← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§181.8-182.22

批判恩培多克勒:神的无知与元素赋有灵魂的疑难

斐洛庞奴斯注释了亚里士多德针对恩培多克勒的论驳:元素成为无知而非知识的原因(410b2),不知争斗的神比凡俗之物更无知(410b4),以及若灵魂即元素则一切存在物皆应有灵魂这一疑难(410b7)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.182

" Ἔτι δ’ ἑκάστῃ τῶν ἀρχῶν ἄγνοια πλείων ἢ σύνεσις ὑπάρχει· γνώσεται μὲν γὰρ ἓν ἑκάστη, πολλὰ δ’ ἀγνοήσει· πάντα γὰρ τὰ ἄλλα." Εἰ γὰρ γαίῃ μὲν γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, ἑκάστη ἄρα τῶν ἀρχῶν ἓν γνωρίζουσα πλείονα ἀγνοήσει. ὥστε ἀγνωσίας μᾶλλον ἢ γνώσεως αἴτια τὰ στοιχεῖα. δοκεῖ δὲ τοῦτο τὸ ἐπιχείρημα οὐκ εἰς ἄτοπον ἀπάγειν τὸν λόγον, ἀλλὰ μόνον τὸ ἑπόμενον τῇ δόξῃ λέγειν· τί γὰρ τοῦτο ἄτοπον, εἰ ἕκαστον ἓν μὲν γνωριεῖ, ἀγνοήσει δὲ τὰ ἄλλα; καὶ γὰρ ἡ ἁφὴ γινώσκει μὲν τὸ ἁπτόν, ἀγνοεῖ δὲ τό τε ὁρατὸν καὶ τὸ ἀκουστὸν καὶ ὀσφραντὸν καὶ γευστόν, καὶ αἱ ἄλλαι δὲ αἰσθήσεις ὁμοίως. τοῦτο δὲ τὸ ἐπιχείρημα δοκεῖ ἐπὶ τῆς φιλίας μᾶλλον δεικνύναι τὸ ἄτοπον, περὶ ἧς ἐπάγει τὰ ἑξῆς, καὶ διὰ τοῦτο προειλῆφθαι ἐπὶ τῶν στοιχείων τῶν ἄλλων,1 ἵνα τὸ ἀκόλουθον καὶ ἐπὶ τῆς φιλίας ἐπαγάγῃ.

“此外,在每一个本原中,无知多于理解;因为每一个本原将认识一者,但将对多者无知;因为它是对所有其余者无知的。” 因为如果以土我们看到了土,以水看到了水,那么各本原在认识一者的同时,将对更多者无知。因此诸元素是无知的原因,而不是知识的原因。然而,这一论证似乎并不是将该学说归于荒谬,而只是陈述该观点所随之而来的结论;因为如果每一个只认识一者而对其余者无知,这有什么荒谬的呢?因为触觉也认识可触知者,而对可见者、可听者、可嗅者和可尝者无知,其余感觉也是如此。但是,这一论证似乎更是在“爱”的情形下指明其荒谬,接下去引入的内容正是关于爱的;并且正是为此目的,它在其他元素的情形中被预先设定,以便他将这个随之而来的推论也引入到爱的情形中。

§1.183

"Συμβαίνει δὲ Ἐμπεδοκλεῖ καὶ ἀφρονέστατον εἶναι τὸν θεόν· μόνος γὰρ τῶν στοιχείων ἓν οὐ γνωριεῖ, τὸ νεῖκος." Καὶ τοῦτο, φησίν, ἄτοπον τῇ Ἐμπεδοκλέους ἕπεται δόξῃ, ὅτι ὁ θεὸς αὐτῷ ἀφρονέστερος τῶν θνητῶν συγκριμάτων ἔσται. συγκειμένων γὰρ πάντων ἐκ τῶν τεσσάρων στοιχείων, ἔτι τε καὶ τοῦ νείκους καὶ τῆς φιλίας, καὶ διὰ τοῦτο πάντα γινωσκόντων τῷ ἔχειν τὰς ἀρχὰς πάντων, ὁ σφαῖρος, ὃν θεὸν λέγει, οὐ μετέχων τοῦ νείκους οὐ γνώσεται αὐτό· οὗτος γὰρ γίνεται αὐτῷ κατὰ τὴν ἐπικράτειαν τῆς φιλίας· τὰ δὲ θνητὰ ἐκ πάντων ὄντα τῶν στοιχείων πάντα γνωριεῖ. διό φησι “γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν” καὶ “στοργῇ δὲ στοργήν, νεῖκος δέ τε νείκεϊ λυγρῷ”. τινὲς δὲ ἐπὶ τῆς φιλίας τὸν θεὸν ἐξέλαβον, ὅτι ὁ θεὸς ὅν φησιν (οὗτος δέ ἐστιν αὐτῷ ἡ φιλία) τὸ νεῖκος ἅτε ἐναντίον ὂν οὐ γνωριεῖ· ὥστε ἀφρονέστατος ἔσται τῶν συνθέτων ἐκείνων καὶ τοῦτο γινωσκόντων.2 εἰ δέ τις εἴποι ὅτι οὐδὲ τὰ λοιπὰ στοιχεῖα εἴσεται, ἔτι ἀτοπώτερος ὁ λόγος. ἔστω δὲ τὰ μὲν ἄλλα στοιχεῖα γινώσκειν τὴν φιλίαν3 ἔχουσαν ἐν ἑαυτῇ τούτων ἕκαστον, ἵνα καὶ γνωρίσῃ αὐτά. εἰ 〈δέ〉 τις καὶ τοῦτο συγχωρήσειεν καὶ τὰ στοιχεῖα εἶναι ἐν ἀλλήλοις, τὸ μέντοι νεῖκος οὐ σχήσει ἐν ἑαυτῇ· ἔσονται γὰρ τὰ ἐναντία ἅμα, ὅπερ ἀδύνατον. δοκεῖ δὲ ἡ ἐπὶ τοῦ σφαίρου ἐξήγησις εἶναι προσφυεστέρα. καλῶς δὲ ἐπεσημειώσατο ὁ Ἀλέξανδρος ὡς ἡ ἐπιχείρησις αὕτη ἔνδοξός ἐστιν. οὐ γὰρ ἀφρονέστερος ὁ θεὸς τῶν χειρόνων οὐκ ἔχων ἀντίληψιν· κρεῖττον γὰρ αὐτὸν τῶν ἀμεινόνων μόνων ἀντιλαμβάνεσθαι, ἀνεννόητον δὲ εἶναι τῶν χειρόνων.

“对于恩培多克勒来说,结果还在于神是最无知的;因为唯独他将不认识诸元素之一,即争斗。” 他说,从恩培多克勒的观点中还会得出这样一个荒谬结论,即在他看来神将比凡俗的结合体更无知。因为一切事物都是由四元素以及争斗和爱构成的,并因此因拥有万物的本原而认识万物;但他称之为神的原球由于不分有争斗,将不认识它;因为原球在他看来是随着爱的统治而生成的;而凡俗事物由于来自所有元素,将认识一切事物。因此他说“以土我们看到了土”,以及“以情爱见情爱,以凄惨的争斗见争斗”。但有些人将神理解为爱,认为他所说的神(在他看来这就是爱)由于争斗是其对立面而不认识争斗;所以比起那些甚至也认识这争斗的复合体,神将是最无知的。如果有人说神甚至也不会认识其余元素,这种说法就更加荒谬了。不过,就算假定爱认识其他元素,通过自身中拥有它们中的每一个,以便也能认识它们;即使有人让步承认这一点,并且承认诸元素相互在彼此之中,它也绝不会在自身中拥有争斗;因为对立物将同时存在,而这是不可能的。然而关于原球的解释似乎更为恰当。亚历山大正确地指出,这一推论是基于通念的;因为神并不因没有对较劣事物的把握而更加无知;因为对他而言,仅仅把握更优越的事物,而对较劣的事物无所意念,这才是更好的。

§1.184

"Ὅλως δὲ διὰ τίνα αἰτίαν οὐχ ἅπαντα ψυχὴν ἔχει τὰ ὄντα;" Πάνυ γε· εἰ γὰρ τὰ στοιχεῖα ἡ ψυχή, πάντα δὲ τὰ ὄντα ἐκ τῶν στοιχείων ἢ πάντων ἢ τινῶν ἢ ἑνός, οἷον ὁ κρύσταλλος ἐξ ἑνὸς τοῦ ὕδατος, ἔδει πάντα ἔμψυχα εἶναι καὶ αἰσθητικά, καὶ ἕκαστον τῶν συνθέτων σωμάτων ἢ πάντα γινώσκειν τὰ ὄντα, εἰ ἐκ πάντων εἴη τῶν στοιχείων, ἢ τινά, εἰ ἐκ τινῶν, ἢ ἕν, εἰ μὴ σύνθετον εἴη, ἀλλ’ ἐξ ἑνὸς στοιχείου, ὡς ὁ κρύσταλλος.

“普遍而言,由于什么原因并非一切存在物都具有灵魂呢?” 确实如此;因为如果诸元素就是灵魂,而一切存在物都来自诸元素——或者是来自全部,或者是来自某些,或者是来自一种,正如冰来自单独的水元素一样——那么一切事物本应都具有灵魂且能感觉,并且每一个复合躯体,如果是来自全部元素就本应认识全部存在物,如果是来自某些元素就认识某些,如果不是复合的而是来自单一元素,就本应认识单一事物,正如冰那样。

语法注3 条
  1. 1.182δοκεῖ δὲ τοῦτο τὸ ἐπιχείρημα ... προειλῆφθαι ἐπὶ τῶν στοιχείων τῶν ἄλλων

    句末的不定式 προειλῆφθαι 与 δεικνύναι 形成平行结构,同受 δοκεῖ 支配,意为“这个论证似乎更是在……中指明……,并且为此目的,[它似乎]在其他元素的情形中被预先设定”。主语 τοῦτο τὸ ἐπιχείρημα 同时充当两个不定式的逻辑主语。

  2. 1.183ἀφρονέστατος ἔσται τῶν συνθέτων ἐκείνων καὶ τοῦτο γινωσκόντων

    紧随最高级 ἀφρονέστατος 之后的属格 τῶν συνθέτων ἐκείνων 在语法上用作比较属格(相当于比较级意义上的“比那些复合体更为无知”)。分词短语 καὶ τοῦτο γινωσκόντων 修饰 τῶν συνθέτων ἐκείνων,意为“甚至也认识这[争斗]的复合体”。

  3. 1.183ἔστω δὲ τὰ μὲν ἄλλα στοιχεῖα γινώσκειν τὴν φιλίαν

    第三人称单数命令式 ἔστω 统辖宾格加不定式结构(τὴν φιλίαν γινώσκειν),构成让步表达:“就算是爱认识……吧”。这与后文的条件句 εἰ 〈δέ〉 τις καὶ τοῦτο συγχωρήσειεν 相呼应,表明论证中为了辩证反驳而作出的暂时让步。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:181.8-182.22