- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:194.11-195.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯论证了第二卷中提及的可分离心灵是人类心灵而非亚历山大所主张的神圣心灵,考察了《蒂迈欧篇》将灵魂分配于身体各部分的观点及其引发的疑难,并进而阐明了引文关于灵魂实体单一性与多重性的探究。
” καὶ ὅτι οὐ περὶ τοῦ θείου νοῦ ταῦτα λέγει, ὡς οἴεται ὁ Ἀλέξανδρος, σαφές· περὶ γὰρ τῶν μορίων τῆς ψυχῆς ζητῶν, εἴτε χωριστά ἐστιν ἀλλήλων εἴτε μή, ἐπήγαγε “περὶ δὲ τοῦ νοῦ”, ὡς ἂν καὶ αὐτοῦ μορίου ὄντος τῆς ψυχῆς· οὐκ ἂν δὲ τὸν θεῖον νοῦν μόριον ἔλεγεν εἶναι τῆς ψυχῆς. ἄλλως τε πῶς ἂν περὶ τοῦ θείου νοῦ τοῦ πάντῃ χωριστοῦ σωμάτων ἔλεγεν ἂν ἐνδέχεσθαι αὐτὸν χωρίζεσθαι; πῶς δ’ ἂν ὅλως περὶ τοῦ θείου νοῦ ἐζήτει εἰ χωριστὸς ἢ μή; // ὅτι δὲ οὐδὲ ἄλλον τινὰ νοῦν ἐπιγίνεσθαι ἡμῖν βούλεται, ὃν καλεῖ θεωρητικόν, αὐτός ἐστι πάλιν ὁ λέγων ὅτι ὁ θεωρητικὸς νοῦς τοῦ πρακτικοῦ διαφέρει μόνῳ τῷ τέλει, ὡς τῷ ὑποκειμένῳ τῶν αὐτῶν ὄντων·1 τοῦ μὲν γὰρ τέλος τὸ ἀγαθόν, τοῦ θεωρητικοῦ δὲ ἡ ἀλήθεια. ὅταν μὲν γὰρ πρὸς τὰ ὑπέρτερα ἀνατείνῃ ἑαυτόν, θεωρητικὸς γίνεται ζητῶν τὴν τοῦ παντὸς φύσιν, ὅταν δὲ πρὸς τὰ καταδεέστερα, πρακτικός. ὡς εἰ ὁ πρακτικὸς νοῦς ἐστιν ὁ ἀνθρώπειος (ἀνθρώπων γὰρ αἱ πράξεις) οὗτος δὲ τῷ τέλει μόνῳ διαφέρει τοῦ θεωρητικοῦ, καὶ ὁ θεωρητικὸς ἄρα νοῦς ἀνθρώπινος ἂν εἴη. ὅτι μὲν οὖν οὐ πᾶσαν ψυχὴν μιᾶς φησιν εἶναι οὐσίας, ἱκανὰ τὰ εἰρημένα, ἔτι μέντοι καὶ ἃ ἐν προοιμίοις παρεθέμεθα· ἔτι δὲ μᾶλλον αὐτοῖς τοῖς ῥητοῖς ἐπεξιόντες εἰσόμεθα. ἐνταῦθα μέντοι πρὸς τὸν Τίμαιον δοκεῖ τὴν ἀπάντησιν ποιεῖσθαι, λέγοντα μεμερίσθαι τὴν ψυχὴν κατὰ τὰ τοῦ σώματος μόρια, καὶ τὸ μὲν λογικὸν καὶ αἰσθητικὸν ἱδρῦσθαι ἐν τῷ ἐγκεφάλῳ, τὸ δὲ θυμικὸν ἐν τῇ καρδίᾳ, καὶ ἐν τῷ ἥπατι τὸ ἐπιθυμητικόν. ὡς πρὸς ταῦτα οὖν ἀπαντῶν καὶ μὴ βουλόμενος κατὰ τὰ μόρια τοῦ σώματος κατακεκερματίσθαι αὐτήν, ἀλλὰ μίαν συνέχειαν ἔχειν ὅλην δι’ ὅλου τοῦ σώματος, εἰ καὶ πολυμερής ἐστιν, οὕτω φησὶ μίαν αὐτὴν εἶναι, ἐπειδὴ καὶ τὸ ζῷον ἕν. καὶ ὁ Πλάτων δὲ οὐχ ὡς οἰόμενος ἐν μὲν τῷ ἐγκεφάλῳ ἁπλῶς ἱδρῦσθαι τὴν λογικὴν οὐσίαν, ἐν τῇ καρδίᾳ δὲ τὸν θυμὸν καὶ ἐν ἄλλῳ ἄλλο τι, οὕτως διῄρει αὐτὴν τοῖς μορίοις τοῦ σώματος, ἀλλ’ ὡς οἰόμενος ἕκαστον μόριον ἄλλο πρὸς ἄλλο μόριον τῆς ψυχῆς ἐπιτηδείως ἔχειν εἰς τὸ δέχεσθαι τὰς παρ’ αὐτοῦ ἐλλάμψεις. ὥσπερ γὰρ οὐδὲ πάντες ὀφθαλμοὶ ἰσοτίμως τὰς ἐκ τοῦ ἡλίου ἐλλάμψεις δέχονται, καὶ οὐ παρὰ τὸ μᾶλλον ἐν τῷδε τῷ ὀφθαλμῷ ἱδρῦσθαι τὸν ἥλιον μᾶλλον ἐλλάμπεται, ἀλλὰ διὰ τὴν ἑαυτοῦ ἐπιτηδειότητα, καὶ τῶν ἀψύχων δὲ τὰ διαφανῆ ἀπολαύει τῆς τοῦ φωτὸς ἐνεργείας διὰ τὴν οἰκείαν ἐπιτηδειότητα, οὕτως οἰητέον καὶ τὴν ψυχὴν μᾶλλον ἔν τισι μορίοις ἐλλάμπειν διὰ τὰς ἐκείνων ἐπιτηδειότητας, ὁπότε καὶ αὐτὸς ὁ Ἀριστοτέλης φαίνεταί που δοξάζων ἐν τῇ καρδίᾳ τὸ ἡγεμονικὸν ἱδρῦσθαι. ἀλλ’ ἐκ τούτων πάλιν ἀπορία τις ἀναφύει· μήποτε γὰρ μία τίς ἐστι2 τῇ οὐσίᾳ ἡ ψυχή, πρὸς δὲ τὰς διαφόρους κράσεις τε καὶ ἐπιτηδειότητας τῶν σωμάτων ἐν ἄλλῳ ἄλλας ἴσχει ἐνεργείας, ἐν τῷ ὀφθαλμῷ μὲν τὴν ὀπτικήν, ἐν ἀκοῇ δὲ τὴν ἀκουστικήν, καὶ ἄλλην ἐν ἄλλῳ. ἀλλ’ εἰ τοῦτο, δῆλον ὅτι ἡ μὲν ὀπτικὴ δύναμις ἐν τῷ ὀφθαλμῷ καὶ εἰδοποιεῖται, ἡ δὲ ἀκοὴ ἐν τῷ ἀκουστικῷ μορίῳ, καὶ ἄλλη ἐν ἄλλῳ· εἰ δὲ τοῦτο, τὰ χείρω εἰδοποιήσει τὰ κρείττω, καὶ ἡ ὕλη τοῦ εἴδους ἔσται αἰτία, καὶ διὰ τὴν ὕλην τὸ εἶδος ἔσται. ἔσται γὰρ ἡ μὲν ὕλη οὗ ἕνεκα (ἕνεκα γὰρ τοῦ ὄμματος τὸ ὁρᾶν) τὸ δὲ εἶδος ἕνεκά του· τοῦτο δέ ἐστιν ἀντιστρέφειν τὴν τῶν πραγμάτων φύσιν. εἰ οὖν ταῦτα ἄτοπα καὶ ἀδύνατα, οὐκ ἐν τοῖς μορίοις αἱ διάφοροι γίνονται ἐνέργειαι τῆς ψυχῆς, ἀλλὰ τῇ οὐσίᾳ εἰσὶ διάφοροι. Ἐπεὶ δὲ τὸ γινώσκειν τῆς ψυχῆς καὶ τὰ ἑξῆς. τῶν ἀπηριθμημένων τὰ μέν ἐστι τῆς λογικῆς ψυχῆς, ἡ γνῶσις καὶ ἡ δόξα καὶ ἡ βούλησις, τὰ δὲ τῆς ἀλόγου, ἡ αἴσθησις καὶ ἡ ἐπιθυμία καὶ ἡ ὄρεξις καὶ ἡ κίνησις ἡ κατὰ τόπον, αὔξησις δὲ καὶ ἀκμὴ καὶ φθίσις τῆς φυτικῆς. πότερον ὅλῃ τῇ ψυχῇ τούτων ἕκαστον ὑπάρχει, τουτέστιν ἆρα μία ἐστὶν οὐσία τῆς ψυχῆς, ἥτις πολυδύναμος οὖσα τὰς διαφόρους ταύτας ἐνεργείας ποιεῖται, ἢ οὐκ ἔστι μία τῇ οὐσίᾳ ἀλλὰ πολυμερής, ἐκ διαφόρων οὐσιῶν συγκειμένη, καὶ ἕκαστον τῶν μορίων αὐτῆς τινος τῶν εἰρημένων ἀντιλαμβάνεται;
”而且,他并不是如亚历山大所认为的那样就神圣心灵谈论这些,这一点是显而易见的;因为在探讨灵魂的诸部分彼此是否可分离时,他接着补充道“至于心灵”,就好像心灵自身也是灵魂的一部分一样;但他绝不会说神圣心灵是灵魂的一部分。此外,关于完全与物体分离的神圣心灵,他又怎能说它有可能被分离呢?他究竟又怎会就神圣心灵探讨它是否可分离呢? // 而且,他并不主张有某种他称之为沉思心灵的另一种心灵附加于我们身上,这又是他自己说的,即沉思心灵与实践心灵仅在目的上有别,因为它们在底层承担者上是同一的;因为前者的目的是善,而沉思心灵的目的是真理。当它将自身伸展向更高之物时,它通过探求万物的本性而成为沉思的,而当它伸展向较低之物时,则成为实践的。因此,如果实践心灵是属于人类的心灵(因为行为属于人类),而它仅在目的上与沉思心灵有别,那么沉思心灵也应当是人类的心灵。 因此,关于他并未主张全部灵魂具有单一实体,已经说过的话以及我们在序言中所引证的内容已经足够了;并且通过深入文本本身,我们将更加清楚地知晓这一点。然而在此处,他似乎是针对《蒂迈欧篇》作出回应,该书主张灵魂依据身体的各个部分而被分割,理性和感觉部分安置于大脑,激情部分安置于心脏,欲望部分安置于肝脏。因此,针对这些观点作出回应,并且不希望灵魂依据身体的各个部分而被割裂,而是希望它贯穿整个身体具有一个单一的连续性,哪怕它是多部分的,他也是这样主张灵魂是一的,因为动物也是一。而柏拉图自己也不是因为认为理性实体直接安置在大脑中、激情安置在心脏中、别的东西安置在别处,才如此按身体的诸部分分割灵魂的,而是因为认为各个部分相对于灵魂的不同部分具有接受来自后者的照耀的适合状态。因为正如并非所有的眼睛都同等地接受来自太阳的照耀,且一个眼睛受到更多照耀并不是由于太阳更多地安置在该眼睛中,而是由于其自身的适合性,并且在无生物中透明之物也由于其固有的适合性而享有光的现实活动,同样也应当认为,灵魂也是由于那些部分的适合性而在某些部分中照耀得更多,既然亚里士多德自己也似乎在某处主张主导部分安置于心脏之中。 但从这些又产生了一个疑难:是否灵魂在实体上乃是某种单一之物,但由于身体的各异调和与适合性而在不同部分中具有不同的现实活动——在眼中具有视觉活动,在听觉器官中具有听觉活动,在另一部分中具有另一种活动?但如果是这样,显而易见视觉能力在眼中被赋予形式,听觉在听觉部分被赋予形式,另一种能力在另一部分中也是如此;如果是这样,较劣者将为较优者赋予形式,质料将成为形式的原因,并且形式将为了质料而存在。因为质料将成为所为了的目的(因为观看是为了眼睛),而形式将成为为了某物的存在;但这乃是颠倒了事物的本性。因此,如果这些是荒谬且不可能的,那么灵魂各异的现实活动就不是在各部分中产生的,而是在实体上就是各异的。 “既然认识属于灵魂,等等。”在所列举的事项中,有些属于理性灵魂(认识、意见与意愿),有些属于非理性灵魂(感觉、欲望、欲求与位置运动),而生长、盛极与衰退则属于植物性灵魂。这些之中的每一项究竟属于整个灵魂——即灵魂是否具有单一的实体,因具有多重能力而产生出这些各异的现实活动——还是说它在实体上并非单一的而是多部分的,由不同的实体组成,并且它的每一个部分承担上述事项中的某一项?
- 1.200ὡς τῷ ὑποκειμένῳ τῶν αὐτῶν ὄντων
独立属格结构。τῶν αὐτῶν ὄντων 指代前文所述的两种心灵(沉思心灵与实践心灵),为阳性或中性复数属格,表示前提条件或理由(“既然二者是同一的”)。τῷ ὑποκειμένῳ 为表方面的与格,修饰 τῶν αὐτῶν,意为“在底层承担者(基质)上”。
- 1.200μήποτε γὰρ μία τίς ἐστι
μήποτε 与现在时直陈式动词(ἐστι)连用,并非表示担忧或禁止,而是用来提出审慎的推测或新的疑难(aporia),意为“是否可能……”。此处用以引入一种假设供进一步探讨,即单一的灵魂是否根据身体各部分的适合性而呈现出不同的活动。
