- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:173.17-175.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐释了亚里士多德将色诺克拉底把灵魂定义为“运动自身的数”与微细身体说及德谟克利特的原子论相对照的论述,指出两者共同导致的两个物体并存与运动解释上的荒谬,并进而论证这一公式无论作为灵魂实体的定义,还是作为灵魂诸能力与诸情态的偶性,都是不可能成立的。
" Εἰ γάρ ἐστιν ἡ ψυχὴ ἐν ἅπαντι τῷ αἰσθανομένῳ σώματι, ἀναγκαῖον ἐν τῷ αὐτῷ δύο εἶναι σώματα, εἰ σῶμά τι εἴη ἡ ψυχή." Διὰ τούτων τὴν κοινωνίαν δείκνυσι Ξενοκράτους καὶ τῶν σῶμα λεπτομερὲς λεγόντων. ἀκολουθεῖ γάρ, φησί, τοῖς σῶμα λεπτομερὲς λέγουσι τὸ σῶμα διὰ σώματος χωρεῖν, εἴ γε δεῖ δι’ ὅλου τοῦ σώματος χωρῆσαι τὴν ψυχήν, ἵνα ὅλον ἔμψυχον ᾖ τὸ σῶμα καὶ ὅλον κινῆται. εἰ δέ τις λέγοι ὅτι δύναται εἰς τὰ κενὰ τοῦ σώματος δῦσα ἡ ψυχὴ οὕτως αὐτὸ κινεῖν ὡς τὰ ἐν ἀγγείοις, μάλιστα οὕτως οὐκ ἂν εἴη ἐν τῷ σώματι·1 παρακείσεται γὰρ αὐτῷ καὶ οὐκ ἐν παντὶ ἔσται· πῶς οὖν ὅλον ἔμψυχον; ἔπειτα εἰ ἔξωθεν παρακειμένη οὐ ποιεῖ αὐτὸ ἔμψυχον, οὐδὲ ἔσωθεν ἄρα.
“因为如果灵魂处于具有感觉的整个身体之中,那么如果灵魂是某种身体,两具身体就必然处于同一处所。” 通过这些论述,他表明了色诺克拉底与那些称[灵魂]为微细身体的人的相通之处。因为他说,对于那些称其为微细身体的人来说,伴随着身体穿过身体的结果,假如灵魂为了使整个身体具有生命并整体被运动而必须穿过整个身体的话。但如果有人说,灵魂可以通过进入身体的虚空隙缝中,如同器皿中的事物那样运动身体,那么照这种方式,它尤其不可能处于身体之中;因为这将是与它相邻,而并非处于其全体之中;那么整体又怎能具有生命呢?其次,如果从外侧相邻并不能使它具有生命,那么从内侧[相邻]显然也不会。
"Συμβαίνει τε κινεῖσθαι τὸ ζῷον ὑπὸ τοῦ ἀριθμοῦ, καθάπερ καὶ Δημόκριτον ἔφαμεν αὐτὸ κινεῖν." Τὴν Δημοκρίτου καὶ Ξενοκράτους διὰ τούτων παραβάλλει δόξαν. τὰ αὐτά, φησί, συμβήσεται ἄτοπα καὶ τούτοις, ἐπεὶ ἀμφότεροι τῷ κινεῖσθαι τὰς ἀτόμους ἢ τὰς μονάδας τὸ σῶμα κινεῖσθαι ἔλεγον. τὰ δὲ ἑπόμενα κοινῶς ἄτοπα τούτοις οὐκ ἐπήγαγεν, ὡς ἤδη αὐτὰ εἰρηκώς, οἷον ὅτι ἢ ὑφ’ ἑαυτῶν κινοῦνται ἢ ὑπὸ ἄλλων· τίς οὖν ἡ διαφορὰ μονάδος ἢ πρὸς ἑαυτὴν ἢ πρὸς ἄλλην; μονάδες γὰρ δυνάμει καὶ αἱ ἄτομοι Δημοκρίτου, ἐπειδὴ οὐ καθὸ συνεχεῖς ἦσαν ἐκίνουν, ἀλλὰ καθὸ διωρισμένον ποσόν, ὥσπερ ὁ ἀριθμός. βουλόμενος δὲ προσοικειῶσαι ἀλλήλαις τὰς δόξας ταύτας σφαίρας μὲν μικρὰς εἶπε, μονάδας δὲ μεγάλας. εἴ τε γὰρ τῶν σφαιρῶν ἀφέλοις τὸ συνεχές, ἔσονται στιγμαὶ ἢ μονάδες τοῦ μεγέθους ἀφῃρημέναι, εἴ τε προσλάβοιεν αἱ στιγμαὶ ἤτοι αἱ μονάδες μέγεθος, ἔσονται τοιαῦται, οἷαίπερ ἦσαν καὶ αἱ Δημοκρίτου σφαῖραι, οἷον μεγάλαι μονάδες. ἢ ὅλως μονάδας.2 ἐπειδὴ βουλόμενος δεῖξαι ὅτι πρὸς τὸ κινεῖν οὐδὲν συνεβάλλετο οὔτε ταῖς ἀτόμοις τὸ μέγεθος οὔτε ταῖς μονάσι τὸ ἀμερές, τὰ μὲν ἄτομα εἶπε μικρά, τὰς δὲ μονάδας μεγάλας, ἵνα δείξῃ ὅτι οὐδὲν τοῦτο διαφέρει, ἐπήγαγεν ἢ ὅλως μονάδας.
“而且结果是动物被数运动,正如我们说过德谟克利特也运动它那样。” 通过这些论述,他将德谟克利特的观点与色诺克拉底的观点进行了对照。他说,同样的荒谬也将发生在这两个人身上,既然双方都主张通过原子或单子的被运动而使身体被运动。但他并未追加列出共同伴随他们的那些荒谬,因为他已经谈论过了,例如它们要么被自身运动,要么被他物运动;那么单子相对于自身或相对于另一单子又有什么区别呢?因为德谟克利特的原子在潜能上也是单子,既然它们运动并非由于它们是连续的,而是由于它们是确定的量,正如数一样。而为了使这些观点相互靠近,他说了小的球体,大的单子。因为无论你从球体中抽去连续性,它们都将是去除了量度的点或单子;无论这些点即单子获得量度,它们都将成为如同德谟克利特的球体那样的东西,仿佛是大的单子。“或者根本就是单子”。既然他为了表明在引起运动方面,量度既未对原子有所助益,不可分性也未对单子有所助益,从而称原子为小的,称单子为大的,所以为了表明这没有任何差别,他便追加了“或者根本就是单子”。
"Τοῖς δὴ συμπλέξασιν κίνησίν τε καὶ ἀριθμὸν εἰς τὸ αὐτὸ ταῦτά τε συμβαίνει καὶ πολλὰ ἕτερα τοιαῦτα." Συμπέρασμά ἐστι τοῦτο τῶν εἰρημένων· ἐνδείκνυται δὲ ὅτι οὐ μόνον τὰ εἰρημένα ἄτοπα ἀλλὰ καὶ ἄλλα πολλὰ αὐτοῖς ἀκολουθεῖ· τίνα δέ, ἐπιφέρει.
“因此,对于那些将运动与数交织到同一事物中的人来说,既产生出这些,也产生出许多其他类似的结果。” 这是对所言诸事的结论;并且他指出,伴随他们的不仅有已经谈到的那些荒谬,还有许多其他荒谬;而这些荒谬是什么,他随后便提出。
"Οὐ γὰρ μόνον ὁρισμὸν ψυχῆς ἀδύνατον τοιοῦτον εἶναι, ἀλλὰ καὶ συμβεβηκός." Ἐλέγξας ὅτι μὴ δύναται οὐσίας ψυχῆς εἶναι ὁρισμὸς ὁ ἀποδεδομένος ὑπὸ Ξενοκράτους λόγος ὅτι ψυχή ἐστιν ἀριθμὸς κινῶν ἑαυτόν, ἑξῆς δείκνυσιν ὅτι μηδὲ τῶν ἑπομένων τι τῇ ψυχῇ καὶ ὑπαρχόντων αὐτῇ, ἅπερ ἐστὶ τὰ πάθη καὶ αἱ ἐνέργειαι, δύναται ἀριθμὸς εἶναι κινῶν ἑαυτόν. τὰ γὰρ πάθη τῆς ψυχῆς εἰσι λογισμοί, λῦπαι, ἡδοναί, φόβοι καὶ τὰ τοιαῦτα. τί τοίνυν δύναται λέγεσθαι ἀριθμὸς κινῶν ἑαυτόν, οὐδὲ μαντεύσαιτο ἄν τις, μήτι γε εἰκότι λόγῳ χρήσαιτο,3 πῶς κινούμενος ὁ ἀριθμὸς διάνοια ἔσται ἢ πῶς αἴσθησις ἢ πῶς λύπη, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. καὶ ἄλλως, εἰ ὁ ἀριθμὸς κινῶν ἑαυτὸν ἡ ψυχή, ἐπειδὴ διάφορα τὰ τῆς ψυχῆς μόρια καὶ αἱ δυνάμεις, ἀνάγκη μὴ τὸν αὐτὸν ἀριθμὸν εἶναι πᾶσαν ψυχικὴν δύναμιν. ποῖος οὖν ἀριθμὸς ἔσται τὸ λογικὸν τῆς ψυχῆς μόριον καὶ ταύτης αἱ διάφοροι δυνάμεις, ποῖος μὲν τὸ διανοητικόν, ποῖος δὲ τὸ δοξαστικόν, καὶ ἐπὶ τῆς ἀλόγου ποῖος μὲν τὸ φανταστικὸν ἢ τὸ αἰσθητικὸν ἢ τῶν ἄλλων τι, τῷ ὄντι οὐδὲ πλάσασθαι ῥᾴδιον. καὶ ταῦτα οὖν πρὸς τοῖς εἰρημένοις τὰ ἄτοπα τῇ Ξενοκράτους ἕψεται δόξῃ.
“因为灵魂的定义不仅不可能是这样的,而且偶性也不可能。” 在反驳了色诺克拉底所给出的定义表述(即灵魂是运动自身的数)不可能成为灵魂实体的定义之后,他接着表明,任何伴随灵魂并属于灵魂的事物(即诸情态和诸活动),也都不可能是运动自身的数。因为灵魂的诸情态是推论、痛苦、快乐、恐惧以及诸如此类的事物。那么究竟有什么能被称为运动自身的数,甚至没有人能够猜测得到,更不用说运用合乎情理的论据[去说明],运动着的数如何会成为思想,或者如何会成为感觉,或者如何会成为痛苦,并且在其余事物上也是如此。此外,如果运动自身的数就是灵魂,既然灵魂的部分与能力各不相同,那么必然不是每一种灵魂能力都是同一个数。那么,灵魂的理性部分及其各种不同的能力将是怎样的数,思想能力是怎样的[数],意见能力是怎样的[数],以及在非理性〔灵魂〕中想象能力或感觉能力或其余的任何一种能力又是怎样的[数],实在连编造出来都不容易。因此,除了已经谈到的荒谬之外,这些荒谬也将伴随色诺克拉底的观点。
- 1.172μάλιστα οὕτως οὐκ ἂν εἴη ἐν τῷ σώματι
μάλιστα 修饰整句的否定(οὐκ ἂν εἴη),表示强烈的否定(“尤其不会处于身体之中”)。它与前面的条件从句 εἰ δέ τις λέγοι 构成假定条件句的主句(ἄν 搭配希求法)。
- 1.173ἢ ὅλως μονάδας
注疏者在此引用并解释亚里士多德原文(409b11)末尾的短语 ἢ ὅλως μονάδας。他解释说亚里士多德补充这一短语是为了说明,无论称它们为大的,还是干脆就是无体积的纯粹单子,对论证而言都没有任何区别。
- 1.175μήτι γε εἰκότι λόγῳ χρήσαιτο
短语 μήτι γε 是表示“何况不 / 更不用说”(相当于拉丁语 nedum)的惯用搭配。承接前句的否定句 οὐδὲ μαντεύσαιτο ἄν τις,构成递进式的否定结构:既然连猜测都做不到,要运用合乎情理的论述加以说明就更不可能了。
