- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:191.9-192.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯论述道,若假定空气是同类的而灵魂是非同质的,将破坏外气的同质性从而导致荒谬,以此驳斥了灵魂存在于宇宙每一部分的观点(411a20–411a22)。接着他指出亚里士多德对《论灵魂》第一卷中“由元素构成而产生认知”和“灵魂自身运动”这两种前人学说的总结性否定(411a24)。
" Εἰ δ’ ὁ μὲν ἀὴρ διασπώμενος ὁμοειδής, ἡ δὲ ψυχὴ ἀνομοιομερής, τὸ μέν τι αὐτῆς ὑπάρξει1 δῆλον ὅτι, τὸ δὲ οὐχ ὑπάρξει." Ὅτι ἀνάγκη κατὰ τὴν αὐτῶν ὑπόθεσιν καὶ τὴν ἐν τῷ παντὶ ψυχὴν ὁμοιομερῆ ἑαυτῇ εἶναι, διὰ τούτων κατασκευάζει. εἰ γὰρ μὴ εἴη ὁμοιομερὴς ἀλλ’ ἀνομοιομερής, τὸ μὲν αὐτῆς τῶν μορίων ὑπάρξει ἐν τῷδε τῷ μορίῳ τοῦ ἀέρος, φησί, τὸ δὲ οὐχ ὑπάρξει. εἰ δὲ τοῦτο, οὐκ ἔσονται πάντα τὰ μόρια τοῦ ἀέρος καὶ τῶν ἄλλων στοιχείων ὁμοειδῆ ἑαυτοῖς, ὃ μάλιστα ἐκεῖνοι ἐβούλοντο. εἰς τοὐναντίον οὖν περιάγει αὐτοῖς τὸν λόγον· ἐκεῖνοι μὲν γὰρ κατεσκεύαζον ἔμψυχον εἶναι τὸ πᾶν ἐκ τοῦ λαμβάνειν τὰ μέρη ὁμοειδῆ ὄντα2 καὶ ἑαυτοῖς καὶ τῷ ὅλῳ, αὐτὸς δὲ ἐκ τῆς ὑποθέσεως τῆς ὑποτιθεμένης ἀνομοιομερῆ τὴν ψυχὴν τὸ ἐναντίον κατασκευάζει· τὰ γὰρ μέρη τοῦ ἀέρος εἰ καὶ ὁμοειδῆ ἀλλήλοις εἰσὶν διὰ τὸ ὅμοιον εἶναι ἑαυτῷ τὸν ἀέρα, ἀλλ’ οὖν διὰ τὸ μὴ τὸ αὐτὸ τῆς ψυχῆς μόριον εἶναι ἐν ἑκάστῳ οὐκ ἔσονται ὁμοειδῆ. τὰ γὰρ ἔμψυχα κατὰ τὴν τῆς ψυχῆς ἰδιότητα μάλιστα χαρακτηρίζονται, ἐπειδὴ εἶδος ἑκάστου καὶ ἐντελέχεια ἡ ψυχή. ὥστε εἰ ἀδύνατον ὅσον ἐπὶ τῇ αὐτῶν ὑποθέσει ἀνομοιομερῆ εἶναι τὴν ψυχήν, ἐξ ἀνάγκης ὁμοειδὴς ἔσται. τοῦτο δὲ ψεῦδος ἐναργῶς· ἄλλου γὰρ εἴδους τὸ λογικὸν τῆς ψυχῆς μόριον, καὶ ἄλλου τὸ θυμικὸν καὶ τὰ λοιπὰ ὁμοίως. ὥστε εἰ ἀνάγκη τοῖς ἔμψυχον λέγουσι τὸ πᾶν ὁμοειδῆ τὴν ψυχὴν καὶ ὁμοιομερῆ λέγειν, τοῦτο δὲ ψεῦδος, ψεῦδος ἄρα τὸ ἔμψυχον λέγειν τὸ πᾶν.
“但如果空气在被分割时仍是同类的,而灵魂是非同质的,那么显而易见,它的一部分将会存在,而另一部分则不会存在。” 他通过这些话确立了:依据他们自己的假定,宇宙中的灵魂对于自身而言也必然是同质的。因为如果它不是同质的而是非同质的,如他所言,它的诸部分中的这一部分将存在于空气的这一部分之中,而另一部分则不会存在。如果这样,空气和其他诸元素的所有部分就不会彼此同类——而这恰恰是他们最为主张的。因此他将论证引向了对他们相反的结论。因为他们是通过假定各部分彼此之间以及与整体之间都是同类的,来确立宇宙整体是有生命的;而他自己则依据设定灵魂为非同质的这一假定,确立了相反的结论。因为即使空气的各部分由于空气对于自身是相似的而在彼此之间是同类的,但由于在每一个部分中并不是灵魂的同一部分存在,它们就将不再是同类的。因为有生命之物最主要是根据灵魂的特有属性而被规定的,既然灵魂是各事物的形式和现实(实现)。因此,如果在他们的假定范围内灵魂是非同质的这一点是不可能的,那么它就必然是同类的。但这显然是假的;因为灵魂的理性部分属于另一种类,激情部分和其余部分同样属于另一种类。所以,如果对于称宇宙整体为有生命的人而言,必然要说灵魂是同类且同质的,而这又是假的,那么称宇宙整体为有生命的便是假的。
"Ἀναγκαῖον οὖν αὐτὴν ἢ ὁμοιομερῆ εἶναι ἢ μὴ ἐνυπάρχειν ἐν ὁτῳοῦν μορίῳ τοῦ παντός." Τουτέστιν ὅσον ἐπὶ τῇ αὐτῶν ὑποθέσει τῇ λεγούσῃ ἐν ὁτῳοῦν μορίῳ τοῦ παντὸς τὴν ψυχὴν εἶναι, ὅθεν καὶ τὰ ἔμψυχα μετέχοντα τῶν μορίων τοῦ παντὸς ἔμψυχα γίνεσθαι, ἀνάγκη τὴν ψυχὴν ὁμοιομερῆ εἶναι· εἰ γὰρ μὴ εἴη ὁμοιομερής, οὐκ ἔσται ἐν ὁτῳοῦν μορίῳ τοῦ παντὸς ἡ αὐτή. ὅτι δὲ μὴ ὁμοιομερὴς μηδὲ ἐν πᾶσιν ἡ ψυχή, ἐνῆν δεικνύναι καὶ ἐκ τοῦ ἔνια μόρια ἐν αὐτῷ φανερῶς εἶναι ἄψυχα,3 οἷον λίθους καὶ ξύλα καὶ τὰ ὅμοια, καίτοι ἀέρος μετέχοντα. καὶ εἰ αὐτοὶ ἐπεχείρουν ἔμψυχα δεικνύναι τὰ στοιχεῖα ἐκ τοῦ ὁμοιομερῆ μὲν εἶναι, τὰ δὲ μέρη αὐτῶν ἔμψυχα εἶναι, λέγω δὴ τὰ ἐν τοῖς ζῴοις, τῷ αὐτῷ ἐπιχειρήματι τὸ ἐναντίον ἔστι κατασκευάσαι. ἐπεὶ γὰρ τὰ μόρια τῶν στοιχείων τὰ ἐν τοῖς ἀψύχοις ὁμοειδῆ εἰσι τοῖς ὅλοις, ταῦτα δὲ ἄψυχα, καὶ τὰ ὅλα ἄρα ἄψυχα. τὸ δὲ ἐν ὁτῳοῦν μορίῳ τοῦ παντὸς εἴτε ἐπὶ τοῦ παντὸς ἀέρος λάβοις, οὗ μετέχοντα τὰ ἔμψυχα αὐτῷ τούτῳ ἔμψυχα εἶναι ἔλεγον, προχωρεῖ ὁ λόγος, εἴτε καὶ ἐπὶ τοῦ παντὸς καὶ κοσμικοῦ σώματος, ἔτι πλέον τὸ ἄτοπον δείκνυται.
“因此,它要么必然是同质的,要么并不内在存在于宇宙整体的任何一部分之中。” 也就是说,只要就主张灵魂存在于宇宙整体的任何一部分之中——由此有生命之物也因分有宇宙整体的诸部分而成为有生命的——他们的这一假定而言,灵魂就必然是同质的;因为如果它不是同质的,同一灵魂就不会存在于宇宙整体的任何一部分之中。至于灵魂既非同质的、也并非存在于万物之中,这也本来能够从以下事实得到证明:在它[宇宙]之中显然存在着某些无生命的部分,例如石头、木头以及类似之物,尽管它们也分有空气。而且,如果他们自己曾试图从元素是同质的、且它们的部分——我指的是动物之中的部分——是有生命的,来证明诸元素是有生命的,那么用同样的论证就可以确立相反的结论。因为既然无生命之物中的元素各部分与整体是同类的,而这些部分是无生命的,那么整体因此也是无生命的。至于“在宇宙整体的任何一部分之中”,无论你是将其理解为整个空气——他们曾声称有生命之物正是由于分有它而成为有生命的——该论证都能成立;还是将其理解为整个宇宙的物体,荒谬性就展现得更加充分。
"Φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὡς οὔτε τὸ γινώσκειν ὑπάρχει τῇ ψυχῇ διὰ τὸ ἐκ τῶν στοιχείων εἶναι, οὔτε τὸ κινεῖσθαι αὐτὴν καλῶς οὐδὲ ἀληθῶς λέγεται." Συμπεραίνει τὰ εἰρημένα, ταῦτα δέ ἐστιν ὅτι οὔτε τὸ γνωριστικὸν ἔχει τῷ ἐκ τῶν στοιχείων εἶναι, οὔτε διὰ τὸ κινεῖν καὶ αὐτὴ κινεῖται,4 ἀλλ’ ἔστι μὲν κινητική τε καὶ γνωστική, οὐχ οὕτω δὲ ὡς ἐκεῖνοι ἔλεγον.
“因此,由上述可知,既非由于出自诸元素,认知才属于灵魂;称它运动,说得既不得当也不真实。” 他总结了上述论述,这些要点在于:它既不是由于出自诸元素而具有认知能力,也不是由于引起运动而自身也运动;相反,它固然既能引起运动又能认知,但绝非是以他们所说的那种方式。
- 1.197τὸ μέν τι αὐτῆς ὑπάρξει δῆλον ὅτι, τὸ δὲ οὐχ ὑπάρξει
αὐτῆς 为部分属格,修饰名词化的中性代词 τὸ μέν τι 与 τὸ δέ,构成“它(灵魂)的某一部分……而另一部分……”的对置。δῆλον ὅτι 作插入成分,起副词性作用,意为“显而易见”。述语动词 ὑπάρξει 承接前文语境,省略了处所补足语“在空气的某一部分中(ἐν τῷδε τῷ μορίῳ τοῦ ἀέρος)”。
- 1.197ἐκ τοῦ λαμβάνειν τὰ μέρη ὁμοειδῆ ὄντα
带冠词不定式结构 ἐκ τοῦ λαμβάνειν 接在介词 ἐκ 之后,表示论证的依据。不定式 λαμβάνειν 的逻辑主语为前人论者(ἐκεῖνοι),宾语为 τὰ μέρη,分词 ὄντα 作宾语补足语(“通过将诸部分视作是同类的”)。
- 1.198ἐκ τοῦ ἔνια μόρια ἐν αὐτῷ φανερῶς εἶναι ἄψυχα
介词 ἐκ 后接带冠词不定式结构,包含宾格主语 ἔνια μόρια 和补足语 ἄψυχα。代词 ἐν αὐτῷ(中性单数与格)回指上文的 τὸ πᾶν(宇宙整体)或 ὁ ἀήρ(空气),指在宇宙(或空气)之中存在着无生命的各部分。
- 1.199οὔτε διὰ τὸ κινεῖν καὶ αὐτὴ κινεῖται
在表示原因的介词短语 διὰ τὸ κινεῖν 中,主动语态不定式 κινεῖν 作及物/使役用法,意为“引起运动/推动他物”;与此相对,主句谓语动词 κινεῖται 为被动/中间语态,表示先人学说所主张的“灵魂自身被运动/运动自身”。两种语态的对比清晰地表达了“绝非因为推动他物就自身也运动”这一要旨。
