← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§17.34-19.20

精气身体的存在与死后受罚

斐洛庞诺斯根据灵魂死后在冥府受罚的事实、墓地幽灵的显现以及医学证据,论证了精气身体(及星状体)的存在,并阐明情欲、感觉与表象皆归属于它。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#11

διὰ τοῦτο ἀλγύνεται ἡ καθαιρομένη ἐν τοῖς ὑπὸ γῆν δικαιωτηρίοις διὰ κολάσεως. ἀλλ’ εἰ ἀσώματος ἡ ψυχή, ἀδύνατον αὐτὴν παθεῖν. πῶς οὖν κολάζεται; ἀνάγκη οὖν πᾶσα σῶμά τι αὐτῆς ἐξῆφθαι, ὃ διακρινόμενον ἀμέτρως ἢ συγκρινόμενον ὑπὸ ψύξεως ἢ καύσεως ἀμέτρου ἀλγύνει τὴν ψυχὴν διὰ τὴν συμπάθειαν, ὥσπερ κἀνταῦθα τοῦ σώματος τούτου πάσχοντος ἀλγύνεται ἡ ψυχὴ διὰ τὸν φυσικὸν δεσμὸν καὶ τὴν ἐκ τούτου συμπάθειαν· ἐπεὶ αὐτὸ καθ’ αὑτὸ τὸ ἀσώματον ὑπ’ οὐδενὸς ἂν πάθοι. ποῖον οὖν σῶμά ἐστι τὸ ἐξημμένον αὐτῆς; οὐ δήπου τοῦτο· ἀνελύθη γὰρ εἰς τὰ ἐξ ὧν συνέστηκεν· ἀλλὰ τοῦτο τὸ πνευματικὸν ὃ λέγομεν. ἐν τούτῳ οὖν ἐστι πάντως διὰ τοῦτο ὡς ἐν ὑποκειμένῳ θυμὸς καὶ ἐπιθυμία, καὶ τούτου ἐστὶν ἀχώριστα. τῷ τοῦτο δῆλον; ὅτι ἀνάγκη μετὰ τὴν ἔξοδον τῆς ψυχῆς ἐκ τοῦ παχέος τούτου σώματος ἔτι εἶναι ἐν αὐτῇ θυμὸν καὶ ἐπιθυμίαν· εἰ γὰρ μὴ ἦσαν, ἀλλ’ ἅμα τῇ ἐξόδῳ τοῦ σώματος ἀπήλλακτο τῶν παθῶν τούτων, καθαρὰ ἂν ἦν πάντως καὶ τῆς γενέσεως ἀπηλλαγμένη· ἀπηλλαγμένη δὲ τῆς γενέσεως καὶ τῶν παθῶν ἀνῆκτο ἂν καὶ οὐκ ἂν ἐν τοῖς ὑπὸ γῆν δικαιωτηρίοις ἐγένετο. ὡς γὰρ εἴπομεν, κατιούσης αὐτῆς εἰς τὴν γένεσιν ἐδόθησαν ταῦτα τὰ πάθη διὰ τὰς εἰρημένας αἰτίας· ἀδύνατον δὲ αὐτὴν τῆς γενέσεως ἀπαλλαχθῆναι μὴ ἑαυτὴν καθάρασαν.1 ἐπειδὴ γὰρ αὐτοκίνητός ἐστιν καὶ ἑκοῦσα τοῦ ἀγαθοῦ ἐξέπεσεν, δεῖ πάλιν, ἵνα ἀναχθῇ, αὐτὴν ἑαυτὴν καθᾶραι. τὰ ὑπὸ γῆν δὲ δικαιωτήρια οὐ δύνανται αὐτὴν ἀνάξαι, ἀλλὰ τοσοῦτον μόνον ἐπιστρέφουσιν αὐτὴν πρὸς ἑαυτήν, ὥστε λοιπὸν καταγνοῦσαν ἑαυτῆς οἰκείᾳ ὁρμῇ καθαρθῆναι καὶ ἑκοῦσαν ἀποβαλεῖν οἷς ἑκοῦσα συνεδέθη τῇ συμπαθείᾳ. διό φασιν μετὰ τὰ ὑπὸ γῆν δικαιωτήρια πάλιν παραγίνεσθαι αὐτὴν ἐνθάδε ἐπὶ τοσοῦτον, ἕως ἑαυτὴν καθάρασα ἀναχθῇ τῆς γενέσεως ἀπαλλαγεῖσα· τότε τοίνυν καὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἀποτίθεσθαι μετὰ τούτου τοῦ ὀχήματος, τοῦ πνεύματος λέγω· εἶναι δέ τι καὶ μετὰ τοῦτο ἄλλο τι ἀιδίως αὐτῆς ἐξημμένον σῶμα οὐράνιον καὶ διὰ τοῦτο ἀίδιον, ὅ φασιν αὐγοειδὲς ἢ ἀστροειδές. τῶν γὰρ ἐγκοσμίων οὖσαν ἀνάγκη πάντως ἔχειν τινὰ κλῆρον2 ὃν διοικεῖ, μέρος ὄντα τοῦ κόσμου· καὶ εἰ ἀεικίνητός ἐστιν καὶ δεῖ αὐτὴν ἀεὶ ἐνεργεῖν, δεῖ ἔχειν ἀιδίως ἐξημμένον τι σῶμα ὃ ἀεὶ ζωοποιήσει· διὰ ταῦτα οὖν τὸ αὐγοειδές φασιν αὐτὴν ἀεὶ ἔχειν, ἀίδιον ὄν. διὰ τὰ εἰρημένα οὖν ἀνάγκη καὶ τὸ πνευματικὸν εἶναι σῶμα καὶ τούτου τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἀχώριστα εἶναι. Δῆλον δὲ ὅτι ὥσπερ αἱ ζωτικαὶ καὶ ὀρεκτικαὶ τῆς ἀλόγου δυνάμεις ἐν τῷ πνεύματι, οὕτω καὶ αἱ γνωστικαί· εἰ γὰρ αἱ χείρους χωρισταὶ τούτου τοῦ παχέος σώματος, πολλῷ μᾶλλον αἱ κρείττους· κρείττους δὲ αἱ γνωστικαί, λέγω δὲ φαντασίαν καὶ αἴσθησιν. ἀλλ’ εἰ καὶ ἐν ἐκείνῳ ἔχουσι τὸ εἶναι αἱ ἄλογοι τῆς ψυχῆς δυνάμεις, ἀλλ’ οὖν φοιτῶσιν ἴχνη τινὰ ἀπ’ ἐκείνου καὶ ἐπὶ τὸ παχὺ τοῦτο σῶμα, ὥσπερ καὶ ἀπὸ τοῦ νοῦ ἐλέγομεν φοιτᾶν ἐπὶ πάντας τὰς κοινὰς ἐννοίας. ὅτι γὰρ καὶ μέχρι τούτου τοῦ σώματος ἐλλάμψεις φοιτῶσι τῆς ἀλόγου ζωῆς, δῆλον. ὁ μὲν γὰρ θυμὸς κινεῖ τὸ περικάρδιον αἷμα καὶ ζέσιν τινὰ αὐτοῦ ποιεῖ, ἡ δὲ ἐπιθυμία τὸ ἧπαρ τοιῶσδε ἢ τοιῶσδε διατίθησιν πρὸς τὰς ἑαυτῆς κινήσεις, αἱ αἰσθήσεις τε πᾶσαι τῷ ἐγκεφάλῳ ἐλλάμπουσιν· ἐξ ἐκείνου γὰρ ἐπὶ τὰ αἰσθητήρια διὰ τῶν νεύρων χορηγεῖται ἡ δύναμις ἡ αἰσθητική, καὶ πεπονθότος3 αὐτοῦ αἱ αἰσθήσεις γίνονται ἀνενέργητοι, ὡς οἱ ἰατροὶ δεικνύουσιν· τοῦ γὰρ καλουμένου μηνιγγοφύλακος ἐπιτεθέντος τῇ μήνιγγι ἀναίσθητον καὶ ἀκίνητον τὸ ζῷον γίνεται (ἔστιν δὲ ἡ μῆνιγξ ὑμήν τις σκέπων τὸν ἐγκέφαλον), καὶ τοῦ νωτιαίου μέρους πεπονθότος τὸ μὲν ἀνωτέρω μέρος τοῦ παθόντος ἀπολαύει αἰσθήσεως, τὰ δὲ κάτω ἀναίσθητα γίνεται διὰ τὸ μὴ χορηγεῖσθαι ἔτι ἀπὸ τοῦ ἐγκεφάλου τὴν αἰσθητικὴν δύναμιν τοῦ ὀργάνου, λέγω δὴ τοῦ νεύρου, πεπονθότος· καὶ εἰ δεθείη δὲ νεῦρον, πάλιν ἀναίσθητον μὲν τὸ κάτω μέρος γίνεται, τὸ δ’ ἄνω μένει αἰσθητικόν. δῆλον μὲν οὖν καὶ ἐκ τῶν εἰρημένων ὅτι τέ ἐστι τὸ πνευματικὸν σῶμα καὶ τούτου ἀχώριστα θυμὸς καὶ ἐπιθυμία. δῆλον δὲ ἔτι μᾶλλον καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας. πόθεν ἐν τοῖς τάφοις τὰ σκιοειδῆ φαίνονται φάσματα; οὐ γὰρ δή γε ἡ ψυχὴ ἢ ἐσχημάτισται ἢ ὅλως ἐστὶν ὁρατή.

因此,在地下审判所受净化的灵魂通过惩罚遭受痛苦。然而,如果灵魂是非物体的,它便不可能受动。那么它是如何受罚的呢?因此,完全必然的是,有某种身体附着于它,这身体由于极度的冷却或极度的受热而被过度地疏解或凝聚,通过同感使灵魂受苦,正如在此处,当这身体受动时,灵魂通过自然纽带及由其产生的同感而受苦一样;因为非物体自身就其本身而言不会受到任何事物的触动。那么,附着于它的是怎样的身体呢?绝不是这[粗重身体];因为它已分解为构成它的那些成分;而是我们所说的这精气身体。因此,正因如此,激气和欲望完全作为在载体中一样存在于其中,且与它是不可分离的。这由何显明呢?因为在灵魂从这粗重身体脱离之后,激气和欲望必然仍存在于它之中;因为如果它们不存在,而是在脱离身体的同时便摆脱了这些情欲,它就完全是纯洁的且摆脱了生成;而一旦摆脱了生成和情欲,它本应上升,而不会进入地下审判所。因为正如我们所说,当它下降进入生成时,由于上述原因被赋予了这些情欲;但是,未经自我净化的灵魂要摆脱生成是不可能的。因为既然它是自动的且自愿从善中跌落,为了上升,它必须再次自我净化。地下审判所并不能使它上升,而只是将其转向自身到如此程度,以至于它从此谴责自己,依本己的冲动得到净化,并自愿抛弃那些它曾出于同感而自愿与之结合的事物。因此他们说,在地下审判所之后,它再次来到此世,一直到它自我净化并摆脱生成而上升;在那时,它便同这载具(即我所说的精气)一起卸下激气和欲望;并且他们说,在此之后,还有另一种身体永恒地附着于它,即天界身体,因而也是永恒的,他们称之为光辉体或星状体。因为既然它属于世界内的存在者,它完全必然拥有它所治理的某种份额,作为世界的一部分;而如果它是常动的且必须始终在活动,它必须拥有一种永恒附着于它的身体,以便始终赋予其生命;因此他们说它始终拥有光辉体,且此体是永恒的。因此,由于上述理由,精气身体的存在,以及激气和欲望与它是不可分离的,都是必然的。 显然,正如无理性灵魂的生命能力和欲求能力存在于精气中一样,认知能力也是如此;因为如果较低劣的能力与这粗重身体是可分离的,较高超的能力就更是如此;而较高超的能力就是认知能力,我指的是表象和感觉。但是,即使灵魂的无理性能力在那个[精气身体]中拥有其存在,然而从那个身体仍有某些痕迹散布到这粗重身体上,正如我们曾说,从理智有诸共同概念散布到所有人身上一样。因为无理性生命的照临甚至散布到这身体,这是显而易见的。因为激气移动心周围的血液并引起血液的某种沸腾,而欲望则为了自身的运动使肝脏处于这样或那样的状态,且所有感觉都照临大脑;因为通过神经从大脑向感觉器官供应感觉能力,当大脑受损时感觉便无能为力,正如医师们所指出的那样;因为当所谓的硬膜保护器置于硬膜上时,动物便变得无感觉且不能动弹(硬膜是覆盖大脑的一种膜),当脊髓部分受损时,受损部位以上的部分仍享有感觉,而下方的部分则变得无感觉,这是由于器官(即神经)受损而感觉能力不再从大脑供应;而如果一根神经被结扎,下方的部分再次变得无感觉,而上方的部分依然保持感觉。因此,从所论述的这些中也可以显明,精气身体确实存在,并且激气和欲望与它是不可分离的。然而,从事实本身的昭彰性来看,这一点甚至更为明显。在墓地中出现的阴影般的幻象是从何而来的呢?因为灵魂绝不会具有形状,也根本不是可见的。

语法注3 条
  1. 1.0ἀδύνατον δὲ αὐτὴν τῆς γενέσεως ἀπαλλαχθῆναι μὴ ἑαυτὴν καθάρασαν

    分词 καθάρασαν 为阴性单数宾格,与不定式 ἀπαλλαχθῆναι 的逻辑主语 αὐτήν(灵魂)保持一致。带有否定词 μή 的分词在此表示否定条件(“若不自我净化/未经自我净化”)。

  2. 1.0τῶν γὰρ ἐγκοσμίων οὖσαν ἀνάγκη πάντως ἔχειν τινὰ κλῆρον

    分词 οὖσαν 为宾格,与非人称表达 ἀνάγκη [ἐστί] 所支配的不定式 ἔχειν 的未明示主语 αὐτήν 一致。属格 τῶν ἐγκοσμίων 为部分属格或所属属格(“作为宇宙内存在者的一员”)。

  3. 1.0τοῦ ὀργάνου, λέγω δὴ τοῦ νεύρου, πεπονθότος

    此为独立属格结构(genitive absolute),进一步说明前文冠词不定式从句 διὰ τὸ μὴ χορηγεῖσθαι ... τὴν αἰσθητικὴν δύναμιν 的具体原因(“因为器官即神经受损”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:17.34-19.20