- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:179.27-181.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《论灵魂》第一卷第五章(410a23–27)中指出,同类不受同类影响的假定与感知是一种受动及运动的假定,同“同类认识同类”的主张相矛盾;斐洛庞奴斯据此梳理了施动与受动的条件,并解释了针对恩培多克勒学说反驳的引入过渡。
" Ἄτοπον δὲ καὶ τὸ φάναι μὲν ἀπαθὲς εἶναι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, αἰσθάνεσθαι δὲ τὸ ὅμοιον τοῦ ὁμοίου." Κἀκεῖνοι, φησί, τίθενται ὅτι οὐ πάσχει τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, ὡς καὶ ἡ ἀλήθεια ἔχει· οὔτε γὰρ τὸ ξηρὸν ὑπὸ τοῦ ὁμοίως ξηροῦ πείσεται οὔτε τὸ ὑγρὸν ὑπὸ τοῦ ὁμοίως ὑγροῦ οὔτε τῶν ἄλλων οὐδέν. εἰ γὰρ καὶ πάσχει ὁ λύχνος ὑπὸ μεγάλης λαμπάδος ἀποσβεννύμενος, ἀλλ’ οὐχ ᾗ ὅμοιον πάσχει, ἀλλ’ ᾗ ἀνόμοιον· ὡς ἀσθενέστερον γὰρ ὑπὸ τοῦ ἰσχυροτέρου. εἰ τοίνυν οὐ πάσχει τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, πῶς πάλιν φασὶν ὅτι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γινώσκεται; τὸ γὰρ γινῶσκον πάσχει, ποιοῦντος τοῦ γινωσκομένου.1 τό τε γὰρ αἰσθητὸν ποιεῖ εἰς τὸ αἰσθητήριον διακρῖνον αὐτὸ ἢ συγκρῖνον, ἢ ἁπλῶς κινοῦν, τό τε γινῶσκον κινεῖται ὑπὸ τοῦ γνωστοῦ, ὡς καὶ αὐτοῖς δοκεῖ· τὸ γὰρ αἰσθάνεσθαι τὴν ψυχὴν κινεῖσθαι λέγουσιν. ὥστε εἰ οὐ πάσχει τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, ποιεῖ δὲ καὶ πάσχει τό τε γινωσκόμενον καὶ τὸ γινῶσκον, οὐκ ἄρα τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γινώσκεται. καὶ αὐτὸς δέ φησιν ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς οὐ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος πάσχειν· οὔτε γὰρ τὸ πάντῃ ἀνόμοιον ποιεῖν πρὸς τὸ ἀνόμοιον οὔτε τὸ πάντῃ ταὐτόν, ἀλλὰ δεῖν τὸ ποιοῦν καὶ τὸ πάσχον πῇ μὲν ὅμοιον εἶναι, πῇ δὲ ἀνόμοιον, δυνάμει μὲν ὅμοιον, ἐνεργείᾳ δὲ ἀνόμοιον. ποιεῖ γὰρ τὸ θερμὸν εἰς τὸ ψυχρόν, δυνάμει μὲν θερμὸν ὄν, ἐνεργείᾳ δὲ ψυχρόν. κἂν ποιῇ δὲ τὸ ἄγαν θερμὸν εἰς τὸ μετρίως θερμόν, ἀλλ’ οὐχ ᾗ θερμὸν ποιεῖ, ἀλλ’ ᾗ ψυχρόν· τὸ γὰρ ἧττον θερμὸν μετέχει ψυχροῦ. συνάγει οὖν ἐκ τούτων ὅτι καὶ ἑαυτοῖς τὰ ἐναντία λέγουσιν οἱ φάσκοντες τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκειν τὴν ψυχήν, τοῦτό τε λέγοντες καὶ ὅτι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθές.
“并且,既主张同类不受同类影响,又主张同类感知同类,这也是荒谬的。” 他说,那些人也假定同类不受同类影响,事实真相也确是如此;因为干燥之物既不会受同样干燥之物的影响,湿润之物也不会受同样湿润之物的影响,其余的事物也概莫能外。因为即使油灯被巨大的火把熄灭时受到了影响,但这并不是就其作为同类而言受到影响,而是就其作为非同类而言;因为它是作为较弱者受到较强者影响的。因此,如果同类不受同类影响,他们又怎么能反过来说同类被同类所认识呢?因为既然所认识之物施加作用,认识者便承受影响。因为可感觉之物作用于感觉器官,使其离散或凝聚,或者干脆使其运动;而认识者被可知之物所推动,正如他们自己也认为的那样;因为他们说灵魂进行感知就是被运动。因此,如果同类不受同类影响,而所认识之物与认识者却一者施动一者受动,那么同类终究不是被同类所认识的。而他自己在《论生成与消灭》中也说,并不是任意事物都能受任意事物的影响;因为既不是全然不同之物作用于不同之物,也不是全然相同之物发生作用,而是施动者与受动者必须在某种程度上相似,在某种程度上不相似——在潜能上相似,在现实上不相似。因为热作用于冷,冷在潜能上是热的,在现实上是冷的。即使过热之物作用于中度受热之物,也不是就其作为热而言施加作用,而是就其作为冷而言;因为较不热之物分有冷。因此,他从这些推导出:那些主张灵魂以同类认识同类的人是在自相矛盾,他们既这样说,又说同类不受同类影响。
"Πολλὰς δὲ ἀπορίας καὶ δυσχερείας ἔχοντος τοῦ λέγειν καθάπερ Ἐμπεδοκλῆς." Τὸ φάσκειν τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γνωρίζεσθαι, καθάπερ Ἐμπεδοκλῆς λέγει “γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν”, καὶ εἴ τις ἄλλος τὸ αὐτὸ τοῦτο λέγει, πολλὰς μὲν ἀτοπίας καὶ ἀπορίας ἔχον ἤδη ἐλήλεγκται· μάλιστα δὲ ἐλεγχθήσεται ὑπὸ τοῦ νῦν λεχθησομένου. τὸ γὰρ νῦν λεχθέν φησιν ἀντὶ τοῦ τὸ λεχθησόμενον·2 σημαίνει δὲ ὁ γάρ σύνδεσμος ἐπαγόμενος αἰτιολογικὸς ὤν, ὅσα γὰρ ἔστι καὶ τὰ ἑξῆς. εἰ γὰρ διὰ τοῦτο “γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν”, διότι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γνωρίζεται, ἔδει τὰ μᾶλλον ἐγγίζοντα τῇ γῇ μᾶλλον αὐτὴν γινώσκειν. νῦν δὲ τοὐναντίον ἐστί· τῶν γὰρ ἐν ἡμῖν τὰ μᾶλλον γῆς μετέχοντα, τρίχες καὶ ὀστᾶ καὶ ὄνυχες, παντελῶς ἐστιν ἀναίσθητα, παντελῶς δὲ ἀναίσθητα ὄντα εὔδηλον ὡς οὐδὲ τῶν ὁμοίων αἰσθάνεται. καίτοι ἔδει γε αἰσθητικὰ εἶναι μᾶλλον καὶ γνωριστικὰ τῆς γῆς, εἰ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γινώσκεται. οὐκ ἄρα ἀληθὴς ὁ λόγος οὗτος. εἰ δέ τις τὸ νῦν καὶ τὸ ἤδη λελεγμένον ἀκούοι, δύναται πρὸς τὸ προσεχῶς εἰρημένον ἐξακοῦσαι· τὸ γὰρ μὴ δύνασθαι πάσχειν τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, εἶναι δὲ καὶ τὸ αἰσθάνεσθαι, ὡς καὶ αὐτοῖς δοκεῖ, πάσχειν τι καὶ κινεῖσθαι, ἐλέγχοι ἂν μάλιστα τὸν λόγον τὸν λέγοντα τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γινώσκεσθαι. ἀλλ’, ὡς εἶπον, ἐπειδὴ ἐπιφέρει τὸν γάρ σύνδεσμον, μᾶλλον ἂν εἴη ὡς πρὸς τὰ ἐπαγόμενα λέγων τὸ νῦν λεχθέν.
“尽管像恩培多克勒那样说话包含着许多疑难和困境。” 主张同类被同类所认识,正如恩培多克勒所说“以土我们看到了土”,以及如果有其他人也说同样的话,包含着许多荒谬和疑难,已经被驳斥过了;但它将最有力地被现在要说的论据所驳斥。因为他说“现在说过的”是用来代替“将要说的”;因为随后引出的连词“因为”作为表因的连词正表明了这一点,接下去是“因为凡是有……”等等。因为如果“以土我们看到了土”是由于这个原因,即同类被同类所认识,那么越接近土的事物本应越能认识土。但现在事实却相反;因为在我们体内的诸事物中,较多分有土的——毛发、骨骼和指甲——完全是无感觉的,既然完全无感觉,显然它们也感知不到同类事物。然而,如果同类被同类所认识,它们本应更加对土具有感觉能力和认识能力。因此这一论点是不真实的。但是,如果有人把“现在”理解为“已经说过的”,也可以将其理解为指紧接着刚才说过的论点;因为同类不能受同类影响,而感知正如他们自己所认为的那样也是受某种影响和被运动,这诚然最能驳斥主张同类被同类认识的说法。但是正如我所说的,既然他引出了连词“因为”,那么把“现在说过的”视为指后面接着引入的内容则更为合理。
- 1.180ποιοῦντος τοῦ γινωσκομένου
属格独立结构,表示主句中认识者处于受动状态(πάσχει)的原因或伴随情况(“因为所认识之物施加作用”)。
- 1.181τὸ γὰρ νῦν λεχθέν φησιν ἀντὶ τοῦ τὸ λεχθησόμενον
关于文本中时间指称的解释。斐洛庞奴斯指出 νῦν λεχθέν(现在说过的)在此代替 τὸ λεχθησόμενον(将要说的),其依据是紧接着引入了表原因的连词 γάρ;同时他也呈现了另一种解释,即将它指代紧接上文刚刚陈述过的论证(同类不受同类影响)。
