← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§178.18-179.26

存在的十个范畴与基于原理的认识论之反驳

针对亚里士多德在《论灵魂》410a13中关于存在在十个范畴中的多重含义这一论点,菲洛波庞论证了灵魂既不可能由诸范畴的共同原理构成,也不可能由各自固有原理构成,从而驳斥了同类认识同类说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.179

" Ἔτι δὲ πολλαχῶς λεγομένου τοῦ ὄντος· σημαίνει γὰρ τὸ μὲν τόδε τι, τὸ δὲ ποσόν, τὸ δὲ ποιόν." Εἰ τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκει, καὶ διὰ τοῦτο δεῖ αὐτὴν ἐκ τῶν στοιχείων τῶν ὄντων εἶναι, ἐπειδὴ πολλά, φησί, τὰ ὄντα, διαιροῦνται δὲ εἰς τὰς δέκα κατηγορίας, γινώσκει δὲ πάντα τὰ ὄντα ἡ ψυχή, ἢ ἀνάγκη κοινάς τινας εἶναι ἀρχὰς τῶν δέκα κατηγοριῶν καὶ στοιχεῖα, ἐξ ὧν οὖσα ἡ ψυχὴ γνώσεται πάντα τὰ ὄντα, ἢ κοινῶν μὴ οὐσῶν ἀρχῶν,1 ἀλλ’ ἑκάστης κατηγορίας ἰδίων οὐσῶν ἀρχῶν, οἷον οὐσίας μὲν ὕλης καὶ εἴδους, ποσοῦ δὲ ἤτοι τοῦ συνεχοῦς ποσοῦ καὶ τοῦ διωρισμένου, ἤτοι τοῦ σημείου καὶ τῆς μονάδος (τὸ μὲν γὰρ ἀρχὴ τοῦ συνεχοῦς ποσοῦ, ἡ δὲ τοῦ διωρισμένου), ὁμοίως δὲ καὶ ἑκάστης τῶν ἄλλων ἀρχῶν τινων οὐσῶν (ἀρχὰς δὲ νῦν τῶν κατηγοριῶν λέγω τὰς στοιχειώδεις καὶ συγκατατεταγμένας, ὥσπερ καὶ λίθου τυχόν ἐστιν ἀρχὴ καὶ ἡ οὐσία, ἔστι δὲ καὶ τὰ τέσσαρα στοιχεῖα), ἢ οὖν ἐκ πασῶν ἔσται τῶν ἀρχῶν τῶν κατηγοριῶν ἢ ἐκ τῶν τῆς οὐσίας. ἀλλ’ εἰ ἐκ τῶν τῆς οὐσίας ἀρχῶν ἔσται ἡ ψυχή, πῶς γνώσεται τὸ ποσὸν ἢ ποιὸν ἢ τὰς ἄλλας κατηγορίας; εἰ δὲ ἐκ τῶν τοῦ ποσοῦ ἀρχῶν ἡ ψυχὴ ἤ τινος ἄλλης τῶν παρὰ τὴν οὐσίαν, πῶς ἐκ τῶν ἀρχῶν τοῦ ποσοῦ οὐσία γίνεται; ἡ γὰρ ψυχὴ οὐσία ἐστί. καὶ πάλιν πῶς τὰς λοιπὰς γνώσεται κατηγορίας; εἰ δὲ ἐκ πασῶν τῶν ἀρχῶν ἐστι τῶν κατηγοριῶν, ἔσται ἡ αὐτὴ καὶ οὐσία καὶ ποσὸν καὶ ποιὸν καὶ ἑκάστη τῶν ἄλλων κατηγοριῶν· τοῦτο δὲ ἀδύνατον, διότι τὰ στοιχεῖα τοῦ ποσοῦ ποσὸν ποιεῖ καὶ τοῦ ποιοῦ ποιόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἀδύνατον δὲ τὴν ψυχὴν ποσὸν ἢ ποιὸν εἶναι οὐσίαν οὖσαν. εἰ δέ τις λέγοι ὅτι τὸ μέν τι αὐτῆς ἔσται οὐσία, τὸ δὲ ποσόν, τὸ δὲ ποιόν, τὸ δὲ ἑκάστη τῶν ἄλλων, πῶς ἐκ τούτων μία ἔσται ἡ ψυχὴ λεγέτω·2 οὐδὲν γὰρ ἐκ τούτων συντεθὲν ἓν γίνεται. ἔτι δὲ ἀνομογενὴς ἔσται αὐτὴ ἑαυτῇ. ἔτι τε ποῖον τῆς ψυχῆς μόριον ἢ δύναμιν ποίᾳ τῶν κατηγοριῶν ἀναθήσομεν, ἀδύνατον πλάσαι. λείπεται οὖν τὸ κοινὰ λέγειν εἶναι στοιχεῖα τῶν κατηγοριῶν τῶν δέκα, ἐξ ὧν τὴν ψυχὴν εἶναι. τοῦτο δὲ ἀδύνατον· οὐδὲν γὰρ ἔστι κοινὸν γένος τῶν δέκα κατηγοριῶν, ἀλλὰ διῃρημέναι εἰσὶν αὗται ἀπ’ ἀλλήλων, οὐδενὶ κοινῷ γένει συναπτόμεναι· τὸ γὰρ ὂν ὁμωνύμως αὐτῶν κατηγορεῖται. εἰ δέ τις εἴποι ‘ἀλλ’ ἔστι καὶ ποσόν τι καὶ ποιὸν συνουσιωμένον τῇ οὐσίᾳ, ὥστε ἠδύνατο οὐσία οὖσα ἀντιλαμβάνεσθαι καὶ ποσοῦ καὶ ποιοῦ· τὸ γὰρ πῦρ ὡς μὲν σῶμα ὂν ἔχει συνουσιωμένον καὶ εἰδοποιοῦν αὐτὸ τὸ τριχῇ διαστατόν, ὡς δὲ πῦρ τὴν θερμὴν καὶ ξηρὰν ποιότητα’, λέγομεν οὖν πρὸς τοῦτο ὅτι, εἰ καὶ τοῦτο ἦν, πῶς γνώσεται τὰ ὑπὸ τὰς λοιπὰς κατηγορίας πράγματα; ἔπειτα εἰ καὶ ἔστι τι ποσὸν καὶ ποιὸν εἰδοποιοῦν τινα οὐσίαν, ἀλλ’ οὖν τὸ ὡς συμβεβηκὸς ποσὸν καὶ ποιόν, ὃ γίνεται καὶ ἀπογίνεται, τοῦτο οὐ γνώσεται μὴ οὖσα ἐκ τῶν ἀρχῶν τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ. τοῖς δὴ λέγουσι, φησίν, ἐκ τῶν ἀρχῶν τῶν ὄντων εἶναι τὴν ψυχὴν ταῦτά τε συμβαίνει τὰ ἄτοπα, καὶ ἔτι ἐκ τῆς τῶν εἰρημένων ὁμοιότητος ἔστιν εὑρεῖν καὶ πολλὰ ἕτερα αὐτοῖς τοιαῦτα ἑπόμενα.

“此外,由于‘存在’有多重含义;因为它在一种意义上表示‘这个’,在另一种意义上表示量,在又一种意义上表示质。” 如果〔灵魂〕以同类认识同类,且由于这个原因灵魂必须由存在者的元素构成,那么,既然存在者是众多的,他说,并被划分为十个范畴,而灵魂认识一切存在者,那么或者必然存在着十个范畴的某些共同原理和元素,灵魂由于由它们构成而将认识一切存在者;或者,在不存在共同原理、而是每个范畴都有其自身固有原理的情况下——例如实体的原理是质料和形式,量的原理或者是连续量和分离量,或者是点和单位(因为前者是连续量的原理,而后者是分离量的原理),同样其余每个范畴也都有某些原理(我现在所说的范畴的原理,是指元素性的且同等配列的原理,正如同例如实体是石头的原理,而四元素也是〔石头的原理〕一样)——因此,灵魂要么由诸范畴的一切原理构成,要么由实体的原理构成。但是,如果灵魂是由实体的原理构成的,它将如何认识量、质或其他的范畴呢?如果灵魂是由量的原理构成,或者由实体之外的某种其他范畴的原理构成,那么实体又如何从量的原理中产生呢?因为灵魂是实体。再者,它又将如何认识其余的范畴呢?而如果它是由诸范畴的一切原理构成的,那么同一事物就将既是实体,又是量,又是质,并且是其余每个范畴;但这是不可能的,因为量的元素造成量,质的元素造成质,其余各项亦然,而灵魂作为实体,不可能同时是量或质。如果有人说灵魂的某一部分将是实体,另一部分是量,另一部分是质,还有一部分是其余各项,那么就请他说说灵魂如何能从这些之中成为一;因为从这些之中合成的任何东西都不能成为一。此外,它对自身而言将是不同质的。而且,我们究竟该把灵魂的何种部分或能力归派给哪一个范畴,这也是无法设想的。那么剩下的就只有说存在着十个范畴的共同元素,而灵魂由这些元素构成。但这也是不可能的;因为十个范畴没有任何共同的属,而是彼此区分开来,不被任何共同的属联结在一起;因为“存在”对它们是同名异义地被述说的。如果有人说:“但也有某种与实体同实体的量和质,从而它作为实体也能够感知量和质;因为火作为物体具有与其同实体且赋予其形式的三维延展,而作为火则具有热与干的性质”,对此我们则说,即便情形确实如此,它又如何认识属于其余范畴的事物呢?其次,即使存在着赋予某种实体以形式的某种量和质,但对于作为偶性的、生灭变化的量和质,灵魂既然不是由量和质的原理构成的,就将无法认识它。他说,对于主张灵魂由存在者的原理构成的人来说,就会出现这些荒谬的结果,而且从所论述内容的相似性出发,还可以发现伴随着他们的许多其他此类结果。

语法注2 条
  1. 1.179ἢ ἀνάγκη κοινάς τινας εἶναι ἀρχὰς... ἢ κοινῶν μὴ οὐσῶν ἀρχῶν...

    紧接着句首的条件从句(Εἰ τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκει... ἐπειδὴ πολλά, φησί, τὰ ὄντα...),主句展开了一个由 ἢ ἀνάγκη... ἢ κοινῶν μὴ οὐσῶν ἀρχῶν... 构成的宏大二选一结构。在后一个分支中,在由属格绝对结构及其插入性阐述构成的一长串成分之后,通过 ἢ οὖν ἐκ πασῶν ἔσται... ἢ ἐκ τῶν τῆς οὐσίας 引出了主要动词(ἔσται)并展开进一步的分支论述。

  2. 1.179πῶς ἐκ τούτων μία ἔσται ἡ ψυχὴ λεγέτω

    第三人称祈使语气动词 λεγέτω(“让他说”)置于句末,统辖前置的间接疑问从句 πῶς ἐκ τούτων μία ἔσται ἡ ψυχή(“灵魂如何能从这些之中成为一”)作为其宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:178.18-179.26