- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:188.12-189.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德对泰勒斯、斯多亚学派等人主张灵魂混合于整个宇宙与诸元素之中的观点的批判(411a7–16)。他梳理了关于简单元素何以不是动物的困难,以及论敌基于整体与部分同类性所作出的推论结构。
" Καὶ ἐν τῷ ὅλῳ δέ τινες αὐτὴν μεμῖχθαί φασιν, ὅθεν ἴσως καὶ Θαλῆς ᾠήθη πλήρη πάντα θεῶν εἶναι." Ἑτέραν δόξαν ἐκτίθεται περὶ ψυχῆς. ὑπενόησαν, φησί, τινὲς ψυχὴν ἐν παντὶ σώματι μεμῖχθαι, ὡς πᾶν εἶναι σῶμα ἔμψυχον· ἐκ δὲ τῆς τοιαύτης δόξης καὶ τὸν Θαλῆν νομίσαι πάντα πλήρη θεῶν εἶναι, τοπικῶς ὑπονοοῦντος τοῦ Θαλοῦ πανταχοῦ εἶναι τὸ θεῖον, ἢ τῷ αὐτὴν τὴν ψυχὴν θεὸν ὑπονοεῖν, ἢ θείας μοίρας αὐτὴν εἶναι. τοιοῦτόν ἐστι καὶ τὸ Ἀράτου “μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες.” φασὶ δὲ καὶ τοὺς Στωϊκοὺς τοιαύτης εἶναι δόξης· σῶμα γὰρ τὸ θεῖον ἐνόμιζον. τοπικῶς μὲν οὖν πανταχοῦ τὸν θεὸν εἶναι ὑπονοεῖν ἄτοπον καὶ παράλογον, εἴ γε μηδὲ σῶμα εἶναι τὸν θεὸν οἷόν τε, ὁπότε καὶ ἡ αἴσθησις ἀσώματος ἀποδέδεικται, καὶ πρὸς τοῦτο τῷ Ἀριστοτέλει ἡ ἔνστασις· ταῖς μέντοι ἐνεργείαις πανταχοῦ εἶναι ἀνάγκη, εἴ γε πάντων αἴτιος εἶναι ἀποδείκνυται. οὕτω γοῦν νοοῦμεν τὸ “πάντα θεοῦ πλήρη, πάντῃ δέ οἵ εἰσιν ἀκουαὶ καὶ διὰ πετράων καὶ ἀνὰ χθόνα καί τε δι’ αὐτοῦ ἀνέρος ὅττι κέκευθεν ἐνὶ στήθεσσι νόημα.” πρὸς ταύτην οὖν τὴν δόξαν τὴν ἐν παντὶ ψυχὴν εἶναι λέγουσαν πρῶτον μὲν ἀπορεῖ, τί δήποτε ἐν παντὶ σώματι ψυχῆς οὔσης, τὰ μέν ἐστι ζῷα, τὰ δὲ οὔ. καίτοι ἔδει πάντα εἶναι ζῷα· οὐδὲν δὲ τῶν ἁπλῶν ἐστι ζῷον. καίτοι ἔδει μᾶλλον ταῦτα εἶναι ζῷα· ἐν γὰρ πυρὶ οὖσα καὶ ἐν ἀέρι ἅτε ἐν καθαρωτέροις καὶ λεπτομερεστέροις σώμασιν οὖσα βελτίων ἂν εἴη ἐν τούτοις ἡ ψυχὴ τῶν συνθέτων,1 ὥστε καὶ μᾶλλον διαφαίνεσθαι αὐτῆς ὤφειλον αἱ ἐνέργειαι. τοῦτο δὲ ὡς ὑπ’ ἐκείνων λεγόμενον ἱστορεῖ, ὅτι ἐν πυρὶ καὶ ἀέρι καθαρωτέρα ἐστὶν ἡ ψυχὴ καὶ ἀθανατωτέρα· ἔδει οὖν καὶ μᾶλλον διαφαίνεσθαι τῶν συνθέτων. καὶ πρὸς αὐτὸ δὲ τοῦτο ἀπορεῖ, πῶς φασι τὴν ἐν τοῖς στοιχείοις ἀθανατωτέραν εἶναι καὶ βελτίω· ὁμοίως γὰρ τοῖς συνθέτοις καὶ τὰ ἁπλᾶ φθείρεται καὶ ἀλλοιοῦται καὶ μεταβάλλει. τί οὖν τὸ αἴτιον τοῦ ἀθανατωτέρας εἶναι τὰς ἐν τούτοις ψυχάς;
“也有人说灵魂混合在整体之中,或许泰勒斯也正因此认为万物皆充满神明。” 他正在阐述关于灵魂的另一种观点。他说,有些人设想灵魂混合在每一个物体之中,以至于每个物体都是有生命的;正是由于这样的观点,泰勒斯也认为万物皆充满神明,这是因为泰勒斯在空间意义上设想神圣之物无所不在,或是由于设想灵魂本身即是神,或是设想它是神圣的分有。阿拉托斯的诗句亦是如此:“充满宙斯的,既是所有的街巷,也是人类的所有市集,充满的还有大海与港口。”人们说斯多亚学派也有这样的看法;因为他们认为神圣之物是物体。然而,在空间意义上设想神无所不在是荒谬且不合情理的,如果神甚至不可能是物体的话便更是如此——既然甚至感觉也已被证明是无形体的,亚里士多德的反对也是针对这一点的;然而就其活动而言,神必然无所不在,如果神确实被证明是万物之因的话。至少我们是这样理解那句话的:“万物皆充满神,他的耳朵在各处,穿过岩石,掠过大地,穿透人自身胸中所深藏的任何心念。”因此,针对这种声称灵魂在万物之中的观点,他首先提出疑难:既然灵魂在每一个物体中,究竟为何有些是动物,有些却不是?然而所有物体本应都是动物;但在简单物体中却没有任何一个是动物。然而这些倒更应当是动物;因为灵魂存在于火中和气中,既然存在于更纯净、微粒更精细的物体中,它在这些物体中本应优于复合体中的灵魂,以至于它的各种活动本应更加显著地显现出来。而他叙述了这一点是由他们所说的,即在火与气中,灵魂更纯净且更不死;因此它本应比在复合体中更显著地显现。而且正是针对这一点他提出了疑难:他们凭何说元素中的灵魂更不死且更优越?因为正如复合体一样,简单物体也同样会毁灭、变质和转化。那么,在这些物体之中的灵魂更不死的原因又是什么?
"Συμβαίνει δὲ ἀμφοτέρως ἄτοπον καὶ παράλογον." Ἐπειδὴ εἶπε ‘διὰ τίνα αἰτίαν ψυχῆς οὔσης ἐν τοῖς στοιχείοις οὐκ ἔστι ζῷα;’ νῦν δέ φησιν ὅτι ὁπότερον ἂν τούτων δῶσιν, ἄτοπον καὶ παράλογον τὸ ἑπόμενον· εἴτε γὰρ ζῷα αὐτὰ εἶναι εἴπωσι, παραβολώτερος ὁ λόγος,2 τουτέστι τολμηρὸς καὶ ἐπικίνδυνος, ῥᾴδιον ἔχων ἐκ τῆς αἰσθήσεως τὸν ἔλεγχον· ἄτοπον δὲ καὶ τὸ ψυχῆς ἐνούσης ἐν αὐτοῖς μὴ εἶναι αὐτὰ ζῷα· ψυχὴν γὰρ τοιαύτην ἔλεγον δηλονότι ἐνεῖναι αὐτοῖς, οἵα ἡ τῶν ζῴων. δηλοῖ δὲ καὶ τὰ ἐπαγόμενα.
“然而无论怎样,都会产生荒谬且不合情理的后果。” 既然他曾说过“由于何种原因,在元素中存有灵魂时它们却不是动物?”,现在他说,无论他们承认这两者中的哪一种,随之而来的结论都是荒谬且不合情理的。因为如果他们说它们是动物,这种论述就过于轻率,即大胆而危险,且极易受到来自感官知觉的反驳;但如果灵魂内在其中而它们却不是动物,这也同样是荒谬的;因为他们所宣称内在其中的灵魂,显然与动物的灵魂是同一种类。随后的论述也清楚表明了这一点。
"Ὑπολαβεῖν δὲ ἐοίκασι τὴν ψυχὴν εἶναι ἐν τούτοις, ἐπεὶ τὸ ὅλον τοῖς μορίοις ὁμοειδές." Πόθεν ὑπήχθησαν ἔμψυχα εἰπεῖν τὰ στοιχεῖα, νῦν λέγει· συνελογίσαντο γὰρ ὅτι, εἰ ὁμοιομερῆ τὰ στοιχεῖα καὶ διὰ τοῦτο ὁμοειδὲς τὸ ὅλον τοῖς μέρεσι, τὰ δὲ μέρη τῶν ὅλων στοιχείων τὰ ἐν τοῖς ζῴοις ἔμψυχά ἐστι, καὶ τὰ ὅλα ἐξ ἀνάγκης ἔσται ἔμψυχα. εἰ γὰρ τὸ μέρος ἔμψυχον, ὅμοιον δὲ τῷ μέρει τὸ ὅλον, καὶ τὸ ὅλον ἄρα ἔμψυχον. διὰ γὰρ τοῦτο εἶναι τὰ ζῷα ἔμψυχα,3 τῷ ἔχειν ἕκαστον μόριόν τι τοῦ παντὸς σώματος τοῦ ἀέρος ἢ τοῦ πυρὸς ἢ τῶν ἄλλων ἐν αὑτῷ· ἐκείνων οὖν ἐμψύχων ὄντων, καὶ ταῦτα ἔμψυχα εἰκότως. τὰ δὲ τῷ λόγῳ τούτῳ ἑπόμενα ἄτοπα ἐπάγει ἐφεξῆς.
“但他们似乎是因为整体与部分同类,才设想灵魂存在于这些之中。” 他们是出于何种根据被引导去断言诸元素是有生命的,他现在说明了:因为他们推论出,如果诸元素是同质的,并因此整体与部分同类,而整体元素中存在于动物体内的部分是有生命的,那么整体也必然是有生命的。因为如果部分是有生命的,而整体与部分相似,那么整体也是有生命的。因为他们认为动物是有生命的,乃是由于动物各自在自身内部拥有空气、火或其余元素之宇宙物体的一部分;既然那些是有生命的,这些有生命自然也是理所当然的。而紧随这一论述的种种荒谬后果,他随即依次提出。
- 1.193βελτίων ἂν εἴη ἐν τούτοις ἡ ψυχὴ τῶν συνθέτων
属格 τῶν συνθέτων 是比较属格,构成了简略比较(comparatio compendiaria),意指“比复合体[中的灵魂]更加优秀”。其后的 διαφαίνεσθαι τῶν συνθέτων 同样应补足理解为“比在复合体[中的灵魂]更显著地显现”。
- 1.194παραβολώτερος ὁ λόγος
比较级形容词 παραβολώτερος 意为“过于冒险的、轻率的”。正如注解者紧接着以“即大胆而危险”(τουτέστι τολμηρὸς καὶ ἐπικίνδυνος)所作的同义解释,它形容一个在常识和感官证据面前极难成立、过于大胆的主张。
- 1.195διὰ γὰρ τοῦτο εἶναι τὰ ζῷα ἔμψυχα
带不定式的宾格结构 εἶναι 延续了前文 συνελογίσαντο(“他们推论出”)所引导的间接引语,表达论敌的观点(“因为[他们认为]动物是有生命的……”)。带冠词的与格不定式 τῷ ἔχειν... 则说明其理由(“通过拥有……”)。
