- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:175.3-176.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在总结了关于将灵魂定义为运动者或无身体者的先前学说的反驳之后,转向反驳主张灵魂由元素构成以便以同类认识同类的认识论观点。注解指出,除非灵魂也包含事物的合成比例,否则无法认识复合事物,而这荒谬地导致灵魂必须就是事物本身。
" Τριῶν δὲ τρόπων ἀποδεδομένων, καθ’ οὓς ὁρίζονται τὴν ψυχήν." Συμπεραίνει τὰ εἰρημένα, ἵνα προσθῇ τὸ λειπόμενον. εἶπε γὰρ ὅτι τῶν περὶ ψυχῆς εἰπόντων οἱ μὲν εἰς τὸ κινητικὸν αὐτῆς ἀπέβλεψαν, οἱ δὲ εἰς τὸ γνωστικόν, οἱ δὲ εἰς τὸ λεπτομερὲς ἢ ἀσώματον. ἐλέγξας οὖν τοὺς εἰς τὸ κινητικὸν αὐτῆς ἀποβλέψαντας καὶ εἰς τὸ ἀσώματον, νῦν ἐπὶ τὸ λοιπὸν μεταβαίνει. κινεῖν μὲν γὰρ αὐτὴν καὶ αὐτὸς βούλεται, καὶ ταύτῃ ἀποδέχεται τοὺς εἰς τοῦτο ἀποβλέψαντας, ὥσπερ καὶ τοὺς εἰς τὸ γνωστικὸν καὶ ἀσώματον· μέμφεται δὲ τοῖς μὲν ὅτι τῷ κινεῖσθαι οὕτω κινεῖν ἔλεγον, τοῖς δὲ ὅτι περιφαντασθέντες τὸ ἀσώματον οὐκ ἐκράτησαν τοῦ λόγου, ἀλλὰ λεπτομερὲς αὐτὴν σῶμα ἔλεγον. ταῦτα δὲ τίνας ἀπορίας καὶ ὑπεναντιώσεις ἔχει, διεληλύθαμεν σχεδόν. ἠκολούθει γὰρ τοῖς τε κινητικώτατον καὶ τοῖς λεπτομερέστατον λέγουσι τό τε σῶμα διὰ σώματος χωρεῖν καὶ τὸ οὕτω κινεῖσθαι τὸ σῶμα ὑπὸ τῆς ψυχῆς, ὥσπερ ὑπὸ τοῦ ὑδραργύρου ἡ ξυλίνη Ἀφροδίτη,1 τούτῳ δὲ εἵπετο τὸ δύνασθαι πάλιν εἰς τὰ νεκρὰ σώματα εἰσιοῦσαν κινεῖν, καὶ τὸ μὴ εἶναι στάσεως τῷ ζῴῳ τὴν ψυχὴν αἰτίαν. καὶ οἱ πρὸς τὸ αὐτοκίνητον δὲ εἰρημένοι λόγοι πρόδηλοι. λείπεται οὖν ἐλέγξαι τοὺς εἰς τὸ γνωστικὸν αὐτῆς ἀποβλέψαντας, οἵτινες ἐκ τῶν στοιχείων τῶν ὄντων ἔλεγον αὐτήν, ἵνα γνωρίζῃ τῷ ὁμοίῳ τὸ ὅμοιον· ᾧ λόγῳ φησὶ πολλὰ ἀδύνατα ἕπεσθαι.
“既然给出了他们用以定义灵魂的三种方式。” 他总结了已经谈到的内容,以便补上剩余的部分。因为他说过,在谈论灵魂的人中,一些人着眼于其引起运动的方面,一些人着眼于其认识的方面,另一些人则着眼于其微细或无身体性。因此,在反驳了着眼于引起运动的方面和着眼于无身体性的人之后,他现在转向剩余的部分。因为他自己也希望灵魂引起运动,并在这方面认可那些着眼于此的人,正如[认可]那些着眼于认识能力和无身体性的人一样;但他责备前者是因为他们主张灵魂是通过自身被运动而如此运动的,责备后者是因为他们虽想象出无身体之物,却没有把握住自己的论说,而是称其为微细的身体。至于这些观点包含怎样的疑难与矛盾,我们已经差不多阐述过了。因为无论对于称其为最善于运动的人还是称其为最微细的人,都伴随着身体穿过身体,以及身体被灵魂如此运动就如同那具木质阿佛洛狄忒被水银运动一样,而伴随这一点的还有:灵魂能够再次进入死尸并运动它们,以及灵魂不是动物静止的原因。针对自身运动者所陈述的论证也是显而易见的。因此,剩下的就是反驳那些着眼于灵魂的认识能力的人,这些人主张灵魂由存在事物的元素构成,以便以同类认识同类;他说许多不可能的事情都伴随着这一说法。
"Τίθενται γὰρ γνωρίζειν τῷ ὁμοίῳ τὸ ὅμοιον, ὥσπερ ἂν εἰ τὴν ψυχὴν τὰ πράγματα τιθέντες.2" Ἐπειδὴ γὰρ γνωστικὴν εἰδῶν τὴν ψυχὴν ἔχουσαν δύναμιν, λέγουσι δὲ3 τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκεσθαι, μονονουχὶ λέγουσι πάντα τὰ ὄντα τὴν ψυχὴν εἶναι· ἀλλ’ ὡς ἄτοπον τοῦτο φυγόντες ἐκ τῶν στοιχείων αὐτὴν τῶν ὄντων ποιοῦσιν. ἕπεται δὲ τῷ λόγῳ τούτῳ πολλὰ ἀδύνατα. εἰ γὰρ γνωρίζει τῷ ὁμοίῳ τὸ ὅμοιον, ταῦτα γνωρίσει, ἐξ ὧν αὐτὴ σύγκειται, λέγω δὴ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τῶν ὄντων. οὐκ εἰσι δὲ ἐν τοῖς οὖσιν αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα μόνα, ἀλλ’ ἔστι πολλὰ καὶ ἄπειρα τὸν ἀριθμὸν τὰ παρὰ τὰς ἀρχὰς καὶ ἐξ αὐτῶν συγκείμενα, ἅπερ καὶ ἀλλήλων καὶ τῶν ἀρχῶν διαφέρουσι. πῶς οὖν ταῦτα γνώσεται; ἐξ ὧν μὲν οὖν εἰσι ταῦτα γνώσεται, λέγω δὴ τὰ στοιχεῖα, οὐκέτι δὲ καὶ αὐτὰ τὰ ἐκ τῶν στοιχείων. μετὰ ποιᾶς γὰρ συνθέσεως ἕκαστον τούτων ἐστίν, ἧς συνθέσεως οὐ μετέχουσα ἡ ψυχὴ οὐ γνωριεῖ αὐτά, εἴπερ τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκει. ὅτι δὲ ἑκάστου λόγος ἴδιός ἐστι συνθέσεως, παρατίθεται αὐτὸ τοῦτο πιστούμενος καὶ τὰ Ἐμπεδόκλεια ἔπη τοῦτο δηλοῦντα. ὥστε εἰ δεῖ καὶ ταῦτα γνωρίζειν τὴν ψυχήν, δεῖ τοὺς λόγους τῶν συνθέσεων αὐτῶν ἔχειν· εἰ δὲ μὴ ἔχει, οὐ γνωριεῖ αὐτά. διόπερ καὶ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ οὐκ ἠρκέσθη ἐκ τῶν στοιχείων ποιῆσαι τὴν ψυχήν, ἀλλὰ καὶ τὴν σύνθεσιν αὐτῆς κατὰ ἁρμονικοὺς ἀριθμοὺς ποιεῖ. εἰ δὲ καὶ τὰ στοιχεῖα, ἐξ ὧν τὰ πράγματα, ἐν τῇ ψυχῇ καὶ οἱ λόγοι τῶν συνθέσεων, καθ’ οὓς σύγκειται, ἀνάγκη πάλιν πάντα τὰ πράγματα εἶναι τὴν ψυχήν· εἰ γὰρ καὶ τὰ στοιχεῖα τοῦ ἀνθρώπου ἐν τῇ ψυχῇ καὶ οἱ λόγοι τῆς συνθέσεως τούτων, ἄνθρωπος ἄρα ἡ ψυχή, καὶ ὁμοίως καὶ ἐπὶ λίθου καὶ τῶν ἄλλων· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἕκαστον τῶν πραγμάτων, εἰ μὴ τὰ στοιχεῖα μετὰ ποιᾶς συνθέσεως. εἰ μὲν γὰρ οἱ λόγοι τῆς συνθέσεως τῶν στοιχείων, οἷον ὁ ἡμιόλιος τυχὸν ἢ ἄλλος ὁστισοῦν, καθ’ αὑτοὺς ἐπεφύκεσαν εἶναι, κἂν πιθανότητα εἶχε τὸ πλάσμα,4 ὅτι ἔχουσα τὰ στοιχεῖα ἡ ψυχή, ἔχουσα δὲ καὶ τοὺς λόγους τῶν πραγμάτων, οὕτω γινώσκει τὰ σύνθετα· ἐπειδὴ δὲ οἱ λόγοι τῶν συνθέσεων ἐν τοῖς συντεθεῖσι στοιχείοις εἰσίν, ἀνάγκη πᾶσα τὸν λέγοντα ἐν τῇ ψυχῇ τὰ στοιχεῖα εἶναι, εἶναι δὲ καὶ τοὺς λόγους τῆς συνθέσεως τῶν πραγμάτων, μηδὲν ἄλλο λέγειν ἢ ὅτι αὐτὰ τὰ πράγματα ἐν τῇ ψυχῇ ἐστιν, οἷον ἵππος καὶ λίθος καὶ τὰ λοιπά. τοῦτο δὲ ὅτι ἄτοπον, οὐδὲ λέγειν δεῖ. ἄπειρα δέ φησι τὰ πράγματα οὐ τῇ φύσει ἀλλ’ ἡμῖν, ἢ εἰ μὴ τοῦτο, τῷ ἀεὶ γίνεσθαι ἄπειρα.
“因为他们假定以同类认识同类,正如他们把灵魂设定为事物本身一样。” 因为既然[假定]灵魂具有认识形式的能力,并且他们又说以同类认识同类,他们几乎等于在说灵魂就是一切存在事物;但他们为了逃避这一荒谬,便主张灵魂是由存在事物的元素构成的。然而许多不可能的事情伴随着这一说法。因为如果它以同类认识同类,它所认识的将是它自身由之构成的东西,即存在事物的元素和本原。但是在存在事物中并非仅仅有本原和元素,而是在本原之外还有许多由本原构成、在数目上无限的事物,它们既彼此各异,也不同于本原。那么它将如何认识这些事物呢?因此,事物由之构成的东西,即元素,它是会认识的,但由元素构成的事物本身,它却不再能认识。因为这些事物中的每一个都伴随着某种特定的合成而存在,既然灵魂不分有这种合成,如果它确实是以同类认识同类,它就不会认识它们。而每件事物都有其特定的合成比例,他[亚里士多德]为了证实这一点,也引证了阐明此理的恩培多克勒诗句。因此,如果灵魂也必须认识这些事物,它就必须具有它们合成的比例;但如果它不具有,它就不会认识它们。所以柏拉图在《蒂迈欧》中也不满足于仅仅由元素造出灵魂,而是还按照谐音数来造出它的合成。但如果事物由之构成的元素在灵魂之中,事物据以被合成的比例也在灵魂之中,那么灵魂再次必然就是一切事物本身。因为如果人的元素以及这些元素合成的比例都在灵魂中,那么灵魂也就是人,对于石头和其余事物也是同样;因为每件事物无非就是带有特定合成的元素。因为如果元素的合成比例(例如二分之三比例或无论其他什么比例)本性上能够独立存在,那么这种虚构或许还有些说服力,即灵魂具有元素,也具有事物的比例,从而认识复合的事物;但既然合成的比例存在于已被合成的元素之中,那么主张元素在灵魂之中、事物的合成比例也在灵魂之中的人,必然完全是在说事物本身(如马、石头及其他事物)存在于灵魂之中。而这是荒谬的,自不待言。他说事物是无限的,不是在自然本性上[无限],而是对我们而言[无限],或者若非如此,则是由于在不断生成中成为无限。
- 1.176ὥσπερ ὑπὸ τοῦ ὑδραργύρου ἡ ξυλίνη Ἀφροディーτη
介词短语 ὑπὸ τοῦ ὑδραργύρου 与省略的运动动词(如 ἐκινεῖτο)搭配,构成比较从句“正如木质阿佛洛狄忒被水银[运动]那样”,指涉亚里士多德在 406b19–20 中引用的代达罗斯木雕的典故。
- 1.177ὥσπερ ἂν εἰ τὴν ψυχὴν τὰ πράγματα τιθέντες
引文(lemma)中的 ὥσπερ ἂν εἰ 加分词 τιθέντες 结构是表示假定性比较的惯用句型(“正如他们假定……一样”),主格复数分词与主句动词 τίθενται 的主语一致。
- 1.177Ἐπειδὴ γὰρ γνωστικὴν εἰδῶν τὴν ψυχὴν ἔχουσαν δύναμιν, λέγουσι δὲ
在从属连词 Ἐπειδή 之后,宾格分词短语 γνωστικὴν ... τὴν ψυχὴν ἔχουσαν δύναμιν 作为假定认知的宾语结构或破格构式(“认定灵魂具有认识形式的能力”),与随后的 λέγουσι δὲ 相呼应,导向主句 μονονουχὶ λέγουσι。
- 1.177κἂν πιθανότητα εἶχε τὸ πλάσμα
κἂν (καὶ ἄν) 搭配未完成过去直陈式 εἶχε,与前面的条件从句 εἰ ... ἐπεφύκεσαν(表示与过去/现状相反的非真实条件)呼应,构成反事实条件句的结论部分,意为“这种虚构或许还有些说服力[但实际上没有]”。
