← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§189.27-191.8

通过吸气赋予生命说与灵魂同质性的两难

斐洛波诺斯针对亚里士多德在411a18的论述进行注解,考察了动物通过吸纳外气的一部分而成为有生命之物的观点。他提出了灵魂是同质的还是非同质的两难推论,论证了无论哪种前提都会在动物灵魂能力的分配上导致荒谬的后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.196

" Ὥστ’ ἀναγκαῖον αὐτοῖς λέγειν καὶ τὴν ψυχὴν ὁμοειδῆ τοῖς μορίοις εἶναι, εἰ τῷ ἀπολαμβάνεσθαί τι τοῦ περιέχοντος ἐν τοῖς ζῴοις ἔμψυχα τὰ ζῷα γίνεται." Εἰ διὰ τοῦτο, φησίν, ἕκαστόν ἐστιν ἔμψυχον, τῷ ἐναπολαμβάνειν ἐν ἑαυτῷ μόριόν τι τοῦ παντός, εἰσὶ δὲ πάντα τὰ μόρια τοῦ παντὸς ὁμοειδῆ καὶ ἑαυτοῖς καὶ τῷ ὅλῳ, ἀνάγκη καὶ ὁμοίως αὐτὰ ἔμψυχα εἶναι· ὥστε καὶ ἡ ἐν αὐτοῖς ψυχὴ ὁμοειδὴς ἑαυτῇ καὶ ὁμοιομερής. εἰ γὰρ μὴ εἴη ἡ ψυχὴ ὁμοειδὴς ἑαυτῇ καὶ ὁμοιομερὴς ὡς ὁ ἀήρ, οὐ πᾶσα ἐν ἑκάστῳ ἔσται, ἀλλὰ τόδε μὲν αὐτῆς τὸ μόριον ἐν τῷδε τῷ ἀέρι, φέρε εἰπεῖν τὸ θυμικόν, τόδε δὲ ἐν τῷδε, τὸ ἐπιθυμητικόν, καὶ ἄλλο ἐν ἄλλῳ. εἰ δὲ τοῦτο, οὐκέτι τὰ μόρια τοῦ ἀέρος ὁμοειδῆ ἔσονται ἑαυτοῖς καὶ τῷ ὅλῳ. ἤτοι δὲ ὡς ὑπ’ ἐκείνων λεγομένου τοῦ τὴν ψυχὴν ὁμοιομερῆ εἶναι ταῦτα λέγει, ἢ ὡς ὄντος ἐναργοῦς τοῦ μὴ εἶναι αὐτὴν ὁμοιομερῆ εἰς τοῦτο ἄγει τὸ ἄτοπον τὸν λόγον.1 οὔτε γὰρ πᾶν ἔμψυχον πάσας ἔχει τὰς τῆς ψυχῆς δυνάμεις, οὔτε ἐν οἷς πᾶσαί εἰσιν, οἷον ἐν τοῖς ἀνθρώποις, ἀλλήλοις εἰσὶν ὁμοειδεῖς. πρὸς δὲ τοῦτο, λέγω δὴ τὸ ἀναγκαῖον εἶναι ἐκ τοῦ λόγου τούτου ὁμοειδῆ εἶναι τὴν ψυχήν, καὶ τὰ ἑξῆς κατασκευάζει. ἔστι δὲ πρὸς τὸν λόγον τοῦτον καὶ τοιαύτῃ χρήσασθαι διαιρέσει τὸ ἀδύνατον δεικνύντας. ἀνάγκη γὰρ τὴν ἐν ὅλῳ τῷ ἀέρι ψυχὴν ἢ ὁμοειδῆ εἶναι αὐτῇ ἢ ἀνομοειδῆ. εἰ μὲν οὖν ὁμοειδής, ἐπειδὴ τῷ ἀπολαμβάνεσθαι ἐν τοῖς ἐμψύχοις μέρος τι τοῦ ἀέρος ἔμψυχα γίνεται, ἔδει πάντα τῆς αὐτῆς ψυχῆς μετέχειν. ἀλλὰ μὴν τὸ δεύτερον ψεῦδος ἐναργῶς· οὐχ ὁμοειδὲς γὰρ τὸ αἰσθητικὸν τῷ θρεπτικῷ ἢ τοῖς ἄλλοις· καὶ τὸ πρῶτον ἄρα. εἰ δὲ ἀνομοιομερὴς εἴη ἡ ψυχή, ἢ πάντα τὰ μόρια αὐτῆς διὰ παντὸς διήκει τοῦ ἀέρος, ὡς ἐν ἑκάστῳ μορίῳ τοῦ σώματος ἔστι καὶ θρεπτικὴ καὶ αὐξητικὴ δύναμις, ὁμοίως καὶ ἐν ἑκάστῳ κλάδῳ τοῦ δένδρου, ἢ οὖν πάντα διὰ παντὸς διήκει, ἢ ἕκαστον μόριον τῆς ψυχῆς μέρος τι τοῦ ἀέρος ἐμπεριείληφεν. εἰ μὲν οὖν πάντα τὰ μόρια τῆς ψυχῆς ἐν ὁτῳοῦν μορίῳ εἰσὶ τοῦ ἀέρος, ἔδει πάντα ὁμοίως ἔμψυχα εἶναι καὶ πάντα μετέχειν καὶ λόγου καὶ αἰσθήσεως καὶ θυμοῦ καὶ ἐπιθυμίας· ἀλλὰ μὴν τὸ δεύτερον ψεῦδος· καὶ τὸ πρῶτον ἄρα. εἰ δὲ ἕκαστον μόριον τῆς ψυχῆς μέρος τι τοῦ ἀέρος ἀπείληφεν, ἔδει ἄλλο ζῷον ἄλλης ψυχῆς μετέχειν, τὸ μὲν τῆς ἐπιθυμητικῆς μόνον, τὸ δὲ τῆς θυμικῆς, τὸ δὲ τῆς λογικῆς, τὸ δὲ ἄλλης τινός, εἴ γε τῷ ἐναπολαμβάνεσθαι μέρος τι τοῦ ἀέρος ἔμψυχα τὰ ζῷα γίνεται. νῦν δὲ ὁρῶμέν τινα πασῶν τῶν ψυχικῶν δυνάμεων μετέχοντα, τὰ δὲ τῶν πλειόνων, καὶ οὐδὲν μιᾶς μόνης δυνάμεως μετέχει. εἰ δέ τις εἴποι ὅτι διὰ τὸ πλείονα μόρια τοῦ ἀέρος ἐναπολαμβάνεσθαι ἐν τοῖς ζῴοις συμβαίνει πλειόνων δυνάμεων ψυχικῶν αὐτὰ μεταλαμβάνειν, λεγέτω τίς ἡ ἀποκλήρωσις2 τινὰ μὲν μόρια ψυχῆς ἐν πᾶσιν ἁπλῶς τοῖς ζῴοις ἢ ἐμψύχοις ἐναπολαμβάνεσθαι, τινὰ δὲ μή· θρεπτικὴ μὲν γὰρ ἐν πᾶσι καὶ αὐξητική, αἱ δὲ λοιπαὶ οὐ πάντως· καὶ πάλιν τίς ἡ ἀποκλήρωσις ἐν τοῖς μετέχουσιν αἰσθήσεως τὴν ἁπτικὴν μὲν πάντως εἶναι, τὰς δὲ ἄλλας μηκέτι. ἄλλως τε εἰ ὁμοιομερὴς ὁ ἀήρ, τίς ἡ ἀποκλήρωσις τόδε μὲν τὸ μέρος τοῦ ἀέρος τὸ λογιστικὸν τῆς ψυχῆς ἀπειληφέναι, τόδε δὲ τὸ αἰσθητικόν, καὶ ἄλλο ἄλλο· οὐ γὰρ τὸ τυχὸν εἶδος εἰς τὴν τυχοῦσαν ὕλην ἐγγίνεσθαι πέφυκεν. ὥστε εἰ ἀνάγκη ἕν τι μόριον τῆς διαιρέσεως ἀληθεύειν, εἴ γε ἔμψυχα τὰ στοιχεῖα, δείκνυται δὲ ἕκαστον ἀδύνατον, ψεῦδος ἄρα τὸ ἔμψυχα λέγειν.

“因此他们必然要说灵魂与其部分也是同类的,如果是由于包围之物[外气]的一部分被吸纳于动物之中而使动物成为有生命的。” 他说,如果是由于将宇宙整体的某一部分吸纳于自身之中,各事物才成为有生命的,而且宇宙整体的所有部分彼此之间以及与整体之间都是同类的,那么它们同样具有生命也是必然的;从而存在于其中的灵魂对于自身而言也是同类且同质的。因为如果灵魂不像空气那样对于自身而言是同类且同质的,它就不会整体地存在于每一个部分之中,而是它的这一部分(比方说激情部分)存在于这一处空气中,那一部分(欲望部分)存在于那一处空气中,而另一部分存在于另一处空气中。但如果这样,空气的各个部分对于彼此以及对于整体而言就将不再是同类的。他说这些话,或是因为灵魂是同质的这一点是由他们所主张的,或是因为灵魂不是同质的这一点是显而易见的,从而他将论证引向了这种荒谬后果。因为并非每一个有生命之物都具有灵魂的所有能力,而且在具有所有能力的事物中(例如在人之中),这些能力彼此之间也并非同类。针对这一点——我指的是依据这一论证灵魂必然是同类的——他也确立了随后的论述。此外,针对这一论证,人们也可以采用如下的二分法来证明其不可能。因为整个空气中的灵魂必然要么对于自身是同类的,要么不是同类的。如果它是同类的,既然由于空气的某一部分被吸纳到有生命之物中,〔它们〕才成为有生命的,那么所有的事物就本应分有同一种灵魂。然而第二点显然是假的;因为感觉能力与营养能力或其他能力并不是同类的;因此第一点也是假的。而如果灵魂是非同质的,那么要么它的所有部分贯穿于整个空气之中——正如在身体的每一个部分中都同时存在着营养能力和生长能力,在树木的每一个枝条中亦是如此——要么所有部分都贯穿于全部,要么灵魂的每一个部分都包容了空气的某一部分。如果灵魂的所有部分都存在于空气的任意部分之中,那么所有的事物就本应同样具有生命,并且所有的事物都本应同时分有理性、感觉、激情与欲望;然而第二点是假的;因此第一点也是假的。如果灵魂的每一个部分占有了空气的某一部分,那么既然动物是通过空气的某一部分被吸纳而成为有生命的,不同的动物就本应分有不同的灵魂,这个只分有欲望部分,那个只分有激情部分,另一个只分有理性部分,而再一个分有其他某种部分。但如今我们看到,有些事物分有灵魂的所有能力,有些分有多数能力,而没有任何事物仅仅分有一种能力。如果有人说,正是由于更多的空气部分被吸纳于动物之中,才使得它们分有了更多的灵魂能力,那么就让他说出:究竟是何种任意的指定,使得灵魂的某些部分无差别地被吸纳在所有的动物或有生命之物中,而某些部分却没有;因为营养和生长能力存在于所有事物中,但其余能力决非普遍如此;又是什么任意的指定,使得在分有感觉的事物中,触觉能力普遍存在,而其他感觉能力却不再如此。此外,如果空气是同质的,又是什么任意的指定,使得空气的这部分占有了灵魂的理性部分,那部分占有了感觉部分,而另一部分占有了另一部分?因为绝非任何偶适的形式都天生能在任何偶适的质料中生成。因此,只要诸元素是有生命的,这二分法中的某一个分支就必然为真,然而既然每一个分支都被证明是不可能的,那么称诸元素是有生命的便是假的。

语法注2 条
  1. 1.196ἤτοι δὲ ὡς ὑπ’ ἐκείνων λεγομένου τοῦ τὴν ψυχὴν ὁμοιομερῆ εἶναι ταῦτα λέγει, ἢ ὡς ὄντος ἐναργοῦς τοῦ μὴ εἶναι αὐτὴν ὁμοιομερῆ εἰς τοῦτο ἄγει τὸ ἄτοπον τὸν λόγον.

    由 ἤτοι... ἤ 连接的两个带有 ὡς 的属格绝对结构(ὡς ὑπ’ ἐκείνων λεγομένου τοῦ... 和 ὡς ὄντος ἐναργοῦς τοῦ...)提出了对亚里士多德论证意图的两种解释:要么是论敌确实声称灵魂是同质的,要么是因为灵魂不是同质的这一点是显而易见的,亚里士多德以此进行归谬。

  2. 1.196τίς ἡ ἀποκλήρωσις

    名词 ἀποκλήρωσις 是哲学论驳中表示“缺乏根据的任意指定/偏向”的术语。此处构成无系词的修辞性疑问句,意为“……的任意指定究竟是什么?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:189.27-191.8