← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§166.1-167.17

反驳运动自身的数之学说的三个论证

斐洛波诺斯注解了亚里士多德反驳色诺克拉底“运动自身的数”这一学说的三个论证:其一,不可分且无差异的单子在运动上所陷入的困难;其二,在身体中具有位置的单子若发生运动便会生成几何学意义上的线这一荒谬结论;其三,数若减去单位便变为另一数,而植物或节肢动物被分割后同一灵魂仍得以留存的事实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.162

" Πῶς γὰρ χρὴ νοῆσαι μονάδα κινουμένην, καὶ ὑπὸ τίνος, καὶ πῶς, ἀμερῆ καὶ ἀδιάφορον οὖσαν;" Δοκεῖ ταυτολογεῖν δὶς εἰπὼν τὸ πῶς. οὐκ ἔστι δέ, ἀλλὰ τὸ μὲν πρῶτόν ἐστι τοῦ τρόπου τῆς γνώσεως,1 τουτέστι τίς ἐστι τρόπος νοήσεως δυνάμενος ποιῆσαι ἡμᾶς γνῶναι μονάδα κινουμένην; οὔτε γὰρ αἰσθήσει οὔτε διανοίᾳ δυνατὸν τοῦτο γνῶναι· τὸ δὲ ὑπὸ τίνος, πότερον αὐτὴ ἑαυτῇ ἐστιν αἰτία κινήσεως ἢ ἄλλη μονὰς ἄλλῃ· τὸ δὲ δεύτερον πῶς τοῦ τρόπου τῆς κινήσεως, πότερον κατ’ εὐθεῖαν κινεῖται ἢ κύκλῳ ἢ ἄλλως πως, οἷον κατὰ ἀλλοίωσιν ἢ αὔξησιν καὶ φθίσιν. πῶς οὖν χρὴ νοῆσαι μονάδα κινουμένην; εἰ γὰρ πᾶς ἀριθμὸς μονάδων ἐστὶ πλῆθος, ἀνάγκη κινουμένου τοῦ ἀριθμοῦ τὰς μονάδας κινεῖσθαι. πῶς οὖν κινεῖται ἡ μονάς; εἰ μὲν γὰρ ὑφ’ ἑαυτῆς, ἐπειδὴ τὸ κινοῦν, καθὸ κινεῖ, ἄλλο τί ἐστι πρὸς τὸ κινούμενον, ἀνάγκη καὶ τὴν μονάδα αὐτὴν ἑαυτῇ διάφορον εἶναι· ἄλλο γάρ τί ἐστι καθὸ κινεῖ, καὶ ἄλλο καθὸ κινεῖται. τίς οὖν αὐτῆς πρὸς ἑαυτὴν διαφορὰ τῆς μονάδος ἀμεροῦς οὔσης καὶ ἀδιαφόρου; εἰ δὲ αἱ μὲν κινοῦσιν, αἱ δὲ κινοῦνται, τίς ἡ διαφορὰ μονάδος πρὸς μονάδα; δεῖ γὰρ τὸ κινοῦν, καθὸ κινεῖ, διαφέρειν τοῦ κινουμένου, εἴ γε δυνάμει τινὶ φύσεως τὸ μὲν ἐπιτηδείως ἔχει πρὸς τὸ κινεῖν, τὸ δὲ πρὸς τὸ κινεῖσθαι. καὶ ἄλλως, εἰ αἱ μὲν τῶν μονάδων κινοῦσιν, αἱ δὲ κινοῦνται, αἱ κινοῦσαι ἂν εἴησαν ἡ ψυχή, οὐχ αἱ κινούμεναι. ὥσπερ γὰρ καὶ ἐν τῷ ζῴῳ τὸ μὲν κινοῦν ἡ ψυχή, τὸ δὲ κινούμενον τὸ σῶμα, οὕτω καὶ εἰ τῶν μονάδων αἱ μὲν κινοῦσιν, αἱ δὲ κινοῦνται, αἱ κινοῦσαι ἂν εἴησαν ψυχή· εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἀριθμὸς κινῶν ἑαυτὸν ἡ ψυχή, ἀλλὰ κινῶν μόνον.

“因为当单子是无部分的且无差异的时,必须如何设想单子被运动,被什么运动,以及如何运动?” 他说了两次“如何”,似乎是在说同义反复之辞。但并非如此,第一个“如何”关涉认识的方式,也就是:有何种思想的方式能够使我们认识到单子被运动?因为无论是通过感觉还是通过推论,都不可能认识到这一点。而“被什么”是指它是自身作为自身运动的原因,还是另一个单子作为另一个单子的原因。第二个“如何”则关涉运动的方式,是沿直线运动,作圆周运动,还是以某种其他方式运动,例如通过变质或生长与衰减。那么必须如何设想单子被运动呢?因为如果一切数都是单子的聚集,那么当数运动时,单子必然也运动。那么单子是如何运动的呢?因为若是被自身运动,既然推动者依其推动而言相对于被推动者是某种别的东西,那么单子自身相对于自身也必须是有差异的;因为依其推动而言是一回事,依其被推动而言则是另一回事。那么既然单子是无部分且无差异的,它自身相对于自身的差异又是什么呢?而如果一些单子在推动,另一些单子被推动,单子相对于单子的差异又是什么呢?因为推动者依其推动而言必须有别于被推动者,倘若由于某种自然潜能,一者适于推动,另一者适于被推动。此外,如果单子中一些在推动,另一些被推动,那么进行推动的单子将是灵魂,而不是被推动的单子。因为正如在动物中推动者是灵魂而被推动者是身体一样,同样如果单子中一些在推动另一些被推动,那么进行推动的单子就应是灵魂;但若如此,灵魂就不会是一个运动自身的数,而仅仅是一个推动的数。

§1.163

"Ἔτι δ’ ἐπεί φασι κινηθεῖσαν γραμμὴν ἐπίπεδον ποιεῖν, στιγμὴν δὲ γραμμήν, καὶ τὰ ἑξῆς." Ἄλλο ἐπιχείρημα· διαπαίζει δὲ αὐτοὺς ἐν τούτῳ. δοκεῖ, φησί, τοῖς ἀπὸ γεωμετρίας ὅτι τὸ σημεῖον ῥυὲν γραμμὴν ποιεῖ, καὶ αὕτη ῥυεῖσα ἐπίπεδον. εἰ δὲ τοῦτο, αἱ τῆς ψυχῆς κινήσεις μονάδων οὖσαι κινήσεις γραμμαὶ ἔσονται, θυμὸς καὶ ἐπιθυμία καὶ τὰ λοιπά. ἡ γὰρ μονάς, φησίν, οὐδενὶ ἄλλῳ διαφέρει τοῦ σημείου ἢ ὅτι τὸ μὲν σημεῖον κεῖταί που (ἐν γραμμῇ γάρ), ἡ δὲ μονὰς οὐκ ἔστι τῶν θέσιν ἐχόντων· οὐδὲν οὖν ἄλλο ἐστὶν ἡ μονὰς ἢ σημεῖον ἄθετον, καὶ τὸ σημεῖον μονὰς θέσιν ἔχουσα.2 λέγοντες οὖν τὴν ψυχὴν ἀριθμὸν ἐν σώματι εἶναι ὁμολογοῦσιν, ὥστε αἱ μονάδες τοῦ ἀριθμοῦ κεῖνταί που· ἐν τῷ σώματι γάρ· οὐκοῦν αἱ μονάδες αὗται θέσιν ἔχουσαι σημεῖά εἰσι· κινούμενα οὖν γραμμὰς ποιήσουσιν.

“此外,既然他们说运动着的线产生面,点产生线,云云。” 这是另一个论证;在这一点上他嘲讽了他们。他说,几何学学者们认为,点流淌产生线,而线流淌产生面。如果这样,灵魂的诸运动既然是单子的运动,就将成为诸条线——如怒气、欲望以及其余等等。他说,因为单子与点在其他任何方面都没有差异,唯独在于点被放置在某处(因为它在一条线中),而单子不属于具有位置者;因此单子无非是没有位置的点,而点则是具有位置的单子。所以,他们说灵魂是数,承认它在身体中,因此数的单子被放置在某处;因为它们在身体中。因此,这些具有位置的单子就是点;所以,当运动时它们将产生线。

§1.164

"Ἔτι δ’ ἀριθμοῦ μὲν ἐὰν ἀφέλῃ τις ἀριθμὸν ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός." Τρίτον τοῦτο ἐπιχείρημα. ἐάν, φησίν, ἀπὸ ἀριθμοῦ ἀφέλω μονάδα, οἷον ἐκ τῶν δέκα, ἄλλον ἀριθμὸν ποιῶ τὸν ἐννέα, τὸν μὲν ἄρτιον, τὸν δὲ περιττόν· ὁμοίως δὲ κἂν ἀριθμὸν ἀφέλωμεν, ἄλλος τῷ εἴδει ὁ καταλειπόμενος γίνεται. εἰ γὰρ ἀπὸ τοῦ ις τετραγώνου ὄντος ἀφέλω τρία, οὐκέτι τετράγωνός ἐστιν· εἰ δὲ καὶ γνώμονα ἀφέλω τοῦ τετραγώνου, οἷον τὸν ζ τοῦ ις, καὶ γίνεται ὁ ἐννέα τετράγωνος, ἀλλ’ οὖν οὐχ ὁ αὐτὸς τῷ εἴδει ἐστίν, ἀλλὰ τῷ γένει.3 ἐὰν δέ, φησίν, ἀπὸ φυτοῦ τέμῃς κλάδον, ἡ αὐτὴ μένει ἐν τῷ καταλειπομένῳ ψυχὴ καὶ ἐν αὐτῷ τῷ κλάδῳ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐντόμων ζῴων συμβαίνει τοῦτο· φαίνονται γὰρ ἀποτεμνόμενα ἐπί τινα χρόνον ἔχοντα τὴν ἐκ τῆς ψυχῆς ἐνέργειαν, αἴσθησίν φημι καὶ κίνησιν. οὐκ ἄρα οὖν ἡ ψυχὴ ἀριθμός. ὁ δὲ λόγος ἐναργής ἐστιν ἐπὶ τῶν φυτῶν· εἰ δὲ μὴ ἐπὶ πάντων τῶν μορίων λάβῃς τὸν λόγον, ἀληθής ἐστι καὶ ἐπὶ τῶν ἄλλων ζῴων· τινῶν γὰρ μορίων τεμνομένων ἡ αὐτὴ μένει ψυχή. καὶ εἰ μὴ ἐπὶ πάντων δὲ τῶν ἐμψύχων ὁ λόγος ἀληθής, ἀλλ’ οὖν ἐπί τινων ἀληθὴς ὢν ὑγιὲς δείκνυσι τὸ ἐπιχείρημα.

“此外,若有人从一个数中减去一个数或一个单子,就会剩下另一个数。” 这是第三个论证。他说,如果我从一个数中减去一个单子,例如从十中减去,我便造成了九这一另一个数,一个是偶数,另一个是奇数;同样,即使我们减去一个数,所留下的在形式上也变成了另一个数。因为如果从作为平方数的十六中减去三,它就不再是平方数了;即使我减去平方数的矩尺形,例如从十六中减去七,而产生了作为平方数的九,但它与原数在形式上并不是相同的,而只是在属上相同。然而他说,如果你从植物上剪下一根枝条,在所留下的部分中和在那根枝条自身中,留存着同样的灵魂。同样的情况也发生在节肢动物身上;因为当被切断时,在一段时间内可以观察到它们仍具有出自灵魂的现实活动,我指的是感觉与运动。因此灵魂不是数。这一论述在植物上是显然的;而如果你不就所有的部分来理解这一论述,它在其他动物身上也是真实的;因为当某些部分被切断时,同样的灵魂仍旧留存。即便这一论述并非在所有具有灵魂者身上都真实,但只要在某些上面真实,就表明该论证是健全的。

语法注3 条
  1. 1.162Δοκεῖ ταυτολογεῖν δὶς εἰπὼν τὸ πῶς. οὐκ ἔστι δέ, ἀλλὰ τὸ μὲν πρῶτόν ἐστι τοῦ τρόπου τῆς γνώσεως

    对引文中两次出现 πῶς 的句法分析。斐洛波诺斯指出,第一个 πῶς 是修饰不定式 νοῆσαι 的疑问副词,询问认识的方式(“依何种认识方式能够设想它?”);第二个 πῶς 则支配承前省略的 κινεῖται,询问运动本身的物理方式(沿直线、圆周或变质等)。

  2. 1.163οὐδὲν οὖν ἄλλο ἐστὶν ἡ μονὰς ἢ σημεῖον ἄθετον, καὶ τὸ σημεῖον μονὰς θέσιν ἔχουσα

    由 οὐδὲν ἄλλο ... ἤ(“无非是……”)构成的限定句式以及紧随其后的对仗平行结构。它揭示了单子与点的相互定义:二者共享相同的本质规定(不可分性),仅在有无位置(ἄθετον 与 θέσιν ἔχουσα)这一加成性种差上互相对立并可以相互界定。

  3. 1.164ἀλλ’ οὖν οὐχ ὁ αὐτὸς τῷ εἴδει ἐστίν, ἀλλὰ τῷ γένει

    关系的与格用法(τῷ εἴδει 与 τῷ γένει,意为“在形式/种上”、“在属上”)。在从16中减去其矩尺形7而留下另一个平方数9的例证中,转折从句明确指出其同一性并不存在于种的层面(即具体特定数的本质形式),而仅保存在更高阶的属的层面(即同为“平方数”这一共通属性)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:166.1-167.17