- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:187.1-188.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者针对亚里士多德在411a1提出的“灵魂没有必要由所有元素构成”的批判进行疏解,通过形式与缺乏的类比以及对立面之一的知识涵盖另一方的逻辑,论证仅凭单一元素便足以实现认知。
" Τοῦτο δὲ λέληθε τοὺς οὕτως ὑπειληφότας. εἴ τε δεῖ τὴν ψυχὴν ἐκ τῶν στοιχείων ποιεῖν, οὐδὲν δεῖ ἐξ ἁπάντων." Ἐλελήθει, φησί, τοὺς ἐκ τῶν στοιχείων ποιοῦντας τὴν ψυχήν, ἵνα γνωρίζῃ, ὅτι οὐδὲν ἔδει ἐκ πάντων αὐτὴν εἶναι, ἀλλ’ ἤρκει ἐκ τοῦ ἑτέρου μόνου τῶν ἐναντίων ποιεῖν αὐτήν. τὸ γὰρ ἕτερον τῶν ἐναντίων ἱκανὸν ἑαυτό τε γνωρίσαι τῷ ἐφαρμόζειν, καὶ τὸ ἐναντίον τῇ στερήσει καὶ τῷ μὴ ἐφαρμόζειν, ὥσπερ, φησίν, ἐπὶ τοῦ εὐθέος ἔχει καὶ τοῦ καμπύλου· τῷ γὰρ εὐθεῖ καὶ τὸ εὐθὺ γνωρίζεται τῷ ἐφαρμόζειν καὶ τὸ καμπύλον τῷ μὴ ἐφαρμόζειν. τὸ δὲ καμπύλον οὔτε ἑαυτῷ ἐφαρμόζει (ἀόριστον γὰρ τὸ καμπύλον καὶ οὐ πάντῃ ἐφαρμόζει διὰ τὴν ἀοριστίαν τῆς καμπυλότητος) οὔτε τῷ εὐθεῖ. ὁμοίως, ἵνα γνῶμεν τὴν ἄγνοιαν, οὐ δεόμεθα ἀγνοίας, ἀλλ’ ἡ ἐπιστήμη καὶ ἑαυτὴν γινώσκει καὶ τὴν ἄγνοιαν· ὡσαύτως ἐπὶ ὄψεως καὶ τυφλώσεως. ἀλλ’ ἐνταῦθα, διότι κατὰ στέρησιν καὶ ἕξιν ἡ ἀντίθεσις, εἰκότως καὶ τῆς ἕξεως μόνης χρεία πρὸς γνῶσιν ἀμφοτέρων· ἐπειδὴ γὰρ ἀόριστος ἡ στέρησις καὶ οὐδὲν ἕτερόν ἐστιν ἢ τοῦ εἴδους ἀπουσία, εἰκότως ἡ τοῦ εἴδους γνῶσις καὶ αὐτοῦ καὶ τῆς στερήσεώς ἐστι γνῶσις· τοῦτο γὰρ ἡ στέρησις, ὅπερ μὴ ἔστιν ἡ ἕξις· ἐπὶ μέντοι τῶν ἐναντίων ἑκατέρου εἰδοπεποιημένου καὶ ὡρισμένην ἔχοντος φύσιν οὐχ ἱκανὸν πρὸς γνῶσιν τὸ εἰπεῖν ὅπερ οὐ τοῦτο. εἰ γὰρ τὸ μὲν λευκὸν εἰδείην, ἀγνοοίην δὲ τὸ μέλαν, εἶτα ἔλεγέ τις ὅτι μέλαν ἐστὶν ὅπερ μὴ λευκόν, ἀνῄρει μὲν δῆλον ὅτι ἡ φαντασία τὸ λευκόν, ἐν ἀοριστίᾳ δὲ τὸ λοιπὸν ἦν, ὥσπερ ἐπὶ τῆς στερήσεως οὐκ ἔχουσα ὅπῃ ἐπερείδοιτο.1 δεῖ δέ, εἴπερ μέλλοι γνῶσις εἶναι τοῦ μέλανος, περιγραφῆναι τὴν φύσιν αὐτοῦ τῇ φαντασίᾳ. ἴσως οὖν, ἐπεὶ καὶ ἐν τοῖς στοιχείοις τὰ μέν εἰσι ποιητικὰ μᾶλλον καὶ εἰδικά, τὸ πῦρ καὶ ὁ ἀήρ, τὰ δὲ ὑλικὰ μᾶλλον καὶ παθητικά, ὡς ἡ γῆ καὶ τὸ ὕδωρ, τὰ κατὰ τὸ εἶδος τεταγμένα, ἃ καὶ ποιητικά, ἦν αὐτάρκη πρὸς τὴν τῆς ψυχῆς οὐσίαν· ἐγνώριζε γὰρ τούτοις καὶ τὰ ἄλλα τῇ ἀπουσίᾳ. ἐξ ἀναλογίας οὖν ὁ λόγος εἴληπται. εἰ γὰρ ἔνθα εἶδός ἐστι καὶ στέρησις, τῷ εἴδει καὶ αὐτὸ τὸ εἶδος καὶ τὴν στέρησιν γινώσκομεν, τὸ δὲ χεῖρον ἐν τοῖς ἐναντίοις ὕλης λόγον καὶ στερήσεως ἐπέχει, τῷ ἑτέρῳ ἄρα τῶν ἐναντίων τῷ ἀναλογοῦντι εἴδει καὶ τὸ ἕτερον γνωσόμεθα, ὅπερ ἀναλογεῖ τῇ στερήσει. μήποτε καὶ ὡς ἐναντία ἀρκεῖ εἰς τὴν ἀμφοτέρων γνῶσιν θάτερον, εἴπερ μία ἡ τῶν ἐναντίων ἐπιστήμη. ὅταν γὰρ ἐναντίον εἴπω, δῆλον ὅτι γνώσομαι παθητικάς τινας ἐναντιώσεις, ὥστε εἰ τὸ λευκὸν εἰδείην ὅτι ἐστὶ διακριτικὸν τῶν ὄψεων, τούτῳ δῆλον ὅτι καὶ τὸ ἐναντίον τὸ μέλαν γνώσομαι· ἐναντίον γὰρ τῇ διακρίσει ἡ σύγκρισις· τὸ ἄρα τῷ λευκῷ ἐναντίον συγκριτικὸν ἔσται. ὥστε εἰ περιπέσοιμί τινι συγκρίνοντι, εἰ καὶ μὴ τύχοιμι αὐτὸ εἰδώς, τῷ εἰδέναι τὸ λευκὸν ὅτι διακρίνει τούτῳ γνωρίζω καὶ τὸ περιτυχὸν μέλαν ὅτι ἐναντίον ἐστὶ τῷ λευκῷ. οὕτως οὖν ἤρκει τὴν ψυχὴν ἐξ ἑνὸς στοιχείου εἶναι, οἷον πυρός. εἰ γὰρ τοῦτο θερμόν ἐστι καὶ ξηρόν, δῆλον ὅτι, ὅταν περιτύχω τοῖς λοιποῖς στοιχείοις τοῖς τὰς ἐναντίας τούτῳ διαθέσεις ποιοῦσι, τῇ πρὸς τοῦτο ἐναντιότητι κἀκεῖνα γνώσομαι. ὥστε ἤρκει καὶ ἐξ ἑνὸς στοιχείου ποιεῖν τὴν ψυχήν· ἐν ἑκάστῳ γὰρ στοιχείῳ τῶν δύο ἐναντιώσεων ἅμα θάτερόν ἐστι μόριον.2
“但这却逃过了这样设想的人的注意。即使必须由诸元素构成灵魂,也完全没有必要由全部[元素构成]。” 他说,那些为了让灵魂能够认识而由诸元素构造灵魂的人没有注意到,灵魂完全没有必要由全部元素构成,而仅由对立面的一方来构造它就足够了。因为对立面的一方足以通过吻合来认识自身,并通过缺乏和不吻合来认识对立面——正如他说,在直线和曲线的情形中那样;因为通过直线,既通过吻合认识直线本身,也通过不吻合认识曲线。但曲线既不与自身吻合(因为曲线是不定的,且由于弯曲的不定性而不能在各处吻合),也不与直线吻合。同样,为了让我们认识无知,我们不需要无知,而是知识既认识自身也认识无知;在视力与盲目的情形中同样如此。但在这里,因为对立是依照缺乏与具备,理所当然地为了认识二者只需要具备;因为既然缺乏是不定的,且不是别的而只是形式的缺失,理所当然地对形式的认识就是对形式本身和对缺乏的认识;因为缺乏正是具备所不是的东西。然而,在对立面的每一个都已被赋予形式并具有确定本性的情形中,仅仅说“不是这个的东西”不足以构成认识。因为如果我知道白,却不知道黑,然后有人说黑就是不白的东西,想象力显然会去除白,但余下的东西却会处于不定之中,〔想象力〕就像在缺乏的情形中那样无处立足。但是,如果要产生对黑的认识,其本性必须被想象力所界定。因此或许,既然在诸元素中,有些较具能动性和形式性(火与气),有些则较具质料性和受动性(如土与水),那么那些被归入形式一侧、同时也具有能动性的元素,对于灵魂的本质而言就本是足够的;因为通过这些,灵魂也将通过缺席来认识其余的元素。因此,这一论述是从类比中得出的。因为如果在存在形式与缺乏的地方,我们通过形式既认识形式本身也认识缺乏,而对立面中较劣的一方充当着质料和缺乏的角色,那么通过与形式相类比的对立面的一方,我们也将认识与缺乏相类比的另一方。或许哪怕仅作为对立物,如果对立物的知识确实是单一的,单凭其中一方也足以认识二者。因为每当我提到“对立物”时,显然我将认识某种受动性的对立,因此如果我知道白是分离视线的,显然通过这一点我也将认识与其对立的黑;因为结合与分离相对立;所以与白相对立的必是结合性的。因此,如果我遇到某种结合性的东西,即使我不巧并不知道它本身,通过知道白能够分离,我也借此认识到所遇到的黑是与白相对立的。因此,灵魂仅由单一元素(例如火)构成原本就足够了。因为如果火是热且干的,显然当我遇到产生与此相反状态的其余元素时,通过与此的对立性,我也会认识那些元素。因此,哪怕仅由单一元素来构造灵魂也是足够的;因为在每一个元素中,都同时具有两组对立中各自的一方部分。
- 1.192οὐκ ἔχουσα ὅπῃ ἐπερείδοιτο
阴性单数主格分词 οὐκ ἔχουσα 的逻辑主语是前一分句中的主语 ἡ φαντασία,尽管中间插入了 ἐν ἀοριστίᾳ δὲ τὸ λοιπὸν ἦν 这一小句。它描述想象力如同在面对缺乏时一样,没有可以依凭的确立支点。ὅπῃ 引导间接疑问从句,祈愿语气动词 ἐπερείδοιτο 是过去时主句之后的转述祈愿语气。
- 1.192ἐν ἑκάστῳ γὰρ στοιχείῳ τῶν δύο ἐναντιώσεων ἅμα θάτερον ἔστι μόριον
属格 τῶν δύο ἐναντιώσεων(两组对立:冷/热与干/湿)是依存于 θάτερον μόριον(“一方部分”)的部分属格。它指明在每一个元素中都同时(ἅμα)存在着来自这两组对立各自的一方性质(如火中的“热”与“干”),因此单一元素便能通过这两对相反关系成为认识全部四种元素的基础。
