← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§177.24-178.17

恩培多克勒诗句阐释与立方数八的元素配比

斐洛波诺斯补充了立方体数的算术定义,并将恩培多克勒诗句中的词句(如“仁慈的”、“宽广的胸膛”、“奈斯提斯的光辉”等)与四大元素的性质及配比相联系来加以阐释。进而他论证了将数字8按谐音比例分配给四个元素,除了恩培多克勒所采用的配比(4, 2, 1, 1)之外别无可能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.178#2

οὕτως οὖν καὶ ἐπὶ τοῦ ἀριθμοῦ· ὅταν γὰρ τρεῖς ἀριθμοὶ ἴσοι ἐφ’ ἑαυτοὺς πολλαπλασιασθῶσιν, ὁ γινόμενος ἐξ αὐτῶν κύβος ἐστίν, οἷον δὶς δύο τέσσαρα καὶ δὶς τέσσαρα η̄. διὸ καὶ ὁρίζονται αὐτὸν κύβον λέγοντες εἶναι ἀριθμὸν ἴσον ἰσάκις ἴσον.1 καὶ πάλιν ὅταν ὁ ποιήσας τὸν τετράγωνον ἀριθμὸν ἐπὶ τὸν τετράγωνον πολλαπλασιασθῇ, κύβον ποιεῖ· πᾶς δὲ ἀριθμὸς ἐφ’ ἑαυτὸν πολλαπλασιαζόμενος τετράγωνον ποιεῖ· δὶς δύο τέσσαρα, καὶ δὶς τέσσαρα η̄. ἡ δὲ χθὼν ἐπίηρος, τουτέστιν ἡ εὐάρμοστος· εὐάρμοστος δὲ ὡς κυβική, διότι ἐξ ἁρμονικῶν ὁ κύβος ἀριθμῶν. ἐν εὐστέρνοις χοάνοισιν ἀντὶ τοῦ πλατέσι· καὶ γὰρ τὰ στέρνα πλατύτερα τῶν ἄλλων τοῦ ζῴου μερῶν. ὥσπερ δὲ ὁ ποιητὴς ὑποτίθεται τὸν Ἥφαιστον ἐν χωνείᾳ βάλλοντα τὸν χρυσὸν καὶ τὸν χαλκὸν καὶ τὰ λοιπά, οὕτω καὶ αὐτὸς τὴν χώνειαν ἐν τῇ γῇ ὑποτίθεται. τῶν δύο τῶν ὀκτὼ μοιράων λάχε Νήστιδος αἴγλης. λέγει δὲ ὕδατος καὶ ἀέρος δύο μοίρας ἐν τῇ γῇ ἐμβληθῆναι. σημαίνει δὲ διὰ τοῦ μὲν Νήστιδος παρὰ τὸ νάειν τὸ ὑγρὸν τοῦ ὕδατος καὶ τοῦ ἀέρος, διὰ δὲ τῆς αἴγλης τὸ διαφανές. τέσσαρα δέ, φησίν, Ἡφαίστοιο. ὥστε τὰ λειπόμενα δύο γῆς εἶεν ἄν, ἅπερ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἐμβληθέντα ἐν τῇ γῇ ὡς ἐν χωνείᾳ ἀποδιέλαβε καὶ ἐκέρασεν.2 ἐπειδὴ δὲ καὶ ξηρὰ καὶ λευκά ἐστι τὰ ὀστᾶ, πλεῖον παραλαμβάνει γῆς καὶ πυρός, δύο μὲν γῆς, τέσσαρα δὲ πυρός· τῇ πυρίᾳ γὰρ οὐσίᾳ τὸ λευκὸν ἀποδιδόασιν· ἑκατέρας δὲ τῶν ὑγρῶν οὐσιῶν, τῆς τε τοῦ ἀέρος λέγω καὶ τῆς τοῦ ὕδατος, ἀνὰ μίαν μοῖραν. καὶ ἄλλως, εἰ ἔδει τὸν ὀκτὼ εἰς ἁρμονικοὺς κατατεμεῖν ἀριθμούς, οὐχ οἷόν τε ἦν εἰς ἄλλους διαιρεθῆναι ἢ εἰς οὓς διεῖλεν. ἔδει μὲν γὰρ εἰς δ διαιρεθῆναι, ἵνα ἑκάστῳ τῶν στοιχείων ἀποδοθῇ τις μοῖρα, εἰς ἴσα δὲ οὐκ ἔδει διὰ τὸν εἰρημένον λόγον· περιελείπετο οὖν ἢ εἰς δύο τριάδας καὶ δύο μονάδας, ἢ ὡς αὐτὸς διεῖλεν. ἀλλ’ αἱ δύο τριάδες οὐκ ἔχουσιν ἁρμονικὸν λόγον πρὸς ἀλλήλας, ὥσπερ οὐδὲ αἱ δύο μονάδες, ἐκεῖ μέντοι πλείους αἱ ἁρμονικαὶ σχέσεις· καὶ γὰρ ἡ τετρὰς πρὸς τὴν δυάδα καὶ αὕτη πρὸς τὰς μονάδας ἁρμονικὸν σώζει λόγον.

因此,在数的情形中也是如此;因为每当三个相等的数自身相乘时,由它们所产生的数就是立方体[数],例如二乘二得四,二乘四得 8。因此他们也给它下定义说,立方体数是相等的数相等的次数乘相等的数。再者,每当造就平方数的数乘以该平方数时,它就造成一个立方体[数];因为每一个数乘以自身就造成一个平方数:二乘二得四,二乘四得 8。“而仁慈的大地”,即“调谐良好的”;之所以是调谐良好的,乃是由于它是立方体的,因为立方体是由谐音数构成的。“在宽胸的熔炉中”,用来代替“宽广的”;因为胸膛确实比动物的其他部分更宽广。正如同那位诗人[荷马]假定赫菲斯托斯把金、铜及其他原料投入熔炉一样,他也假定这熔炉位于大地之中。“在八份之中获得了两份来自奈斯提斯的光辉”。他的意思是,水和空气的两份被投入了大地之中。通过“奈斯提斯”——源自“流动”——他表示水和空气的湿润,而通过“光辉”则表示透明性。“四份”,他说,“来自赫菲斯托斯”。因此,剩余的两份应当是属于土的,而投入大地中宛如投入熔炉中的空气和水,将这两份区分并加以混合。既然骨骼既是干燥的又是白色的,他就采纳了更多的土和火,两份土而四份火——因为人们把白色归于火性的实体——而对于湿润的实体,我指的是空气和水,各采纳一份。从另一角度来看,如果必须把八分割为谐音数,那么除了他所分割的那些数之外,是不可能被分割为其他的数的。因为为了给每一个元素分配某一份额,它必须被分割为四个数,但由于前面所说的理由又不能被均分;因此剩下的选择,要么是分割为两个三和两个单位[3, 3, 1, 1],要么就是如他自己所分割的那样[4, 2, 1, 1]。但是两个三彼此之间并不具有谐音比例,正如两个单位彼此也不具有一样;然而在后一种情况下谐音关系则更多:因为四对二保持着谐音比例,而二对单位也保持着该比例。

语法注2 条
  1. 1.178ἀριθμὸν ἴσον ἰσάκις ἴσον

    这是见于欧几里得《几何原本》卷七定义19等处的立方体数标准定义。ἴσον(作副词或名词性使用)与副词 ἰσάκις(“相等次数地”)并列,构成固定短语“相等的数相等的次数乘相等的数”,用以表达三维乘积(a × a × a)。

  2. 1.178ἅπερ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἐμβληθέντα ἐν τῇ γῇ ὡς ἐν χωνείᾳ ἀποδιέλαβε καὶ ἐκέρασεν

    关系代词 ἅπερ(宾格中性复数,先行词为 τὰ λειπόμενα δύο γῆς)作动词的直接宾语。主语是由 καί 连接的阳性名词 ὁ ἀὴρ 与中性名词 τὸ ὕδωρ,分词 ἐμβληθέντα 遵循不同词性混合时的规则取中性复数主格。主谓动词 ἀποδιέλαβε καὶ ἐκέρασεν 采用单数形式,或是因就近与单数主语(τὸ ὕδωρ)一致,或是将复合/中性主语视为一个整体单元所致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:177.24-178.17