← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§172.1-173.16

色诺克拉底学说与微细身体说及原子论的共通荒谬

注解409a31,菲洛波庞论证了色诺克拉底将灵魂视作自身运动的数的观点,相较于将灵魂视为微细身体的理论以及德谟克利特的原子论,分别陷入了哪些共通与特有的荒谬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.171

" Συμβαίνει δέ, καθάπερ εἴπομεν, τῇ μὲν ταὐτὸ λέγειν τοῖς σῶμά τι λεπτομερὲς αὐτὴν λέγουσι,1 τῇ δ’, ὥσπερ Δημόκριτος κινεῖσθαί φησιν ὑπὸ τῆς ψυχῆς, ἴδιον τὸ ἄτοπον.2" Τὰ αὐτά, φησίν, ἄτοπα ἕπεται τῇ Ξενοκράτους δόξῃ πῇ μὲν τοῖς σῶμα λεπτομερὲς λέγουσι τὴν ψυχήν, πῇ δὲ τῇ Δημοκρίτου δόξῃ. ἐκεῖνοι γὰρ ἔλεγον λεπτομερὲς εἶναι τὴν ψυχὴν σῶμα, ἵνα δύνηται δι’ ὅλου χωρεῖν τοῦ σώματος καὶ ἔμψυχον ὅλον δι’ ὅλου ποιοῦσα κινεῖν· ὥστε κατ’ αὐτοὺς εἰ ἡ ψυχὴ σῶμα οὖσα δι’ ὅλου χωρεῖ τοῦ σώματος καὶ ἔμψυχον ὅλον δι’ ὅλου ποιοῦσα κινεῖ, δύο σώματα ἐν τῷ αὐτῷ ἔσονται, ὅπερ ἄτοπον. ταὐτὸν τοίνυν ἄτοπον συνέβαινε καὶ τοῖς ἀριθμὸν λέγουσιν. εἰ μὲν γὰρ ἄλλαι εἶεν μονάδες αἱ τῆς ψυχῆς ταῖς τοῦ σώματος στιγμαῖς, εἵπετο τὸ δύνασθαι πάσας τὰς τῆς ψυχῆς στιγμὰς μιᾷ στιγμῇ τοῦ σώματος ἐφαρμόζειν. ταύτῃ οὖν κοινωνοῦσι. καὶ ἄλλως αἱ μονάδες, ἐξ ὧν ὑπετίθετο ὁ Ξενοκράτης εἶναι τὴν ψυχήν, ἤτοι σωματικαί εἰσι καὶ ἀριθμηταί, ἢ οὐ σωματικαὶ οὐδὲ ἀριθμηταί, ἀλλὰ ἀμερεῖς καὶ ἀριθμοῦσαι μᾶλλον· πᾶς μὲν γὰρ σωματικὸς ἀριθμὸς πάντως ἀριθμητός, ὁ δὲ ἀριθμῶν ἀσώματος· ἁπλῶς γοῦν ἤτοι σωματικαί εἰσιν αἱ τῆς ψυχῆς μονάδες ἢ οὔ, ἀλλ’ ἀμερεῖς. εἰ μὲν οὖν σωματικαὶ εἶεν, σῶμα διὰ σώματος χωρήσει, καὶ τὸ αὐτὸ ἕψεται τοῖς σῶμα λεπτομερὲς λέγουσι τὴν ψυχήν· εἰ δὲ ἀμερεῖς εἰσιν, εἰς τὰ αὐτὰ ἄτοπα ὑπαχθήσεται τῇ Δημοκριτείᾳ δόξῃ, εἴ γε καὶ ἐκεῖνος ταῖς ἀτόμοις ἐκίνει τὸ σῶμα, οὐχ ὅτι τοσόνδε ὄγκον ἔχουσιν ἢ ἁπλῶς ὄγκον, ἀλλ’ ὅτι ἀριθμός. εἶπον δὲ ὅτι οὐ μόνον ἀριθμὸν ἀτόμων ἔλεγεν ὁ Δημόκριτος τὴν ψυχήν (οὕτω γὰρ ἂν αἱ τυχοῦσαι ἄτομοι ἐποίουν ψυχήν) ἀλλὰ μετὰ ὄγκου σφαιρικῶς ἐσχηματισμένου· οὐ γὰρ οἷόν τε ἄνευ ὄγκου σχῆμα εἶναι· πέρας γὰρ ὄγκου τὸ σχῆμα. ταῦτα μὲν οὖν εἰ μὴ αἱ αὐταί εἰσι στιγμαὶ αἱ τῆς ψυχῆς ταῖς τοῦ σώματος. εἰ δὲ εἶεν αἱ αὐταὶ στιγμαὶ ταῖς τοῦ σώματος αἱ τῆς ψυχῆς, εἵπετο εἶναι πᾶν σῶμα ἔμψυχον. εὐλογώτερον δὲ τὸ πρῶτον αὐτοὺς ὑποτίθεσθαι, εἴ γε μὴ πᾶν ἔλεγον ἔμψυχον. τοῦτο μὲν οὖν τὸ αὐτὸ ἄτοπον ἕψεται τοῖς τε λεπτομερὲς σῶμα λέγουσι τὴν ψυχὴν καὶ τοῖς ἀριθμόν. ἕπεται δὲ καὶ ἄλλο κοινὸν ἄτοπον τοῖς ἀριθμὸν λέγουσι καὶ Δημοκρίτῳ. ἔδειξε γὰρ καὶ ἐν τοῖς ἐπάνω μηδὲν διαφέρειν ἢ μικρὰ σφαιρία λέγειν κινούμενα συνεφέλκειν τὸ σῶμα, ἢ ἀριθμόν· οὐδὲ γὰρ τῷ τὰς μὲν μεγέθη εἶναι, τὰς δὲ μονάδας ἀμερεῖς αἱ κινήσεις ἐγίνοντο, ἀλλὰ τῷ ποσῷ· ὥστε τὸ θατέρῳ ἑπόμενον ἄτοπον καὶ τῷ λοιπῷ ἕψεται. εἵπετο δὲ καὶ τῇ Ξενοκράτους δόξῃ ἰδίᾳ πολλὰ ἄτοπα καὶ τῇ Δημοκρίτου. οὐκοῦν καὶ τὰ θατέρου θατέρῳ·3 τίνα δὲ ταῦτα, ἐν τοῖς ἐπάνω εἴρηται. συμβαίνει δέ, καθάπερ εἴπομεν, τῇ μὲν ταὐτὸ λέγειν. τὸ ταὐτὸν οὐκ ἐπὶ τὴν δόξαν ἀναφέρων ἀλλ’ ἐπὶ τὸ ἑπόμενον ἄτοπον εἴρηκεν· οὐ τὰ αὐτὰ μὲν γὰρ ἔλεγον περὶ ψυχῆς, τοῖς αὐτοῖς δὲ ἀτόποις περιέπιπτον. τῇ δέ, ὥσπερ Δημόκριτος κινεῖσθαί φησιν ὑπὸ τῆς ψυχῆς, ἴδιον τὸ ἄτοπον· καθό, φησί, κινεῖσθαι τὴν ψυχὴν ἔλεγεν ὁ Δημόκριτος, κατὰ τοῦτο κοινωνῶν τῷ Ξενοκράτει· ἑκάτερος γὰρ αὐτῶν ἔλεγεν ὁ μὲν κινουμένας τὰς μονάδας κινεῖν τὴν ψυχήν, ὁ δὲ τὰ ἄτομα. κατὰ τοῦτο οὖν κοινωνοῦντες ἔχοιεν ἂν κοινὸν τὸ ἄτοπον ἀκολουθοῦν, ὅπερ ἄτοπον ὡς πρὸς τὴν δόξαν τῶν λεγόντων σῶμα λεπτομερὲς τὴν ψυχὴν ἴδιόν ἐστι Δημοκρίτου καὶ Ξενοκράτους. κατὰ τοῦτο μὲν οὖν ἐκοινώνουν, διέφερον δὲ ὅτι ὁ μὲν ἀριθμοὺς ἔλεγεν, ὁ δὲ σώματα τὰς ἀτόμους.

“然而正如我们所说,结果是在一方面与那些称其为某种微细身体的人说同样的话,而在另一方面,正如德谟克利特说[身体]被灵魂运动那样,产生出特有的荒谬。” 他说,色诺克拉底的主张,一方面伴随着与那些称灵魂为微细身体的人相同的荒谬,另一方面伴随着与德谟克利特的主张相同的荒谬。因为那些人说灵魂是微细的身体,是为了让它能够贯穿整个身体,并通过使身体整体彻底具有生命而运动之;从而按照他们的说法,如果灵魂作为一个身体贯穿整个身体,并通过使身体整体彻底具有生命而运动之,那么两个身体就将处于同一处所,这正是荒谬的。同样这一荒谬,也就发生在了那些主张灵魂是数的人身上。因为如果灵魂的单子与身体的点是互异的,那么就伴随着灵魂的所有点能够与身体的一个点重合这一后果。因此在这个方面他们是共通的。从另一方面来看,色诺克拉底假定构成灵魂的那些单子,或者是有形体且被数的,或者不是有形体且被数的,而是不可分的并且更倾向于是进行计数的;因为凡是有形体的数无一例外都是被数的,而进行计数的则是无形体的;总之,简言之,灵魂的单子或者是有形体的,或者不是,而是不可分的。那么,如果它们是有形体的,身体就将穿过身体,并且将伴随与称灵魂为微细身体的人相同的结果;但如果它们是不可分的,就将被归入与德谟克利特的主张相同的荒谬之中,假如那位思想家也是通过原子来运动身体,并且并非因为它们具有如此这般大小的体积或纯粹具有体积,而是因为它是数。但我曾说过,德谟克利特所说的灵魂并不仅仅是原子的数(因为那样的话任意的原子都会构成灵魂),而是带有球形形状的体积[的原子的数];因为没有体积就不可能有形状;因为形状是体积的界限。那么,这些是在灵魂的点与身体的点不相同的情况下的后果。但如果灵魂的点与身体的点相同,那么就伴随着每一个身体都是有生命的结果。然而,假如他们并未说一切事物都是有生命的,那么假定前一种情况就更加合乎情理。因此,这同一个荒谬就既伴随着称灵魂为微细身体的人,也伴随着称灵魂为数的人。而且还伴随着另一个为称灵魂为数的人和德谟克利特所共同具有的荒谬。因为他在前面也表明过,说微小的球体通过被运动而牵引身体,与说是数在牵引身体,没有任何差别;因为运动产生并不是由于前者是量度而后者是不可分的单子,而是由于量;从而伴随着前者的荒谬也将伴随着余下的后者。而且色诺克拉底的主张特有地伴随着许多荒谬,德谟克利特的主张也是如此。因此前者的荒谬也伴随着后者;而这些荒谬是什么,在前面已经说过了。“然而正如我们所说,结果是在一方面说同样的话”。他说“同样的话”,并不是指观点本身,而是指随之而来的荒谬;因为他们在关于灵魂的主张上并非说着同样的话,而是陷入了相同的荒谬之中。“而在另一方面,正如德谟克利特说[身体]被灵魂运动那样,产生出特有的荒谬”:他说,在德谟克利特主张灵魂被运动这一方面,他在这一点上与色诺克拉底是相通的;因为他们各自一人主张运动着的单子运动灵魂,另一人则主张原子运动灵魂。因此由于在这一点上是相通的,他们就会具有相伴随的共同荒谬,而这一荒谬相较于那些称灵魂为微细身体的人的观点而言,乃是德谟克利特和色诺克拉底所特有的。因此在这一点上他们是相通的,但不同之处在于,一人主张它们是数,而另一人主张原子是身体。

语法注3 条
  1. 1.171τῇ μὲν ταὐτὸ λέγειν τοῖς σῶμά τι λεπτομερὲς αὐτὴν λέγουσι

    引文中的句法,作为非人称动词 συμβαίνει 的主语不定式短语的一部分。句法上为 ταὐτὸ λέγειν τοῖς... λέγουσι(“与那些称……的人说同样的话”),与格 τοῖς... λέγουσι 与 ταὐτό 连用,表示同一性的参照基准。菲洛波诺斯在正文中明确指出,这并非指两者“学说相同”,而是指他们“陷入了相同的荒谬结果”(τὸ ταὐτὸν οὐκ ἐπὶ τὴν δόξαν ἀναφέρων ἀλλ’ ἐπὶ τὸ ἑπόμενον ἄτοπον εἴρηκεν)。

  2. 1.171τῇ δ’, ὥσπερ Δημόκριτος κινεῖσθαί φησιν ὑπὸ τῆς ψυχῆς, ἴδιον τὸ ἄτοπον

    引文的后半部分。紧接与 τῇ μέν 相对的 τῇ δέ,由谓语结构 ἴδιον τὸ ἄτοπον [συμβαίνει](“特有的荒谬产生”)作结,受 συμβαίνει 支配。在插入从句 ὥσπερ Δημόκριτος κινεῖσθαί φησιν ὑπὸ τῆς ψυχῆς 中,亚里士多德原文语境下不定式 κινεῖσθαι 的逻辑主语为“身体”,而菲洛波诺斯在后文释读中则聚焦于“灵魂被运动(κινεῖσθαι τὴν ψυχήν)”这一面来分析德谟克利特与色诺克拉底的相通之处。

  3. 1.171οὐκοῦν καὶ τὰ θατέρου θατέρῳ

    高度紧炼的省略表达。承接上文语境(εἵπετο δὲ καὶ τῇ Ξενοκράτους δόξῃ ἰδίᾳ πολλὰ ἄτοπα καὶ τῇ Δημοκρίτου),主语的名词与谓语动词均被省略。补足其骨架为:οὐκοῦν καὶ τὰ [τοῦ] θατέρου [ἄτοπα ἕπεται τῷ] θατέρῳ(“因此一方的荒谬也伴随着另一方”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:172.1-173.16