρίτου τοῦ καὶ αὐτὴν τὴν ψυχὴν συνέχοντος. καὶ οὐδέν γε ἄτοπον τὴν ψυχὴν μίαν οὖσαν τῷ ὑποκειμένῳ καὶ τῇ οὐσίᾳ δυνάμεσι κεχρῆσθαι διαφόροις, καὶ διὰ τοῦτο διαφόρους ἔχειν ἐνεργείας, ὡς τὸ πῦρ, ὡς τὸ μῆλον, ὡς πάντα σχεδὸν τὰ σώματα, ἅ τινα ἓν ὄντα τῷ ὑποκειμένῳ διαφόρους ἔχει δυνάμεις. ταῦτα δέ φησιν ὁ Ἀριστοτέλης οὐκ ἀρεσκόμενος τῷ δόγματι, ὡς ἤδη εἴπομεν, λέγω δὴ τῷ μιᾶς οὐσίας εἶναι τὴν ψυχήν,3 ἀλλ’ ἐγκαλῶν τῷ Τιμαίῳ κατὰ τὰ μόρια τοῦ σώματος διαιροῦντι καὶ τὴν ψυχήν.

“而有些人说她是可分的,并且以一个部分思考,而以另一个部分欲望。” 对这些问题的回应便从这里开始。因为,正如他所列举的,由于灵魂的现实活动是多样的,他理所当然地探究,我们究竟是以整个灵魂施行所有的现实活动,还是以她的不同能力施行不同的活动。但既然说多样的现实活动出自同一种能力是不合情理的,那么灵魂就必然是多能力的。但若如此,在这些基础之上便又理所当然地探究:究竟是灵魂按照这些能力而被分割,在这一部分具有这种能力,在另一部分具有那种能力,从而使她自身被分割为与能力数量同样多的部分;还是她在自身为一且不可分的同时保持着多样的能力——正如火在实体上为一个且同一,却既加热、又干燥、又发光,是多能力的却不是多部分的;又如苹果在实体上为一,却具有芳香、甘甜、悦目的色泽、形状等多样的能力;而在其他事物上,几乎在一切事物上都能看到这一点。因此,针对那些主张她按照部分在空间上被分割的人(正如我所说的,他是在暗讽柏拉图著作中的《蒂迈欧篇》),他现在提出了反驳。因为如果灵魂是按照部分被分割的,那么这些部分就必然要么是彼此分离的,要么是结合为一体的。但是,如果灵魂的部分彼此分离,动物又怎能是一个呢?而如果动物是一个、连续的且与自身相感通的,那么使动物形式化的灵魂能力,也就是灵魂的部分,也必然自身是结合为一体的;因为它们自身若不结合为一体,又怎能成为动物结合为一体的原因呢?但如果灵魂的部分是结合为一体的,那么究竟什么是它们结合为一体的原因呢?难道会是身体吗?但这绝不可能;因为相反,灵魂才是身体结合为一体的原因。因为身体劣于灵魂,而对于某物而言作为其结合为一体之原因者,必然优于该物;灵魂优于身体,并且是其结合为一体的原因,他说,一旦灵魂离去,身体便消散和腐朽。可见身体不是灵魂各部分结合为一体的原因。因此,[这些部分]要么是由某个他者结合为一体,要么是由它们自身结合为一体。由它们自身结合为一体,既然它们至少具有不同的实体,这是不可能的;因为使不同本性的事物结合为一体的,必须是某种单一的事物,且不同于那些被结合的事物,就像湿润对于那些彼此黏合的物体而言是某种单一且不同于它们的事物一样。因为在土与水的结合中,当水的物体和土的物体彼此并置时,湿润的性质贯穿它们全体,并通过自身作为中介加以黏合,从而使得处于底层的诸物体得以结合为一体。因为一度被自然分割且未能分得同一实体的事物,不可能由那曾一度分离开它们的自身自然结合为一体;而如果这些事物要结合为一体,就必须有另一个事物加入它们,通过这个作为中介的事物,它们将具有彼此的结合。因此,灵魂的各部分既然彼此不同,就不可能由它们自身结合为一体。但如果它们不是从内部具有结合,而是通过某个他者具有结合,那么这个他者又必然要么是一且不可分的,要么是多部分的。但如果是多部分的,我们又将询问究竟什么也会是那些部分结合为一体的原因;因为它们自身若未结合为一体,又怎能成为其他事物结合为一体的原因呢?而且再一次,结合那些部分的事物究竟会是一个还是多个呢?而这将会走向无穷。但如果结合灵魂各部分的事物是一个,那么这就会是灵魂。他说,那究竟为什么不直接把灵魂设为一个呢?因为既然对于被分离开的事物而言,结合为一体的原因必须是一个,而灵魂又被看作是身体结合为一体和保持凝聚的原因,那么直接假定灵魂是某种单一的事物,而不需另一个第三者来凝聚灵魂自身,就是合乎情理的了。而且,灵魂在主体和实体上为一个,却运用多样的能力,并因此具有多样的现实活动,这绝非不近情理,正如火、苹果、几乎一切在主体上为一个却具有多样能力的物体那样。但正如我们已经说过的,亚里士多德说这些并不是因为赞同这一教义——我指的是灵魂具有单一实体的教义——而是因为在责难《蒂迈欧篇》按照身体的部分来分割灵魂。

语法注3 条
  1. 1.202ἑτέρας γε ὄντα οὐσίας

    中性复数现在分词 ὄντα 在性、数、格上与前文的主语中性名词 τὰ μόρια(各部分)一致,充当表原因的分词从句。属格短语 ἑτέρας... οὐσίας 是表特征或性质的描述性属格(descriptive genitive)。

  2. 1.202τὰ γὰρ αὐτὰ μὴ ἑνωθέντα πῶς ἂν αὐτὰ ἑτέροις ἑνώσεως αἴτια γένοιντο;

    中性复数冠词 τά 使带有否定词 μὴ 的不定过去时被动分词 ἑνωθέντα 名词化以充当主语(“未结合为一体的事物”),而第一个 αὐτά 作为强调代词(“自身”)修饰该分词短语。句中出现的第二个 αὐτά 是在由 πῶς ἄν 引导的反问句中起强调主语作用的复指/重叠代词。

  3. 1.202οὐκ ἀρεσκόμενος τῷ δόγματι, ὡς ἤδη εἶπομεν, λέγω δὴ τῷ μιᾶς οὐσίας εἶναι τὴν ψυχήν

    动词 ἀρέσκομαι 支配与格,因此以 τῷ δόγματι 作为其宾语。由 λέγω δή 引导的带冠词不定式短语 τῷ... εἶναι τὴν ψυχήν 借助与格冠词 τῷ 与 τῷ δόγματι 构成同位语关系。不定式 εἶναι 的表语则由表示性质的属格短语 μιᾶς οὐσίας 充当。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:196.5-197.31