← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§184.1-185.11

以往学说的片面性与空间运动的独特性

斐洛波诺斯阐释了亚里士多德对以往各派学说的共同驳斥(未能涵盖一切类型的灵魂),并分析了为何只有空间运动被视为灵魂推动动物的运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.187

" Πάντες δὲ καὶ οἱ διὰ τὸ γνωρίζειν καὶ αἰσθάνεσθαι τὰ ὄντα τὴν ψυχὴν ἐκ τῶν στοιχείων ποιοῦντες αὐτήν, καὶ οἱ τὸ κινητικώτατον, οὐ περὶ πάσης λέγουσι ψυχῆς." Εἰς τρία διελόμενος τοὺς περὶ ψυχῆς εἰπόντας, εἴς τε τοὺς εἰς τὸ κινητικὸν ἀποβλέψαντας, καὶ τοὺς εἰς τὸ αἰσθητικόν, καὶ τοὺς εἰς τὸ ἀσώματον, καὶ ἐλέγξας ἰδίᾳ ἑκάστην τῶν δοξῶν τούτων (ὡς γὰρ ἤδη εἶπον, ἑκάστης αὐτῶν τὸ μέν τι ἀποδέχεται, τὸ δὲ ψέγει· ὅτι μὲν γὰρ τὸ κινοῦν τὴν ψυχὴν εἰρήκασι καὶ τὸ αἰσθητικόν, καὶ ὅτι δεῖν ἐνόμισαν ὅτι μάλιστα ἀσώματον εἶναι τὴν ψυχὴν ἀποδέχεται, ψέγει δὲ τοὺς μὲν ὅτι δεῖν ἐνόμισαν τῷ κινεῖσθαι αὐτὴν κινεῖν, τοὺς δὲ ὅτι ἐκ τῶν ἀρχῶν εἶναι αὐτὴν διὰ τὸ τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκεσθαι, τοὺς δὲ ὅτι περιφαντασθέντες καλῶς τὸ ἀσώματον οὐκ ἐκράτησαν τῆς ἐννοίας, ἀλλ’ εἰς λεπτομερὲς κατηνέχθησαν σῶμα) τούτων οὖν τῶν δοξῶν ἰδίᾳ ἑκάστην ἐλέγξας καὶ δείξας τὰ ἑκάστῃ ἑπόμενα ἄτοπα, νῦν πρὸς πάντας κοινόν τινα ἔλεγχον κατατείνει·1 συμβαίνει γάρ, φησί, τούτοις πᾶσι μὴ περὶ πάσης ψυχῆς διαλέγεσθαι. καὶ οἱ μὲν τὸ κινητικώτατον σῶμα αὐτὴν εἰπόντες ἢ λεπτομερέστατον ἀμφότεροι τῷ κινεῖν χαρακτηρίζοντες οὐδὲν οὔτε περὶ τῆς φυτικῆς ψυχῆς ἔσονται εἰρηκότες οὔτε περὶ τῆς τῶν ζωοφύτων· οὐ γὰρ ἡ τούτων ψυχὴ τῷ κινεῖν χαρακτηρίζεται· οὐδὲν γὰρ τούτων κινεῖται κατὰ τόπον. καὶ περὶ μὲν τῶν φυτῶν δῆλον· δόξειε δ’ ἂν τὰ ζωόφυτα κινεῖσθαι, οἷον οἱ σπόγγοι. οὐκ ἔστι δὲ κίνησις αὕτη τοπική· οὐ γὰρ ἀμείβει τόπον, ἀλλ’ οἷον συστολή τις καὶ διαστολή ἐστι· κίνησιν δὲ ἐλάμβανον ἐκεῖνοι τὴν ἐκ τόπου εἰς τόπον ἀμείβειν ποιοῦσαν καθ’ ὅλα τὰ πράγματα· τούτων δὲ ἀκίνητοι αἱ ὁλότητες. οἱ δὲ εἰς τὸ γνωστικὸν καὶ αἰσθητικὸν καὶ αὐτοὶ οὐδὲν περὶ τῆς φυτικῆς εἰρήκασι· τὰ γὰρ φυτὰ ἔμψυχα μὲν ἀναίσθητα δὲ καὶ γνώσεως ἄμοιρα.

“无论是因灵魂认识和感觉存在物而使其出于诸元素的人,还是使灵魂成为最能推动者的人,所有这些人都不是在谈论一切灵魂。” 在把论述灵魂的人划分为三类——即着眼于推动力的人、着眼于感觉能力的人,以及着眼于非肉体性的人——并分别驳斥了这些观点的每一个之后(因为正如我已经说过的,他对它们之中的每一个既有所接受,又有所指责:因为他接受他们把灵魂说成推动者和感觉者,并且认为灵魂应当尽可能是非肉体的;但他指责前一部分人是因为他们认为灵魂必须通过自身受动来推动,指责第二部分人是因为由于同类由同类来认识而主张灵魂出于诸本原,指责最后一部分人则是因为他们虽对非肉体者有了美好的构想,却未能把握住这一概念,反而堕入了微细的肉体之中),在分别驳斥了这些观点中的每一个并指出了随之而来的荒谬之后,他现在针对所有人展开了一种共同的驳斥:因为他说,所有这些人的结果都是未能论及一切灵魂。而那些把灵魂说成是最能推动的肉体或最微细的肉体的人,由于二者都以推动来规定其特征,因而无论是关于植物性灵魂,还是关于动植物的灵魂,都未曾言及任何东西;因为它们的灵魂并不以推动为其特征;因为这些东西没有一个是按空间移动的。关于植物这一点是显而易见的;但动植物(例如海绵)似乎在运动。然而这并不是空间位置的运动;因为它并不变换位置,而是宛如某种收缩与舒张;但他们所理解的运动乃是使事物作为整体从一处变换到另一处的运动;而这些生物的整体是静止不动的。另一方面,那些着眼于认知和感觉能力的人,他们自己也同样对植物性灵魂未置一词;因为植物固然有生命,却是无感觉的,且无份于认识。

§1.188

"Καίτοι γε δοκεῖ ταύτην μόνην τῶν κινήσεων κινεῖν ἡ ψυχὴ τὸ ζῷον.2" Εἰπὼν ὅτι οἱ εἰς τὸ κινητικὸν ἀποβλέψαντες οὐ περὶ πάσης ψυχῆς διαλέγονται (οὔτε γὰρ περὶ τῆς τῶν φυτῶν οὔτε περὶ τῆς τῶν ζωοφύτων, ἅπερ ζωόφυτα αἰσθήσεως μὲν μετέχει, κινήσεως δὲ τῆς κατὰ τόπον οὔ), ἵνα μή τις εἴποι ὅτι καὶ ταῦτα κινεῖται (ἀλλοιοῦται γὰρ καὶ αὐξάνεται καὶ τὰ φυτὰ καὶ τὰ ζωόφυτα), διὰ τοῦτο προσέθηκε ταύτην μόνην τὴν κίνησιν, λέγω δὴ τὴν κατὰ τόπον, κινεῖ ἡ ψυχὴ τὸ ζῷον. εἰ τοίνυν ταύτην μόνην τὴν κίνησιν ἡ ψυχὴ κινεῖ, οἱ ἀπὸ τοῦ κινητικοῦ ὁριζόμενοι αὐτὴν οὐκ ἂν περὶ πάσης λέγοιεν ψυχῆς. ὅτι γὰρ ἀλλοίωσις καὶ αὔξησις οὐκ εἰσι ψυχῆς κινήσεις, πρόδηλον ἐξ ὧν καὶ τὰ ἄψυχα καὶ αὔξεται, ὡς οἱ λίθοι, καὶ ἀλλοιοῦται, ὡς ἅπαντα τὰ ἐν γενέσει, τὴν δὲ κατὰ τόπον τὴν ἐξ ἑαυτοῦ καὶ καθ’ ὁρμὴν γινομένην μόνα τὰ ζῷα κινεῖται. ἔτι ἐκείνων μὲν ἑκάστην τῶν κινήσεων εἰ καὶ καθὸ ἔμψυχόν ἐστι ποτὲ κινεῖται, ἀλλ’ οὐχ ὑπὸ τῆς ψυχῆς ἀλλ’ ὑπό τινων ἔξωθεν (ἢ γὰρ ὑπὸ τῶν αἰσθητῶν ἢ ὑπὸ τῶν νοητῶν ἢ ὑπὸ τοῦ προσκρινομένου τε καὶ αὔξοντος, κατὰ τὴν ψυχὴν μέντοι καὶ καθὸ ἔμψυχον), τὴν δὲ καθ’ ὁρμὴν οὐ καθὸ ἔμψυχον μόνον, ἀλλὰ καὶ ὑπὸ τῆς ψυχῆς κινεῖσθαι δοκεῖ.

“然而,在诸运动中,灵魂似乎只使动物作这一种运动。” 既然他已经说过着眼于推动力的人并未论及一切灵魂(因为他们既未论及植物的灵魂,也未论及动植物的灵魂,而动植物虽分有感觉,却不分有空间上的运动),为了不让任何人说这些生物也是运动的(因为植物和动植物既发生变质也进行生长),为此他便补充道:“灵魂只使动物作这一种运动”,我指的正是按空间的运动。那么,如果灵魂只使之作这一种运动,那些从推动力出发来规定灵魂的人,就不会是在谈论一切灵魂。因为变质和生长并不是灵魂的运动,这一点从无生命物也既生长(如石头)又变质(如所有处于生成之中的事物)这一事实中显而易见,而唯独动物作那种出于自身且顺应冲动而产生的空间运动。此外,就那些运动中的每一种而言,即便〔动物〕有时是由于其具有生命而受推动,却也不是由灵魂推动的,而是由某些外在之物推动的(因为它是或者被可感觉物、或者被可理解物、或者被附着并引起生长的东西所推动,不过确实是顺应灵魂且因其具有生命);相反,就顺应冲动的运动而言,它似乎不仅因其具有生命,而且也是由灵魂推动的。

语法注2 条
  1. 1.187Εἰς τρία διελόμενος τοὺς περὶ ψυχῆς εἰπόντας... τούτων οὖν τῶν δοξῶν ἰδίᾳ ἑκάστην ἐλέγξας... νῦν πρὸς πάντας κοινόν τινα ἔλεγχον κατατείνει

    在句首的分词短语 Εἰς τρία διελόμενος ... καὶ ἐλέγξας 与主动词之间,插入了长篇的括号性说明从句(ὡς γὰρ ἤδη εἶπον...)。因此,在 τούτων οὖν τῶν δοξῶν ἰδίᾳ ἑκάστην ἐλέγξας 处借由连词 οὖν 重新复述前行分词(复指性用法),从而引出主句的主动词 κατατείνει。

  2. 1.188ταύτην μόνην τῶν κινήσεων κινεῖν ἡ ψυχὴ τὸ ζῷον

    动词 κινεῖν 带有的双宾格结构:除了作为直接宾语(受动者)的 τὸ ζῷον 之外,短语 ταύτην μόνην τῶν κινήσεων 作为同族宾格(内宾格),规定了灵魂所施加运动的方式与范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:184.1-185.11