- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:176.25-177.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德所引用的恩培多克勒关于骨骼构成比例的诗句,斐洛庞奴斯解释了为何总体设定为八份,并将其与毕达哥拉斯学派的立方体(8)及其几何要素(12条棱、8个角、6个面)所构成的谐音比例(八度、四度等)联系起来加以阐述。
" Ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι τῶν δύο τῶν ὀκτὼ μοιράων λάχε Νήστιδος αἴγλης,1 τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λευκὰ γένοντο." Ἐπειδὴ τῶν ἐπῶν τούτων ἐμνήσθη πρὸς πίστιν τοῦ κατά τινα λόγον συνθέσεως ποιεῖν αὐτοὺς τὰ πράγματα, εἰ μέλλοιμεν παρακολουθεῖν τοῖς ἔπεσι, δεῖ μικρὰ εἰπεῖν περὶ αὐτῶν. ὀκτὼ μοίρας παραλαμβάνει εἰς τὴν τῶν ὀστῶν γένεσιν ὁ Ἐμπεδοκλῆς, ὧν τέσσαρας μὲν πυρός, δύο δὲ γῆς, ἀέρος δὲ καὶ ὕδατος ἀνὰ μίαν. διὰ τί δὲ ὀκτὼ λέγομεν; ἴσμεν ὅτι εἰς τὴν γένεσιν τῶν ὄντων τοὺς ἁρμονικοὺς οἱ Πυθαγόρειοι παρελάμβανον ἀριθμούς. εἰς τὴν γένεσιν οὖν τῶν ὀστῶν παραλαμβάνει τὸν ὀκτώ, διότι πρῶτος κύβος ὁ η̄, τὸ δὲ κυβικὸν σχῆμα ἀπονέμουσι τῇ γῇ, οὐχ ὅτι κυβικὸν τὸ σχῆμα τῆς γῆς, ἀλλὰ διὰ τὸ ἀκίνητον· ὡς οὖν γηίνων τῶν ὀστῶν ὄντων, εἰκότως τὸν κύβον εἰς τὴν αὐτῶν γένεσιν παρέλαβεν. ὁ δὲ κύβος σύγκειται ἐξ ἁρμονικῶν ἀριθμῶν· ἔχει γὰρ πλευρὰς μὲν δώδεκα, γωνίας δὲ ὀκτώ, ἐπίπεδα δὲ ἕξ· ἔχουσιν οὖν τὰ μὲν δώδεκα πρὸς τὸν ὀκτὼ τὸν ἡμιόλιον λόγον, πρὸς δὲ τὰ ἓξ τὸν διπλάσιον, ὁ δὲ ὀκτὼ πρὸς τὸν ἓξ τὸν ἐπίτριτον. οὗτοι δὲ οἱ ἀριθμοὶ ποιοῦσιν ἁρμονικοὺς λόγους· ὁ μὲν γὰρ διπλασίων λόγος ποιεῖ τὴν διὰ πασῶν καλουμένην ἁρμονίαν. διὰ πασῶν δὲ καλεῖται, ὅτι σύγκειται ἐξ ἡμιολίου καὶ ἐπιτρίτου λόγου· ὅταν γὰρ οὕτως ἔχωσιν αἱ χορδαί, ὥστε τὴν μὲν πρώτην πρὸς τὴν δευτέραν τὸν ἡμιόλιον ἔχειν λόγον, τὴν δὲ δευτέραν πρὸς τὴν τρίτην τὸν ἐπίτριτον, τότε ἡ πρώτη πρὸς τὴν τρίτην τὸν διπλάσιον ἕξει λόγον, ὡς ἔχει ὁ ιβ, η̄, ϛ̄. διὰ πασῶν οὖν ὡς πάντας ἔχουσα τοὺς ἁρμονικοὺς λόγους. // ἡ δὲ ἐν ἐπιτρίτῳ λόγῳ ἁρμονία καλεῖται διὰ τεσσάρων. [δύο γὰρ τιθεμένων] πλευραὶ μὲν οὖν εἰσιν ἐν τῷ ὑποκειμένῳ κύβῳ αἱ ἀπὸ τοῦ Α ἕως τοῦ Μ, γωνίαι δὲ αἱ ἀπὸ τοῦ Ν ἕως τοῦ Υ.2 τὸ δὲ ἐπὶ τῶν ἐπιφανειῶν, ὅτι ϛ̄, πρόδηλον· τριῶν γὰρ οὐσῶν διαστάσεων ἑκάστη δύο πέρατα ἔχει. ὅτι δὲ ὁ ὀκτὼ κύβος, πρόδηλον. κύβος γάρ ἐστιν ὁ ἔχων τὰς τρεῖς διαστάσεις ἴσας, μῆκος, πλάτος, βάθος, μετρεῖται δὲ οὕτως· λαβόντες τὴν πλευρὰν τῆς μιᾶς διαστάσεως, πολλαπλασιάζομεν ἐφ’ ἑαυτήν, οἷον εἰ ἔχοι ἑκάστην πλευρὰν τριῶν πηχῶν, τὴν μίαν ἐφ’ ἑαυτὴν πολλαπλασιάσαντες, οἷον τρὶς τὰ τρία ἐννέα, εἶτα πάλιν τὴν πλευρὰν ἐπὶ τὸν γενόμενον πολλαπλασιάσαντες τρὶς ἐννέα φαμὲν εἴκοσι ἑπτὰ στερεῶν πηχῶν εἶναι τὸν κύβον.
“而仁慈的大地在其宽广的熔炉中,在八份之中获得了两份来自奈斯提斯的光辉,四份来自赫菲斯托斯;于是白色的骨骼生成了。” 既然他提到这些诗句是为了证实他们是按照某种合成的比例来构造事物的,那么如果我们想要理解这些诗句,就必须对它们略作说明。恩培多克勒在骨骼的生成中采纳了八个部分,其中四份属于火,两份属于土,空气和水各占一份。但我们为何说是八呢?我们知道毕达哥拉斯学派曾采纳谐音数来解释存在事物的生成。因此,对于骨骼的生成,他采纳了八这个数,因为 8 是第一个立方体[数],而他们把立方体的形状归于土,并非因为大地的形状是立方体的,而是由于其不动性;因此,既然骨骼是土性的,他自然在它们的生成中采纳了立方体。而立方体是由谐音数构成的;因为立方体有十二条棱、八个角和六个平面;因此,十二对八具有一又二分之一的比例,对六具有双倍的比例,而八对六则具有一又三分之一的比例。这些数构成了谐音比例;因为双倍比例产生了被称为“八度”的谐音。它被称为“通贯全体”,是因为它由一又二分之一比例和一又三分之一比例构成;因为当琴弦处于这种状态,以致第一根弦对第二根弦具有一又二分之一的比例,而第二根对第三根具有一又三分之一的比例时,第一根对第三根就将具有双倍的比例,正如 12、8、6 的关系一样。因此,被称为“通贯全体”,是由于它包含了所有的谐音比例。而在这一又三分之一比例中的谐音则被称为“四度”。[设有两个,]因此,在下面展示的立方体中,棱是从 Α 到 Μ 的[字母所表示的],角是从 Ν 到 Υ 的[字母所表示的]。至于表面为 6 个,则是显而易见的;因为既然存在三个维度,每个维度就有两个端点。而八是立方体[数],也是显而易见的。因为立方体就是三个维度(长、宽、深)相等的形体,测量方式如下:取一个维度的棱,将它自身相乘,例如若每条棱为三肘长,将一条棱自身相乘,如三乘三得九,然后再次将这条棱乘以所得的数,三乘九,我们便说该立方体是二十七个立方肘。
- 1.178τῶν δύο τῶν ὀκτὼ μοιράων λάχε Νήστιδος αἴγλης
动词 λάχε(λαγχάνω 的史诗不定过去时形式)带属格宾语。短语 τῶν ὀκτὼ μοιράων 作为部分属格修饰 τῶν δύο(动词的直接属格宾语),而 Νήστιδος αἴγλης 则表示来源或质料限定,意为“从奈斯提斯的光辉(即水)中[获得两份]”。
- 1.178πλευραὶ μὲν οὖν εἰσιν ἐν τῷ ὑποκειμένῳ κύβῳ αἱ ἀπὸ τοῦ Α ἕως τοῦ Μ, γωνίαι δὲ αἱ ἀπὸ τοῦ Ν ἕως τοῦ Υ
对文本附带的立方体几何图示(文中所指的 ἐν τῷ ὑποκειμένῳ κύβῳ)的说明,用希腊字母对各要素进行标注:从 Α 到 Μ 的12个字母代表十二条棱,从 Ν 到 Υ 的8个字母代表八个角(顶点)。
