- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:192.19-194.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对灵魂是单一实体还是由可分割的部分组成这一问题(411a26),斐洛庞努斯厘清了亚里士多德的论证语境,反驳了全魂不死论与全魂必灭论两派误读,确立了唯有心灵是可分离且不死的,而其余能力则是不可分离且必灭的。
" Ἐπεὶ δὲ τὸ γινώσκειν τῆς ψυχῆς ἐστι καὶ τὸ αἰσθάνεσθαί τε καὶ δοξάζειν." Ἐπειδὴ ἐμνήσθη προσεχῶς τοῦ ἀνομοειδῆ τὰ μέρη τῆς ψυχῆς εἶναι, νῦν αὐτὸ τοῦτο προτίθεται ζητῆσαι. ἐπεὶ γὰρ πλείους καὶ διάφοροι αἱ τῆς ψυχῆς ἐνέργειαι, πότερον μιᾶς οὔσης καὶ ἀμερίστου τῆς ψυχῆς κατ’ οὐσίαν ἐκ τῆς μιᾶς ταύτης οὐσίας αἱ διάφοροι δυνάμεις τε καὶ ἐνέργειαι προέρχονται, ὥστε τὴν αὐτὴν εἶναι κατ’ οὐσίαν καὶ μίαν τῷ ἀριθμῷ καὶ θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν καὶ λογιστικὴν καὶ θυμικὴν καὶ ἐπιθυμητικήν, καὶ εἴ τις ἄλλη δύναμις ψυχική, ἢ μεριστή ἐστιν ἡ ψυχὴ καὶ κατὰ ἄλλο καὶ ἄλλο μόριον αὐτῆς ἑκάστη τῶν ἐνεργειῶν τούτων γίνεται; ἔτι δὲ ζητεῖ ὅτι ἡ δύναμις καθ’ ἣν τὰ ζῷα λέγεται ζῆν πότερον ἐν μιᾷ τῶν προειρημένων ἐνεργειῶν ἢ δυνάμεών ἐστιν, οἷον ἐν τῷ λογίζεσθαι ἢ αἰσθάνεσθαι ἤ τινι τῶν ἄλλων, ἢ ἐν πάσαις αὐταῖς ἢ ἐν οὐδεμιᾷ, ἀλλ’ ἄλλο τί ἐστι παρ’ αὐτὰς τὸ τοῦ ζῆν αἴτιον τοῖς ζῶσι. ταῦτα μὲν οὖν τὰ προβλήματα, ἅπερ ἐν τούτοις ζητεῖ. δοκεῖ δὲ ἐνταῦθα μιᾶς οὐσίας εἶναι βούλεσθαι τὴν ψυχήν, οὐ τοῦτο ἄντικρυς ἀποφαινόμενος, ἀλλ’ ἐξ ὧν ἀπορεῖ πρὸς τὸν λόγον τὸν μεριστὴν εἶναι τὴν ψυχὴν ὑποτιθέμενον. καὶ δείκνυσιν ὡς οὐχ οἷόν τε διαφόροις αὐτὴν μορίοις χρωμένην λογίζεσθαί τε καὶ αἰσθάνεσθαι καὶ ἐπιθυμεῖν καὶ τὰς λοιπὰς ἐνεργείας ἐνεργεῖν· μηδὲν δὲ αὐτὸς προστιθέναι ἔδοξεν, ἐξ οὗ δυνατὸν συνάγειν ὡς μία τίς ἐστιν ἡ ψυχὴ διαφόροις χρωμένη δυνάμεσι ταῖς εἰρημέναις.1 καὶ ὅτι μὲν διαφορὰν οἶδε τῆς ψυχικῆς οὐσίας ὁ Ἀριστοτέλης καὶ μόνην μὲν ἀθάνατον οἶδε τὴν λογικήν, τὴν δὲ λοιπὴν πᾶσαν θνητήν, πολλάκις ἐδείξαμεν· καὶ νῦν δὲ μετρίας παραθησόμεθα χρήσεις αὐτὸ τοῦτο δεικνύοντες. δράττονται δὲ τῶν ἐνταῦθα λεγομένων καὶ οἱ πᾶσαν ψυχὴν ἀπαθανατίζοντες καὶ οἱ πᾶσαν θνητὴν ποιοῦντες· καί φασιν οἱ μὲν ‘ὁρᾷς ὅτι πᾶσαν ψυχὴν βούλεται χωριστὴν εἶναι καὶ ἀθάνατον ὁ Ἀριστοτέλης. ἰδοὺ γάρ, φασί, πᾶσαν ψυχὴν μιᾶς οὐσίας βούλεται εἶναι, τὸν νοῦν δὲ μόριον ὄντα τῆς ψυχῆς χωριστὸν εἶναι καὶ ἀθάνατον λέγει· καὶ τὴν πᾶσαν ἄρα χωριστὴν βούλεται καὶ ἀθάνατον, εἴ γε μιᾶς ἐστιν οὐσίας πᾶσα ψυχή.’ πάλιν οἱ θνητὴν εἶναι πᾶσαν βουλόμενοί φασιν ὅτι εἰ μία οὐσία ἐστὶ πάσης τῆς ψυχῆς, λέγει δὲ ἀχώριστον εἶναι τήν τε θυμικὴν καὶ ἐπιθυμητικὴν καὶ τὴν φυτικήν, δῆλον ὅτι καὶ πᾶσαν βούλεται θνητὴν εἶναι, εἴ γε μιᾶς ἐστιν οὐσίας ἅπασα. ὅτι δέ, ὥσπερ εἶπον, οὔκ εἰσι μιᾶς οὐσίας αἱ ψυχαί, ἐδήλωσε μὲν καὶ πρὸ Ἀριστοτέλους Πλάτων ἐκ τῆς διαφωνίας καὶ μάχης τῶν παθῶν καὶ τοῦ λόγου· εἰ γὰρ μάχεται πρὸς ἄλληλα ὁ λόγος καὶ τὰ πάθη, τὸ δὲ ἓν αὐτὸ πρὸς ἑαυτὸ οὐ μάχεται, οὐκ ἄρα μιᾶς οὐσίας ταῦτα. καὶ ὁ Ἀριστοτέλης δὲ ἐν τῷ δευτέρῳ βιβλίῳ ὁρισάμενος τὴν ψυχὴν ἐντελέχειαν εἶναι σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος, μετ’ ὀλίγα φησὶν “ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχὴ χωριστὴ τοῦ σώματος ἢ μέρη τινὰ αὐτῆς, εἰ μεριστὴ πέφυκεν, οὐκ ἄδηλον· ἐνίων γὰρ ἡ ἐντελέχεια τῶν μερῶν ἐστιν αὐτῶν.” ὥστε οἶδε μέρη τινὰ τῆς ψυχῆς ἀχώριστα καὶ διὰ τοῦτο θνητά. εἰ δέ τινα μέρη ἀχώριστα, καί τινα χωριστὰ δηλονότι· τοῦτο γοῦν καὶ ἐπήγαγεν “οὐ μὴν ἀλλ’ ἔνιά γε οὐδὲν κωλύει διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας.”2 σαφῶς ἄρα τινὰ μὲν μόρια τῆς ψυχῆς αὐτόθεν τοῦ σώματος εἴδη φησί, διὸ καὶ ἀχώριστα (τοῦτο γάρ ἐστιν ἐντελέχεια, τὸ εἶδος καὶ ἡ τελειότης τοῦ σώματος), τινὰ δὲ χωριστὰ διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας. καὶ πάλιν εὐθέως ἐπάγει “ἔτι δὲ ἄδηλον, εἰ οὕτως ἐντελέχεια τοῦ σώματος ἡ ψυχή, ὥσπερ πλωτὴρ πλοίου.” ὥστε καὶ εἰ λέγοι πᾶσαν ψυχὴν ἐντελέχειαν, οἶδέ τινα καὶ χωριστὴν ἐντελέχειαν ἔξωθεν τάττουσαν καὶ κοσμοῦσαν καὶ τελειοῦσαν τὸ ὑποκείμενον, ὥσπερ ὁ πλωτὴρ τὸ πλοῖον. εἰ δὲ ἡ μὲν χωριστὴ ἡ δὲ ἀχώριστος, καὶ ἡ μὲν θνητὴ ἡ δὲ ἀθάνατος, δῆλον ὅτι καὶ ἡ οὐσία τούτων ἑτέρα. σαφῶς γοῦν ἐν τῷ δευτέρῳ λόγῳ οὐ μόνον ἑτέρας οὐσίας εἶναι λέγει τὸν νοῦν, ἀλλὰ καὶ γένους ἑτέρου, ὡς μηδὲ τῷ γένει μίαν εἶναι τὴν λογικὴν τῇ ἀλόγῳ. ζητήσας γὰρ περὶ τῶν ἄλλων δυνάμεων τῆς ψυχῆς, εἴτε ἕκαστον ψυχή ἐστιν εἴτε μόριον ψυχῆς, “περὶ δὲ τοῦ νοῦ”, φησί, “καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέπω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεται χωρίζεσθαι, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ.
“既然认识、感觉以及持意见属于灵魂……” 既然他在前文中提及灵魂的诸部分是非同类的,现在他便着手探讨这一问题本身。因为既然灵魂的现实活动繁多且各异,那么问题就在于:究竟是在灵魂在实体上单一且不可分的情况下,各异的能力与现实活动从这单一的实体中产生出来——以至于它在实体上是同一的且在数量上是一,并同时具有滋养、生长、生殖、推论、激情、欲望以及任何其他的灵魂能力——还是说灵魂是可分割的,并且这些现实活动中的每一项都是根据其各个不同部分而产生的?此外,他还探讨:动物赖以被称为活着的这一能力,究竟是在上述现实活动或能力之一之中——例如在推论、感觉或其它某项之中——还是在所有这些之中,或者在它们之中任何一个都不在,而是另有某种有别于它们的东西作为活物活着的原因。这些便是他在此处所探讨的问题。而在这里,他似乎倾向于主张灵魂具有单一的实体,但他并未直截了当地声明这一点,而是基于他对假设灵魂是可分割的这一论点所提出的疑难而显得如此。并且他表明,灵魂借助不同的部分来推论、感觉、欲望并进行其余的现实活动,这是不可能的;但他自己似乎并没有补充任何可以由此推断出灵魂是运用上述各异能力的单一之物的论据。至于亚里士多德认识到灵魂实体的差异,且只认识到理性部分是不死的,而其余所有部分都是必灭的,我们已经多次证明了这一点;现在我们也将提出适度的引证来证明这一点本身。然而,主张整个灵魂不死的人和主张整个灵魂必灭的人,都抓住了这里所说的话。前者说:“你瞧,亚里士多德主张整个灵魂是可分离且不死的。因为看哪,”他们说,“他主张整个灵魂具有单一的实体,并且他说作为灵魂一部分的心灵是可分离且不死的;因此,既然整个灵魂具有单一的实体,他也必定主张整个灵魂都是可分离且不死的。”反过来,那些主张灵魂完全必灭的人则说,如果整个灵魂具有单一的实体,而他又说激情部分、欲望部分和植物性部分是不可分离的,那么显然他也主张整个灵魂都是必灭的,既然全部灵魂都具有单一的实体。但是,正如我说过的,诸灵魂并非具有单一实体,甚至在亚里士多德之前,柏拉图就已经从诸情感与理性的不和及斗争中阐明了这一点;因为如果理性与诸情感彼此争斗,而单一者自身并不与自身争斗,那么它们就不是单一实体的。而且亚里士多德在第二卷中,在将灵魂定义为“潜在具有生命的自然有机物体的现实(实现)”之后,不久又说:“因此,如果灵魂按其本性是可分割的,灵魂或它的某些部分不能与身体分离,这一点并不是不清楚的;因为某些部分的现实正是这些[身体]部分本身的现实。”因此,他知道灵魂的某些部分是不可分离的,并由此是必灭的。而如果某些部分是不可分离的,显然某些部分则是可分离的;无论如何他接着补充道:“然而对于某些部分而言,由于它们并非任何身体的现实,没有任何东西阻止[它们可分离]。”因此显然他说,灵魂的某些部分直接就是身体的形式,所以也是不可分离的(因为现实就是如此:身体的形式与完满),而另一些部分由于不是任何身体的现实而是可分离的。他又立即补充道:“此外,灵魂是否如同水手之于船只那样作为身体的现实,这一点仍不清楚。”所以,即便他称所有的灵魂都是现实,他也知道有某种可分离的现实从外部安排、整饬并完满其底层承担者,正如水手对待船只那样。如果一者是可分离的而另一者是不可分离的,且一者是必灭的而另一者是不死的,显然它们的实体也是相异的。无论如何,在第二卷的论述中,他不仅说心灵是不同的实体,而且说是不同的属,以至于理性部分在属上甚至不与非理性部分同一。因为在探讨了灵魂的其他能力究竟各自是一个灵魂还是灵魂的一部分之后,他说:“至于心灵和沉思能力,这一点尚未清楚,但它似乎是灵魂的另一属,并且唯有这能够被分离出来,犹如永恒者与可灭者相分离一样。”
- 1.200μηδὲν δὲ αὐτὸς προστιθέναι ἔδοξεν, ἐξ οὗ δυνατὸν συνάγειν ὡς μία τίς ἐστιν ἡ ψυχὴ διαφόροις χρωμένη δυνάμεσι ταῖς εἰρημέναις
主语为前文提及的亚里士多德,构成人称句式“ἔδοξεν + 不定式(προστιθέναι)”。随后的关系从句“ἐξ οὗ...”以 μηδέν 为先行词,意为“他自己似乎并没有补充任何可以由此推断出灵魂是运用上述各异能力的单一之物的论据”。
- 1.200οὐ μὴν ἀλλ’ ἔνιά γε οὐδὲν κωλύει διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας
引自亚里士多德《论灵魂》第二卷(413a6–7)。“οὐδὲν κωλύει”省略了紧接前文的不定式补足语“χωριστὰ εἶναι”,整体意为“然而对于某些部分而言,由于它们并非任何身体的现实,没有任何东西阻止[它们可分离]”。
