- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:185.12-186.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞阐发了亚里士多德对早期学者的驳斥:那些通过理智或感觉规定灵魂并由元素构造灵魂的人(如德谟克利特和阿那克萨哥拉),以及主张灵魂借呼吸吸入的奥菲斯诗篇,都未能涵盖一切生物(如植物或昆虫)的灵魂,也未能涵盖任何一个完整灵魂的全部能力。
" Ὁμοίως δὲ καὶ ὅσοι τὸν νοῦν καὶ τὸ αἰσθητικὸν ἐκ τῶν στοιχείων ποιοῦσι." Δείξας πῶς οἱ ἀπὸ τοῦ κινεῖν τὴν ψυχὴν ὁριζόμενοι οὐ περὶ πάσης ψυχῆς λέγουσι, δείκνυσι πάλιν ὅτι οὐδὲ οἱ ἀπὸ τοῦ γνωρίζειν αὐτὴν ὁριζόμενοι περὶ πάσης διαλέγονται. ὡς αἴσθησιν δὲ καὶ νοῦν τὴν αὐτὴν λεγόντων ψυχὴν τῶν ἀπὸ τοῦ γνωρίζειν αὐτὴν ὁριζομένων καὶ διὰ τοῦτο ἐκ τῶν στοιχείων αὐτὴν συνιστάντων οὕτως εἶπεν·1 οὕτω γὰρ ἔλεγε φανερῶς μὲν Δημόκριτος, ἐδόκει δὲ λέγειν καὶ ὁ Ἀναξαγόρας. οὐδὲ οὗτοι οὖν περὶ πάσης ψυχῆς διαλέγονται· οὐ γὰρ ἂν οὗτοι λέγοιεν περὶ τῆς μὴ ἐχούσης ψυχῆς αἴσθησίν τε καὶ νοῦν· ταῦτα γὰρ τῆς ψυχῆς τὰ γνωριστικά, νοῦς τε καὶ αἴσθησις. οὐ διαλέγονται οὖν οὐδὲ οὗτοι περὶ τῆς φυτικῆς· οὐ γὰρ αἰσθάνεται τὰ φυτά. καὶ τοῦτο μὲν κοινὸν τοῖς τὸ κινητικὸν λέγουσι καὶ τοῖς 〈τὸ〉 αἰσθητικόν· τὰ γὰρ φυτὰ οὔτε κινεῖται οὔτε αἰσθάνεται. δοκοῦσι δὲ περὶ πλειόνων διαλέγεσθαι οἱ τὸ αἰσθητικὸν εἰπόντες· περιλαμβάνουσι γὰρ καὶ τὰ ζωόφυτα, ἅπερ οἱ τὸ κινητικὸν λέγοντες οὐ περιελάμβανον. ἀπορήσειε δ’ ἄν τις πρὸς αὐτούς, τί δήποτε, εἰ ἐκ τῶν στοιχείων ἡ ψυχή, ἵνα γνωρίζῃ, αἱ μὲν τῶν ψυχῶν καὶ αἰσθάνονται καὶ διανοοῦνται, αἱ δὲ αἰσθάνονται μόνον. τὸ αὐτὸ καὶ πρὸς τοὺς τὸ κινητικὸν λέγοντας εἰπεῖν ἁρμόζει· διὰ τί γὰρ τῆς αὐτῆς οὔσης φύσεως αἱ μὲν καὶ κατὰ τόπον κινοῦσιν, αἱ δὲ οὔ;
“同样,那些由诸元素构成理智和感觉能力的人也是如此。” 在指出了那些从推动出发来规定灵魂的人如何未曾论及一切灵魂之后,他接着指出,那些从认识出发来规定灵魂的人同样未能论及全部灵魂。他是把那些从认识出发来规定灵魂并因此由诸元素构造灵魂的人,当作在说感觉和理智是同一种灵魂来如此表述的;因为德谟克利特显然是这样说的,阿那克萨哥拉似乎也是这样说的。因此,这些人也未能论及一切灵魂;因为他们不会谈论不具有感觉和理智的灵魂;因为灵魂的认识能力正是这些,即理智与感觉。因此,他们同样没有论及植物性灵魂;因为植物并不感觉。而这一点对于主张推动力的人和主张感觉能力的人是共通的;因为植物既不运动也不感觉。然而,那些主张感觉能力的人似乎论及了更多的东西;因为他们把主张推动力的人所未能囊括的动植物也囊括在内了。但是人们可以向他们提出一个疑难:既然灵魂是为了认识而由诸元素构成,究竟为什么有些灵魂既感觉又思考,而有些灵魂却仅仅感觉?对那些主张推动力的人同样适宜提出这一问题:为什么性质相同,有些灵魂也按空间推动,有些灵魂却不推动?
"Εἰ δέ τις καὶ ταῦτα παραχωρήσειε καὶ θείη τὸν νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δὲ καὶ τὸ αἰσθητικόν." Τουτέστιν εἰ καὶ συγχωρήσομεν πάσης ψυχῆς μόριον εἶναι τὸν νοῦν καὶ τὸ αἰσθητικόν, ἢ ὡς ταὐτὸν ὂν ἢ ὡς συντρέχοντα ταῦτα, ὡς ἔνθα ἂν ᾖ αἴσθησις, εἶναι καὶ νοῦν, ὡς ἐδόκουν λέγειν οἱ Πυθαγόρειοι, εἰς πᾶν σῶμα μετάγοντες τὴν ψυχήν, ἀλλ’ οὖν οὐδ’ οὕτως περὶ πάσης ἔσονται διειλεγμένοι οἱ ἀπὸ τοῦ γνωρίζειν τὴν οὐσίαν αὐτῆς ὁριζόμενοι· ἡ γὰρ φυτικὴ οὐ πέφυκε γνωρίζειν οὐδὲ αἰσθάνεσθαι. οὔτε οὖν περὶ πάσης οὔτε περὶ οὐδεμιᾶς ὅλης. εἰ γὰρ καὶ ὅτι μάλιστα πᾶσα ψυχὴ καὶ νοῦν καὶ αἴσθησιν ἔχει, ἀλλ’ ἔχει καὶ τὴν θρεπτικὴν δύναμιν καὶ αὐξητικὴν καὶ γεννητικήν, ἄλλας οὔσας τῶν γνωριστικῶν δυνάμεων, καὶ φανερώτερον ἐκείνων ἐν πᾶσι τοῖς ψυχὴν ἔχουσιν ἐνούσας, περὶ ὧν οὐδὲν λέγουσιν. ἀλλ’ οὐδὲ περὶ τῆς κατὰ τόπον κινητικῆς. ὥστε εἰ ἐν ἅπαντι ἐμψύχῳ ταῦτα, οὗτοι δὲ περὶ αὐτῶν οὐδὲν λέγουσι, περὶ οὐδεμιᾶς ὅλης διαλέγονται. ὡς μία γάρ τίς ἐστιν ἐν ἑκάστῳ τῶν ἀτόμων ψυχή, πλείοσι δὲ δυνάμεσιν ἢ μορίοις κεχρημένη·2 περὶ ὧν μὴ πάντων διαλεγόμενοι οὐδὲ περὶ μιᾶς ὅλης εἶεν ἂν διειλεγμένοι. τοῦτο δὲ ἴσως καὶ ἀντιπίπτοντός ἐστι λύσις· ἵνα γὰρ μή τις ὑπὲρ τῶν τὸ γνωριστικὸν τὴν ψυχὴν εἶναι τιθέντων ἀπολογούμενος εἴποι ὅτι οὐ περὶ πάσης ψυχῆς αὐτοῖς ὁ λόγος, ἀλλὰ περὶ τῆς ἀνθρωπίνης, ἧς πάσης ἴδιον τὸ γινώσκειν, διὰ τοῦτό φησιν ὅτι οὐδὲ περὶ ὅλης μιᾶς ποιοῦνται τὸν λόγον. ἡ γὰρ ἀνθρωπίνη ψυχὴ οὐ πᾶσα καθ’ ὅλην ἑαυτὴν γνωριστική ἐστιν· ἔστι γὰρ καὶ ἐν ταύτῃ καὶ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν καὶ φυτικόν, ὧν οὐδὲν αἰσθήσεως μετέχει. οὐδὲ περὶ τῆς ἀνθρωπίνης ἄρα πάσης διειλέχθησαν.
“即使有人对这些也予以让步,并设定理智是灵魂的某种部分,同样也将感觉能力设定为部分。” 这就是说,即便我们承认理智和感觉能力是一切灵魂的部分,无论视之为同一,还是视之为相互伴随(即凡是有感觉的地方,也有理智,正如毕达哥拉斯学派的人似乎所主张的那样,把灵魂迁移到每一种肉体之中),然而即便如此,那些从认识出发来规定灵魂本质的人也绝未曾论及一切灵魂;因为植物性灵魂在自然本性上既不能认识也不能感觉。因此,他们既未论及一切灵魂,也未论及任何一个完整的灵魂。因为即便每一灵魂都极大地拥有理智和感觉,但它也拥有营养能力、生长能力和生殖能力,这些能力有别于认知能力,且更为明显地存在于一切拥有灵魂的事物之中,而对于这些他们却未置一词。不仅如此,对于按空间推动的能力他们也毫无言及。因此,如果这些存在于每一个有生命物之中,而他们对它们却未置一词,他们就没有论及任何一个完整的灵魂。因为在每一个个体之中,灵魂宛如单一的存在,却运用着多种能力或部分;如果不论及这一切,他们也就未能论及任何一个完整的灵魂。这或许也是对一种反驳的解决:为了不让某人为那些主张灵魂是认知者的人辩护说,他们的论述并非关于一切灵魂,而是关于人的灵魂(对人的灵魂而言整个认知是其固有的),正因如此他说他们甚至没有对单一的完整灵魂作出论述。因为人的灵魂就其自身整体而言并不是全体都是认知的;因为在其中也存在着血气部分、欲望部分和植物性部分,其中没有任何一个分有感觉。因此,他们甚至也没有论及全部的人的灵魂。
"Τὸ αὐτὸ δὲ πέπονθε καὶ ὁ ἐν τοῖς Ὀρφικοῖς καλουμένοις ἔπεσι λόγος." Λεγομένοις εἶπεν, ἐπειδὴ μὴ δοκεῖ Ὀρφέως εἶναι τὰ ἔπη, ὡς καὶ αὐτὸς ἐν τοῖς Περὶ φιλοσοφίας λέγει· αὐτοῦ μὲν γάρ εἰσι τὰ δόγματα, ταῦτα δέ φασιν Ὀνομάκριτον ἐν ἔπεσι κατατεῖναι. λέγει οὖν ἐκεῖ ὅτι ἡ ψυχὴ ὑπὸ τῶν ἀνέμων ἐκ τοῦ παντὸς φερομένη ἀναπνεῖται ὑπὸ τῶν ζῴων. ὥστε καὶ οὗτος ὁ λόγος οὐ περὶ πάσης ψυχῆς λέγει· οὐ γὰρ πάντα ἀναπνεῖ τὰ ἔμψυχα· οὔκουν τὰ ἔντομα οὐδὲ τὰ φυτά. φασὶ δὲ αἰνίττεσθαι τὰ ἔπη διὰ μὲν τῆς ἀναπνοῆς τὴν ἐπιτηδειότητα τοῦ δεξομένου τὴν ψυχὴν σώματος, διότι ἡ ἀναπνοὴ καταψύχουσα τὸ ἔμφυτον θερμὸν εἰς συμμετρίαν ἄγει, τοὺς δ’ ἀνέμους φασὶ δυνάμεις τινὰς σημαίνειν δι’ ὧν κατάγεται ἡ ψυχὴ εἰς τὴν γένεσιν ἐκ τῆς ὁλικῆς ἐνεργείας, ἣν ἐνεργεῖ τοῦ μερικοῦ σώματος τούτου καὶ τῆς γενέσεως ἀπηλλαγμένη.3
“在所谓的奥菲斯诗篇中的说法也遭遇了同样的命运。” 他说“所谓的”,是因为这些诗篇似乎并非出于奥菲斯,正如他自己在《论哲学》中所说的那样;因为学说是属于他的,但据说奥诺玛克利托斯把这些铺陈成了诗篇。在那里的诗篇中说,灵魂由风从宇宙中带来,被动物吸入(呼吸)。因此这一说法也没有论及一切灵魂;因为并非所有有生命物都呼吸;至少昆虫和植物都不呼吸。人们说,这些诗篇通过呼吸暗示了接纳灵魂的肉体的适宜性,因为呼吸通过冷却与生俱来的热而将其引向匀称;人们还说,风象征着某些能力,灵魂正是通过这些能力,从它在脱离了这特定的肉体和生成时所施展的整体活动中被引入生成之中。
- 1.189ὡς αἴσθησιν δὲ καὶ νοῦν τὴν αὐτὴν λεγόντων ψυχὴν τῶν ἀπὸ τοῦ γνωρίζειν αὐτὴν ὁριζομένων καὶ διὰ τοῦτο ἐκ τῶν στοιχείων αὐτὴν συνιστάντων οὕτως εἶπεν
助词 ὡς 后接属格绝对结构(τῶν ... ὁριζομένων ... λεγόντων),表示亚里士多德如此表述所依据的视角或理由。在该分词短语内部,αἴσθησιν καὶ νοῦν 与表语 τὴν αὐτὴν ... ψυχήν 构成双重宾格结构。
- 1.190ὡς μία γάρ τίς ἐστιν ἐν ἑκάστῳ τῶν ἀτόμων ψυχή, πλείοσι δὲ δυνάμεσιν ἢ μορίοις κεχρημένη
此处 ὡς 作副词性用法修饰 μία τις(“宛如单一的”),ὡς μία 构成一个整体,因此后置词 γάρ 紧随其后。属格复数 τῶν ἀτόμων 在此作名词性用法,取其哲学专业术语含义,即“不可分的个体”(individua)。
- 1.191ἣν ἐνεργεῖ τοῦ μερικοῦ σώματος τούτου καὶ τῆς γενέσεως ἀπηλλαγμένη
关系代词 ἣν 的先行词为前文的 ἐνεργείας,构成同源宾格表达(ἐνέργειαν ἐνεργεῖν)。分词 ἀπηλλαγμένη 在主格阴性单数上与主语 ἡ ψυχή 一致,并带分离属格 τοῦ μερικοῦ σώματος τούτου καὶ τῆς γενέσεως。
