← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§170.17-171.28

灵魂之点与身体之点重合所致的困境

根据亚里士多德《论灵魂》409a23–28,斐洛庞奴斯通过阐明无数灵魂之点重合于身体同一个点所导致的荒谬、假定灵魂之点与身体之点同一所引出的困境,以及线不能分割为点从而点无法脱离身体等论据,反驳了灵魂是数的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.168

" Καίτοι τί κωλύει ἐν τῷ αὐτῷ εἶναι, εἰ δύο, καὶ ἀπείρους;" Ἔχει ἡ ὑπόθεσις τὸ εἰκός· εἰ γὰρ δύο στιγμαὶ συνῆλθον ἐξ ἀνάγκης, διότι αἱ στιγμαὶ τῆς ψυχῆς ἐν τῷ σώματι οὖσαι πάντως στιγμαῖς ταῖς τοῦ σώματος ἐφαρμόσουσι, τί κωλύει καὶ πλείους συνελθεῖν ἐν ταὐτῷ καὶ πάσας; ὥστε ἢ κατὰ μίαν στιγμὴν τοῦ σώματος ἔμψυχον ἔσται τὸ ζῷον, εἰ πᾶσαι αἱ στιγμαὶ τῆς ψυχῆς μιᾷ στιγμῇ τοῦ σώματος ἐφαρμόσουσιν, ἢ καθ’ ἑκάστην τῶν ἐν τῷ σώματι στιγμῶν ψυχὴν ἕξει τὸ ζῷον· καὶ εἰ ἄπειροι αἱ ἐν τῷ σώματι στιγμαί, ἢ πάσαις ἐφαρμόσουσιν αἱ ψυχικαὶ στιγμαὶ καὶ οὕτως ἄπειροι ἔσονται ἐν τῷ ζῴῳ ψυχαί (ἔσται δὲ οὕτω καὶ ἐνεργείᾳ τὸ ἄπειρον), ἢ οὐ πάσαις, καὶ οὐκ ἔσται καθ’ ὅλον ἑαυτὸ ἔμψυχον τὸ σῶμα οὐδ’ ὅλως ἔμψυχον, ὡς εἴρηται. ὧν γὰρ ὁ τόπος ἀδιαίρετος, καὶ αὐτά.1 ἐπειδὴ εἶπεν ὅτι οὐδὲν κωλύει ἐν τῷ αὐτῷ σημείῳ τοῦ σώματος ἄπειρα τῆς ψυχῆς ἐφαρμόσαι σημεῖα, ὡς γίνεσθαι σημεῖον ἓν τὴν ψυχήν, αὐτὸ τοῦτο κατασκευάζει. εἰ γὰρ ὁ τόπος τῶν ἀπείρων στιγμῶν τῆς ψυχῆς τὸ σημεῖόν ἐστι τὸ τοῦ σώματος, τοῦτο δὲ ἀδιαίρετον, καὶ τὰ ἄπειρα δηλονότι σημεῖα τὰ ἐφαρμόσαντα τῷ σημείῳ τοῦ σώματος ἀδιαίρετα ἔσται· ὡς γὰρ ἂν ἔχῃ ὁ τόπος, οὕτω καὶ τὰ ἐν αὐτῷ· ὥστε ἓν σημεῖον ἔσται ἡ ψυχή, καὶ καθ’ ἓν σημεῖον ἔμψυχον τὸ σῶμα.

“然而,如果有两个可以在同一处,又有什么妨碍甚至无数个也在同一处呢?” 这一假定具有合理性;因为如果有两个点必然结合在一起——因为灵魂的点由于在身体中,必定与身体的点重合——那么又有什么妨碍更多、乃至所有点结合在同一处呢?从而,如果灵魂的所有点与身体的一个点重合,动物就或者将在身体的一个点上是有生命的,或者动物将在身体中的每一个点上都具有灵魂;而如果身体中的点是无数的,那么灵魂的点或者将与所有的点重合,这样动物中就将有无数个灵魂(而且这样一来,无限者也将在现实中存在),或者并不与所有的点重合,从而身体将不在其自身整体上是有生命的,并且正如已经说过的,根本不会是有生命的。“因为处所是不可分之物,它们自身也是[不可分的]。”既然他说过,没有什么妨碍灵魂的无数个点重合在身体的同一个点上,以致灵魂成为一个点,他现在正是确立这一点。因为如果灵魂的无数个点的处所是身体的点,而这是不可分的,那么显然,与身体的点重合的无数个点也必将是不可分的;因为处所具有怎样的状态,处所之中的事物也同样如此;从而灵魂将是一个点,而身体将在一个点上是有生命的。

§1.169

"Εἰ δ’ αἱ ἐν τῷ σώματι στιγμαὶ ὁ ἀριθμὸς τῆς ψυχῆς, ἢ ὁ ἐκ τῶν ἐν τῷ σώματι στιγμῶν ἀριθμὸς ἡ ψυχή.2" Τοῦτο ἕτερόν ἐστι μόριον τῆς διαιρέσεως. εἴπομεν γὰρ ὅτι ἢ αἱ αὐταί εἰσιν αἱ τῆς ψυχῆς στιγμαὶ ταῖς τοῦ σώματος ἢ ἕτεραι. γυμνάσας οὖν τὸ ἑτέρας εἶναι, νῦν τὸ λοιπὸν προχειρίζεται. εἰπὼν δὲ ὅτι αἱ ἐν τῷ σώματι στιγμαὶ ὁ ἀριθμὸς τῆς ψυχῆς, ἐπαναλαμβάνει τὸν λόγον εἰς τὸ σαφέστερον· οὐ γὰρ ἔλεγον τὰς στιγμὰς ἀριθμὸν εἶναι τῆς ψυχῆς, ἀλλὰ τὸν ἀριθμὸν τῶν ἐν τῷ σώματι στιγμῶν τὴν ψυχήν, εἰ ταὐτὸν ὑποθοῖντο τὰς τῆς ψυχῆς στιγμὰς ταῖς τοῦ σώματος.

“另一方面,如果身体中的点是灵魂的数,或者不如说由身体中的点构成的数是灵魂。” 这是区分的另一个分支。因为我们说过,灵魂的点或者与身体的点相同,或者不同。既然已经讨论了它们是不同的这一项,他现在便着手处理余下的那一项。在说了“身体中的点是灵魂的数”之后,他为了更加清晰而重述了这句话;因为如果他们假定灵魂的点与身体的点是同一的,他们所说的并不是点是灵魂的数,而是身体中的点的数是灵魂。

§1.170

"Ἔτι δὲ πῶς οἷόν τε χωρίζεσθαι τὰς στιγμὰς καὶ ἀπολύεσθαι τῶν σωμάτων, εἰ μὴ διαιροῦνται αἱ γραμμαὶ εἰς στιγμάς;" Ὁ Ξενοκράτης ἅτε δὴ Πλάτωνος ὢν μαθητὴς χωριστὴν ἔλεγεν εἶναι τὴν ψυχὴν τοῦ σώματος, ᾧ δῆλον ὅτι3 οὐκ ἀριθμὸν τοῦτον τὸν συνεγνωσμένον ἡμῖν αὐτὴν ἔλεγε (πῶς γὰρ ἐγχωρεῖ ἀριθμὸν καθ’ αὑτὸν εἶναι;) ἀλλὰ κατὰ ἀναλογίαν. πρὸς δὲ τὸ φαινόμενον ὁ Ἀριστοτέλης ἀπαντῶν, εἰ ἡ ψυχή, φησί, χωριστή, τὰς δὲ στιγμὰς ἀδύνατον χωρισθῆναι τοῦ σώματος, οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή. εἵπετο γὰρ τῷ ἀριθμὸν λέγειν τὸ στιγμὰς λέγειν· ὁ γὰρ ἀριθμὸς μονάδες, αὗται δὲ θέσιν ἔχουσαι στιγμαί εἰσιν. ἀδύνατον δὲ χωρισθῆναι τὰς στιγμὰς τὰς ἐν τῷ σώματι, ἐπεὶ μὴ διαιροῦνται αἱ γραμμαὶ εἰς στιγμάς, ὥσπερ οὐδὲ τὰ ἐπίπεδα εἰς γραμμὰς οὐδὲ τὰ σώματα εἰς ἐπιφανείας· γραμμῆς γὰρ μέρος γραμμή, στιγμὴ δὲ πέρας γραμμῆς· διαιρεῖται δὲ τὰ διαιρούμενα εἰς τὰ μέρη, οὐ τὰ πέρατα· τὸ γὰρ πέρας ἀχώριστον οὗ ἐστι πέρας.

“再者,如果线不能分割为点,点又怎能与身体分离并解脱出来呢?” 色诺克拉底既然是柏拉图的学生,便主张灵魂与身体是可分离的,由此显然可见,他并不是将其称为我们所习知的这个数(因为数怎么可能自身独立存在呢?),而是基于类比称其为数的。但亚里士多德针对字面显明的意义反驳道:如果灵魂是可分离的,而点不可能与身体分离,那么灵魂就不是数。因为主张它是点,是伴随着主张它是数而来的;因为数是单子,而单子具有位置时便是点。但是身体中的点是不可能被分离的,因为线并不能分割为点,正如平面不能分割为线、立体不能分割为面一样;因为线的部分是线,而点是线的界限;被分割者是被分割为部分,而不是被分割为界限;因为界限是不能与它所作为界限的事物相脱离的。

语法注3 条
  1. 1.168ὧν γὰρ ὁ τόπος ἀδιαίρετος, καὶ αὐτά.

    概括性引述亚里士多德原文(409a24–25)。关系代词 ὧν 为所有格,修饰 ὁ τόπος,其先行词由主句主语 καὶ αὐτά 承接。关系从句中省略了系动词 ἐστί,主句中省略了系动词(ἐστί / εἰσί)以及谓语形容词 ἀδιαίρετα(“凡处所是不可分的事物,它们自身也[是不可分的]”)。

  2. 1.169ἢ ὁ ἐκ τῶν ἐν τῷ σώματι στιγμῶν ἀριθμὸς ἡ ψυχή.

    连词 ἤ 在此起修正或澄清(corrective or clarifying)的作用(“或者不如说”)。正如斐洛庞奴斯自己在正文中指出的那样,亚里士多德在此将先前的表述(“如果身体中的点是灵魂的数”)修正为更为精确的说法:“由身体中的点构成的数是灵魂”。

  3. 1.170ᾧ δῆλον ὅτι

    关系代词 ᾧ 为中性单数与格,指代前一整个分句(“色诺克拉底主张灵魂与身体是可分离的”),作为表明判断根据或原因的与格使用(“由此显明……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:170.17-171.28