- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:182.23-183.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注解410b10–14,论证若将诸元素视为质料,则作为使其统一并维持的形式的灵魂必然在本性上在先并统治诸元素。他进一步根据亚里士多德将理智称为最优先本原的说法指出理智的可分离性,并借助本性状态与反常状态的区别,解决了前面遗留的关于灵魂能力随顺肉体混合的难题。
" Ἀπορήσειε δ’ ἄν τις καὶ τί ποτέ ἐστι τὸ ἑνοποιοῦν αὐτά· ὕλη γὰρ ἔοικε τὰ στοιχεῖα εἶναι. κύριον δὲ ἐκεῖνο τὸ συνέχον ὅ τί ποτέ ἐστι." Ἐπεὶ ἐκ τῶν στοιχείων ἔλεγον τὴν ψυχήν, ταῦτα δὲ διακεκριμένα ἐστὶ καὶ ὕλης λόγον ἐπέχει, εἴπερ μὴ ἁπλῶς στοιχεῖα ἔλεγον τὴν ψυχήν, ἀλλ’ ἐκ τῶν στοιχείων, τί τὸ ἑνοποιοῦν τὰ διακεκριμένα ταῦτα στοιχεῖα συνερχόμενα εἰς τὴν τῆς ψυχῆς γένεσιν, εἴ γε μία οὖσα ἡ ψυχὴ ἐκ πλειόνων ἐστὶ τῶν στοιχείων; ἐκεῖνο οὖν τὸ τῆς ἑνώσεως αὐτῆς αἴτιον τοῦτο ἂν εἴη ψυχή. ἐν οἷς δέ ἐστι τὸ μὲν συνέχον τὸ δὲ συνεχόμενον, πρῶτον τῇ φύσει καὶ κάλλιον τὸ συνέχον τοῦ συνεχομένου· ὥστε εἰ ἐν τῷ συνθέτῳ τὸ συνέχον καὶ κύριον ἡ ψυχή (διαπίπτει γὰρ ταύτης ἐξελθούσης τὸ συγκείμενον) τὸ συνέχον δὲ τοῦτο καὶ ἄρχον τῇ φύσει, ἡ ψυχὴ ἄρα ἄρχει, τὰ δὲ στοιχεῖα ἐκ τῆς ψυχῆς ἔχοντα τὴν ἕνωσιν καὶ τὴν συνέχειαν ὑστέραν ἂν ἔχοι τάξιν. ὥστε ἡ ψυχὴ ἀρχοειδεστέρα τῶν στοιχείων. καὶ γὰρ ἐν τοῖς ἐξ εἴδους καὶ ὕλης τὸ ἀρχοειδέστερον καὶ τῇ φύσει πρῶτον τὸ εἶδός ἐστι· διὰ τοῦτο γὰρ ἡ ὕλη, εἴ γε τὸ μὲν οὗ ἕνεκα, ἡ δὲ ὕλη ἕνεκά του, καὶ πρὸς τὴν τούτου ὑποδοχὴν ἡ ἐπιτηδειότης εὐτρεπίζεται τῆς ὕλης. ἐν δὲ τοῖς ἐμψύχοις τὸ εἶδος ἡ ψυχή· πρῶτον ἄρα τῇ φύσει ἡ ψυχή. ἐκεῖνοι δέ φασι πάντων ἀρχὰς εἶναι τὰ στοιχεῖα, καὶ τοῦ συνέχοντος τῆς ψυχῆς τὰ συνεχόμενα τὰ στοιχεῖα ἀρχὰς εἶναί φασι1 καὶ αἴτια. οὕτως δ’ ἂν εἴη τὸ ἐπιχείρημα· τὸ κυριώτατον συνέχει, ἡ ψυχὴ δὲ κυριώτατον, αὕτη ἄρα συνέχει· τὸ δὲ συνέχον ἀρχοειδέστερον· ἡ ψυχὴ ἄρα ἀρχοειδεστέρα. οὐκ ἄρα τὰ στοιχεῖα ἀρχαὶ τῶν ὄντων πάντων. τῆς δὲ ψυχῆς εἶναί τι κρεῖσσον καὶ ἄρχον ἀδύνατον. ἡ γὰρ ψυχὴ τοῦ μὲν σώματος τούτου, ἔτι δὲ καὶ τοῦ πνεύματος τιμιωτέρα, τοῦ δὲ νοῦ μόνον οὐ προγενεστέρα·2 ὁ δὲ νοῦς καὶ τῆς ψυχῆς τιμιώτερον καὶ προγενέστερον, ἅτε χωριστὴν ἔχων τὴν οὐσίαν· ὥστε ἀρχικώτατον πάντων ὁ νοῦς κατὰ φύσιν. πῶς οὖν ἐκεῖνοί φασι τὰ στοιχεῖα; εὔλογον γὰρ τὸ τιμιώτερον τὴν φύσιν τοῦτο καὶ προγενέστερον εἶναι.
“人们还会提出这样的疑难:究竟是什么使它们合为一体;因为诸元素似乎是质料,而那起维持作用者,无论它究竟是什么,乃是起主导作用的。” 既然他们主张灵魂来自诸元素,而这些元素彼此相分并充当质料的角色——如果他们确实不是说灵魂就是单纯的诸元素,而是说灵魂来自诸元素——那么,如果作为单一者的灵魂是由多数元素构成的,在这些相分的元素为了灵魂的生成而聚集到一起时,究竟是什么使它们合为一体呢?那么,作为这一结合本身的原因的那个东西,就会是灵魂。在包含维持者与被维持者于其中的事物中,维持者在本性上在先于且优于被维持者;因此,如果在复合物中维持者和主导者是灵魂(因为当它离去时,结合体便瓦解),而这个起维持作用者在本性上又是统治性的,那么灵魂便进行统治,而诸元素既然从灵魂获得其统一和维系,就会处于后继的位序。所以灵魂比诸元素更具本原的性质。因为在由形式和质料构成的事物中,更具本原性质且在本性上在先的是形式;因为质料是为了形式而存在的,既然形式是目的,而质料是为了某种目的,质料的合宜性正是为了接纳形式而预备的。而在有生命的事物中,形式就是灵魂;因此灵魂在本性上是在先的。然而他们却声称诸元素是万物的本原,并且声称对于起维持作用的灵魂而言,作为被维持者的诸元素乃是本原和原因。其论证可以表述如下:最为主导者起维持作用;灵魂是最为主导者;因此灵魂起维持作用;但起维持作用者更具本原性质;因此灵魂更具本原性质。所以诸元素并不是一切存在物的本原。此外,要存在某种比灵魂更优越且统治灵魂的事物是不可能的。因为灵魂固然比这肉体、甚至比精气更显尊贵,但它唯独不在理智之先;理智由于具有可分离的实体,甚至比灵魂更尊贵且在先;因此按照本性,理智是一切之中最具支配性的本原。那么他们怎么会说是诸元素呢?因为本性上更尊贵的事物在先,这是合乎情理的。
"Εὐλογώτατον γὰρ εἶναι τοῦτον προγενέστατον καὶ κύριον κατὰ φύσιν." Ἐναργῶς ἄρα καὶ διὰ τούτων χωριστὸν εἶναι βούλεται τὸν νοῦν ὁ Ἀριστοτέλης, εἴ γε καὶ τῆς ψυχῆς αὐτόν φησι προγενέστερον εἶναι. νοῦν δὲ λέγει τὴν λογικὴν ψυχήν, ψυχὴν δὲ τὴν λοιπήν. ἐντεῦθεν ἔχεις τὴν λύσιν ὧν ἀπορήσας ἀνωτέρω οὐκ ἐπελύσατο,3 ἡνίκα ἔλεγεν ἕπεσθαι ταῖς κράσεσι ταῖς τοῦ σώματος τὰς τῆς ψυχῆς κινήσεις. τοῦτο γὰρ συμβαίνει, ὅταν παρὰ φύσιν ἔχῃ ὁ ἄνθρωπος. ὅταν γὰρ μὴ ἄρχῃ ὁ νοῦς, οὗπερ ἐστὶ κατὰ φύσιν τὸ ἀρχικόν, τῆς τάξεως ἀντιστραφείσης ἕπονται ταῖς κράσεσι τοῦ σώματος αἱ τῆς ψυχῆς δυνάμεις· ὅταν δὲ ὁ νοῦς ἄρχῃ, τότε κατὰ φύσιν ἔχοντος τοῦ ἀνθρώπου οὐκέτι ταῖς κράσεσι τοῦ σώματος ἀκολουθοῦσιν αἱ τῆς ψυχῆς δυνάμεις, ἀλλ’ ἕπεται τῇ ψυχῇ τὸ σῶμα.
“因为这一者在本性上最在先且为主导者,乃是极其合乎情理的。” 因此显然,亚里士多德通过这些话也意在表明理智是可分离的,如果他甚至说它在先于灵魂的话。他所说的理智是指理性灵魂,而所说的灵魂是指其余部分。由此你便可以获得他前面提出疑难却未予解决的那些问题的解答,当时他说灵魂的运动随顺肉体的混合状态。因为这种情况发生在人处于反常的非自然状态时。因为当理智不行使统治时——而统治在本性上正是属于理智的——秩序便颠倒过来,灵魂的诸能力便随顺肉体的混合状态;但当理智行使统治时,人此时处于顺应本性的状态,灵魂的诸能力便不再跟从肉体的混合状态,反而是肉体随顺灵魂了。
- 1.185τοῦ συνέχοντος τῆς ψυχῆς τὰ συνεχόμενα τὰ στοιχεῖα ἀρχὰς εἶναί φασι
τοῦ συνέχοντος 与 τῆς ψυχῆς 为同位语,指作为维持主体的灵魂;该属格依附于后面的 ἀρχάς 与 αἴτια,充当客体属格(即“起维持作用的灵魂之本原”)。宾格短语 τὰ συνεχόμενα τὰ στοιχεῖα 是不定式 εἶναι 的逻辑主语,ἀρχάς 与 αἴτια 为其谓语宾格。这一结构突出了对方颠倒主次的荒谬性,即将被维持的元素当作了维持者的本原。
- 1.185τοῦ δὲ νοῦ μόνον οὐ προγενεστέρα
此处的 μόνον οὐ 并非习语“几乎/差不多”(almost),而是副词 μόνον(仅仅)与否定词 οὐ 的结合,意为“唯独对理智而言,[灵魂]并不在先”。它表明了层级对比:灵魂虽在肉体与精气之先且更尊贵,但唯独不在理智之先(理智反而在灵魂之先)。
- 1.186ὧν ἀπορήσας ἀνωτέρω οὐκ ἐπελύσατο
关系代词 ὧν 呈现出关系代词引申(attractio relativi)现象,受分词 ἀπορήσας 的格支配或被吸引为属格,充当未明说的先行词(指示代词宾格/属格)之代表。整个句意为“[对]他此前提出疑难却未曾解决的那些问题的[解答]”。
