← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§16.14-17.34

灵魂三部分在死后的存续与消亡

菲洛波诺斯证明了理性灵魂是非质料的、不可毁灭的和永恒的,进而论述植物性灵魂不可脱离粗重肉体并随之消亡,而无理性灵魂则以精气身体为载具在死后继续存留,在冥府接受净化的惩罚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#10

εἰ μὲν οὖν μὴ ἠδύνατο, οὐδ’ ἂν ἐγένετο· τὸ γὰρ ἀδύνατον οὐκ ἄν γένοιτο· εἰ δὲ ἠδύνατο, ὑλικὴ πάντως ἦν· τοῦτο γὰρ τὸ δύνασθαί ποτε εἶναι ἢ μὴ εἶναι τόδε τι τῆς ὕλης ἐστίν· εἰ δὲ ἄυλα τὰ χωριστὰ τῆς ὕλης, οὐκ ἔσονται ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀλλ’ ἀεὶ ἐνεργείᾳ ἔσονται. καὶ ἄλλως· πᾶν τὸ φθειρόμενον κατὰ δύο τρόπους φθείρεται, ἢ τὸν τῶν σωμάτων τῇ εἰς τὰ στοιχεῖα ἀναλύσει1 ἢ τὸν τῶν ἀσωμάτων ἀποσβεννυμένου τοῦ εἴδους τῇ ἀναρμοστίᾳ τοῦ ὑποκειμένου ἐν ᾧ τὸ εἶναι ἔχει, ὥσπερ ἡ ἁρμονία χαλασθεισῶν τῶν χορδῶν. κατ’ οὐδέτερον οὖν τῶν τρόπων ἐνδέχεται φθαρῆναι τὴν λογικὴν ψυχήν, οὔτε τὸν τῶν σωμάτων τρόπον (ἀσώματος γάρ) οὔτε τὸν τῶν ἀσωμάτων μὲν ἐν ὑποκειμένῳ δὲ σώματι τὸ εἶναι ἐχόντων· δέδεικται γὰρ χωριστὴ οὖσα σώματος· ὥστε εἰ δέδεικται χωριστὴ σώματος, συναποδέδεικται ὅτι καὶ ἀίδιος. ταῦτα μὲν περὶ τῆς λογικῆς ψυχῆς. εἴπωμεν δὲ ἐπὶ τούτοις καὶ περὶ τῶν λοιπῶν τῆς τε ἀλόγου καὶ τῆς φυτικῆς· ὅτι γὰρ αὗται ἀχώριστοί εἰσιν δῆλον ἐκ τοῦ εἰρημένου κανόνος. εἰ γὰρ δείξομεν ὅτι οὐδεμίαν ἔχουσιν ἐνέργειαν χωριστὴν σώματος, πᾶσα ἀνάγκη καὶ αὐτὰς ἀχωρίστους εἶναι. πᾶσαι τοίνυν αὐτῶν αἱ ἐνέργειαι ἐν σώματι καὶ περὶ σῶμά εἰσι· καὶ γὰρ ἡ θρεπτικὴ καὶ αὐξητικὴ καὶ γεννητικὴ καὶ ἐν σώματί εἰσι καὶ διὰ σώματος ἐνεργοῦσι καὶ περὶ σώματα. ἔτι μὴν καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· κινεῖ γὰρ ὁ μὲν τὸ περικάρδιον αἷμα, ἡ δὲ τὸ ἧπαρ τοιῶσδε διατίθησιν. ἐν σώματι μὲν οὖν καὶ διὰ σώματος, ἀλλὰ καὶ περὶ σώματα· ἢ γὰρ βρωμάτων ἢ χρημάτων ἢ ἁπλῶς σωματικῶν πραγμάτων ὄρεξίς ἐστιν ἡ ἐπιθυμία, καὶ ὁ θυμὸς εἰς τὸ ἀντιλυπῆσαι τὸν εἴς τι τούτων βλάψαντα. ὥστε εἰ αἱ ἐνέργειαι τούτων οὐκ ἄνευ σώματος, ἐξ ἀνάγκης καὶ αἱ οὐσίαι. εἰς τί γὰρ χωρισθεῖσαι ἐνεργήσουσιν; τί θρέψουσιν ἢ αὐξήσουσιν ἢ γεννήσουσιν; τίνα δὲ καὶ ἀντιλυπήσουσιν; ἀλλ’ οὐδὲ ἡ ἐπιθυμία σχήσει τι τῶν ἡδέων τῶν κινούντων αὐτὴν εἰς ὄρεξιν· ὥστε μάτην ἔσονται. εἰ δὲ τοῦτο ἀδύνατον μάτην τι εἶναι, ἀχώριστος ἄρα ἡ οὐσία σωμάτων, ἐξ ἧς προέρχονται αἱ τοιαῦται ἐνέργειαι. ἀλλ’ ἡ μὲν φυτικὴ τοῦ παχέος ἐστὶ τούτου ἀχώριστος καὶ συμφθείρεται αὐτῷ· καὶ δῆλον ἐξ ὧν εἰσιν αἱ δυνάμεις αὗται καὶ ἐν τοῖς φυτοῖς, ἐν οἷς πνευματικὸν σῶμα οὐ θεωρεῖται. δείκνυνται δὲ μετὰ τὴν ἔξοδον τῆς ψυχῆς καὶ ἐπιδιαμένουσαι βραχύν τινα χρόνον ἐν τούτῳ τῷ σώματι, ἐπεὶ [πόθεν ἡ σαθρὰ αὕτη καὶ εὐδιάλυτος δόξα;] ἐπὶ τῶν νεκρῶν2 καὶ ὄνυχες καὶ τρίχες αὔξονται. εἰ δ’ ἐστὶν ἐναργῶς τῆς αὐξητικῆς ἴχνος τι καὶ μετὰ τὸν θάνατον ἐν τῷ σώματι, ἀνάγκη τι εἶναι ἴχνος καὶ τῆς θρεπτικῆς· διὰ γὰρ τὴν αὔξησιν καὶ ἡ τροφή. ἐντεῦθεν ἄρα δῆλον ὅτι ἐν τούτῳ ἔχουσι τὸ εἶναι αἱ δυνάμεις αὗται· εἰ δὲ αὗται, ἐξ ἀνάγκης καὶ ἡ γεννητική· τῆς γὰρ αὐτῆς ἐστι συστοιχίας, διότι ὅπου ἐκεῖναί εἰσιν, ἐξ ἀνάγκης καὶ αὐτὴ φαίνεται. εἴποι δ’ ἄν τις ἴχνος τι καὶ ταύτης ἐν τῷ νεκρῷ σώματι διὰ τὰ γινόμενα ἐκ τῶν νεκρῶν σωμάτων ζῷα, σφῆκας καὶ μελίσσας καὶ σκώληκας καὶ τὰ τοιαῦτα. ἡ δὲ ἄλογος οὐκέτι ἐν τούτῳ ἔχει τὸ εἶναι· ἐπιδιαμένει γὰρ καὶ μετὰ ἔξοδον τὴν ἐκ τούτου τῆς ψυχῆς, ὄχημα καὶ ὑποκείμενον ἔχουσα τὸ πνευματικὸν σῶμα, ὃ καὶ αὐτό ἐστι μὲν ἐκ τῶν τεσσάρων, λέγεται δὲ ἐκ τοῦ πλεονάζοντος τοῦ ἀέρος, ὥσπερ καὶ τοῦτο γήινον λέγεται ἐκ τοῦ πλεονάζοντος. καὶ πόθεν δῆλον, εἰ ἐν τούτῳ ἔχει τὸ εἶναι ἡ ἄλογος ζωή; μᾶλλον δὲ πρότερον, πόθεν ὅλως ὅτι ἐστὶ πνευματικὸν σῶμα; τοῦτο γὰρ πρῶτον δίκαιον ζητῆσαι3 εἰ ἔστιν ὅλως, εἶτα δεῖξαι ὅτι ἐν τούτῳ ἐστὶν ἡ ἄλογος ζωή. // πόθεν οὖν ὅτι ἐστὶ τὸ πνεῦμα; ἡ ψυχὴ ἡ ἡμετέρα μετὰ τὴν ἐκ τοῦ σώματος τούτου ἔξοδον ὁμολογεῖται, μᾶλλον δὲ ἀποδείκνυται εἰς Ἅιδου ἀφικνεῖσθαι, καὶ ποινὰς ἐκεῖσε τῶν οὐ καλῶς βεβιωμένων παρέχειν· οὐ γὰρ μόνον τοῦ εἶναι ἡμῶν φροντίζει ἡ πρόνοια, ἀλλὰ καὶ τοῦ εὖ εἶναι. διὸ οὐκ ἀμελεῖται ἡ ψυχὴ εἰς τὸ παρὰ φύσιν ἐξολισθήσασα, ἀλλὰ τυγχάνει τῆς προσηκούσης ἐπιμελείας, καὶ ἐπειδὴ τὸ ἁμαρτάνειν αὐτῇ διὰ γλυκυθυμίαν ἐγένετο, ἐξ ἀνάγκης καὶ τὸ καθαρθῆναι δι’ ἀλγύνσεως αὐτῇ γενήσεται· κἀνταῦθα γὰρ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα.

因此,如果它不能[生成],它根本就不会生成;因为不可能的事物不会发生。而如果它能够生成,它就完全是质料性的;因为在某个时候能够作为某个特定事物而存在或不存在,这是质料的特性。然而,如果脱离质料的事物是非质料的,它们就不会由潜能状态走向现实状态,而是始终在现实中存在。 从另一方面说:一切被毁灭之物都是依两种方式之一被毁灭的:或是依诸身体的方式,通过分解为诸元素;或是依非物体之物的方式,当其存在所居的载体发生不协调时,其形式便被熄灭,正如当琴弦被松弛时和谐便被破坏一样。因此,理性灵魂不可能依这两种方式中的任何一种被毁灭:既不能依诸身体的方式(因为它是非物体的),也不能依那些虽是非物体却在作为载体的身体中拥有其存在之物的方式(因为已被证明它是脱离身体的)。从而,如果已证明它是脱离身体的,也就同时证明了它也是永恒的。关于理性灵魂的论述暂且到此。 在此之上,我们也来讨论其余的部分,即无理性[灵魂]和植物性[灵魂]。因为这些是不可分离的,从前面所说的准则中便显而易见:如果我们证明它们没有任何脱离身体的现实活动,那么它们自身也是不可分离的,这完全是必然的。于是,它们的一切现实活动都在身体之中且关涉身体。因为摄养、生长和生殖能力都在身体中,通过身体活动并关涉身体。此外,激气和欲望也是如此:因为前者移动心周围的血液,后者则使肝脏处于某种状态。因此它们不仅在身体中并通过身体[活动],而且也关涉身体;因为欲望是对食物或财产、或单纯是对肉体事物的渴求,而激气则是为了对在这些事物中有所损害的人进行反向报复。因此,如果这些能力的现实活动离不开身体,必然其实体也离不开身体。因为它们一旦脱离[身体],将针对什么来活动呢?它们将滋养什么、使什么生长或生殖什么呢?它们又将反过来使谁痛苦呢?欲望也将没有任何促使它产生渴求的快乐事物;从而它们都将归于徒然。但如果任何事物归于徒然是不可能的,那么这些现实活动所出自的实体便是不可脱离身体的。 然而植物性[灵魂]是与这粗重的[身体]不可脱离的,并与它一同毁灭;这从这些能力也存在于植物中这一点来看是显而易见的,而在植物中并未观察到精气身体。它们还被证明在灵魂脱离之后仍在这身体中存留短暂的时间,因为[这腐朽且易消解的意见从何而来?]在死尸上指甲和毛发依然生长。如果死后在身体中显然仍有生长能力的某种痕迹,那么必然也有摄养能力的某种痕迹;因为食物也是为了生长。由此显然,这些能力在这[身体]中拥有其存在;如果这些能力是如此,生殖能力必然也是如此;因为它属于同一序列,因为凡是那些能力存在的地方,这能力也必然出现。人们甚至会说在死尸中也有这能力的某种痕迹,这是因为从死尸中生成的动物,如黄蜂、蜜蜂、蛆虫之类。 但无理性[灵魂]不再在这[粗重身体]中拥有其存在;因为它在灵魂从这[身体]中脱离之后依然存留,将精气身体作为载具和载体,精气身体本身也由四元素构成,但以占优势的空气命名,正如这[身体]因占优势者而被称为土性的一样。那么,无理性的生命在这[精气身体]中拥有其存在,是从何显明的呢?或者毋宁说在此之前,到底从何得知存在着精气身体呢?因为首先探究它到底是否存在,然后证明无理性生命存在于其中,这才是正当的。 // 那么,精气的存在又是从何得知的呢?我们的灵魂在从这身体脱离之后,被一致承认——或者毋宁说被论证——会到达冥府,并在那里为生前未曾过好的生活接受惩罚;因为摄理不仅关照我们的存在,而且关照我们的完好存在。因此,滑入反自然状态的灵魂并未被忽视,而是得到了应有的照料,并且既然它犯罪是由于对快乐的贪恋,必然地,它得到净化也将通过痛苦而发生;因为在此处,相反之物也是相反之物的疗治手段。

语法注3 条
  1. 1.0τὸν τῶν σωμάτων τῇ εἰς τὰ στοιχεῖα ἀναλύσει

    名词 τρόπον 从前文的 κατὰ δύο τρόπους 中承前省略,τὸν [τρόπον] τῶν σωμάτων 起方式或内在宾格的作用。与格短语 τῇ εἰς τὰ στοιχεῖα ἀναλύσει 表示毁灭的方式或原因。

  2. 1.0ἐπεὶ [πόθεν ἡ σαθρὰ αὕτη καὶ εὐδιάλυτος δόξα;] ἐπὶ τῶν νεκρῶν

    方括号内的疑问句 πόθεν ἡ σαθρὰ αὕτη καὶ εὐδιάλυτος δόξα; 是紧接在原因连词 ἐπεί 之后的评注性或修辞性插入句。逻辑句法直接顺接为 ἐπεὶ... ἐπὶ τῶν νεκρῶν καὶ ὄνυχες καὶ τρίχες αὔξονται(“因为在死尸上指甲和毛发依然生长”)。

  3. 1.0τοῦτο γὰρ πρῶτον δίκαιον ζητῆσαι

    由中性单数形容词 δίκαιον 与不定式 ζητῆσαι 构成的非人称结构,省略了系词 ἐστί,意为“首先探究这一点是正当的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:16.14-17.34