← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§167.18-168.31

将灵魂为数说归结为原子论与反驳

评注者阐释了亚里士多德在《论灵魂》409a10–18中的论述:亚里士多德将把灵魂视作数的观点(色诺克拉底)归结为原子论(德谟克利特),并通过指出在单子之间无法说明推动者与被推动者的差异来进行驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.165

" Δόξειε δ’ ἂν οὐδὲν διαφέρειν μονάδας λέγειν ἢ σωμάτια μικρά." Συνελάσαι βούλεται τὴν Ξενοκράτους δόξαν εἰς τὴν Δημοκρίτου. ἔλεγε δὲ ἐκεῖνος ἐκ σφαιρικῶν ἀτόμων τὴν ψυχὴν συνίστασθαι. ἐὰν οὖν, φησί, τὸ μέγεθος τῶν ἀτόμων ἀφέλῃ τις, ἔσονται στιγμαί, ὥστε τὰ αὐτὰ ἀμφοτέροις ἀκολουθήσει ἄτοπα. οὐδὲν δὲ τὴν ὑπόθεσιν Δημοκρίτου λυμαίνεται τὸ ἀφελεῖν τῶν ἀτόμων τὸ συνεχές· οὐδὲ γὰρ διὰ τὸ συνεχῆ σώματα εἶναι ἔλεγεν αὐτὰ κινεῖσθαι, ἀλλὰ διὰ τὸ πλῆθος αὐτῶν τῇ ἀντωθήσει τῇ πρὸς ἄλληλα. οὕτω δὲ καὶ Ξενοκράτης οὐκ ἐπειδὴ ἀμερῆ ὑπετίθετο τὰ ἐξ ὧν ἡ ψυχή, τὰς μονάδας λέγω, διὰ τοῦτο ἔλεγεν αὐτὰ κινεῖσθαι, ἀλλὰ διότι ποσὸν ἦν τὸ ἐξ αὐτῶν, ὁ ἀριθμός. κατὰ τοῦτο ἄρα συμφωνοῦσι, καθὸ καὶ κινεῖσθαι ἔλεγον ὁ μὲν τὰς ἀτόμους, ὁ δὲ τὸν ἀριθμόν. ἀκολουθεῖ δὲ ἐξ ἀνάγκης ἀμφοτέροις τὸ τὰ μὲν ἢ τῶν ἀτόμων ἢ τῶν ἀριθμῶν λέγειν κινεῖσθαι, τὰ δὲ κινεῖν· δέδεικται γὰρ αὐτῷ ἐν τῷ Ζ καὶ Η τῆς Φυσικῆς ὅτι τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ἀδύνατον καὶ κινεῖν καὶ κινεῖσθαι οὔτε ἐπὶ τοῦ συνεχοῦς ποσοῦ οὔτε ἐπὶ τοῦ διωρισμένου. ἀκολουθεῖ δὲ τούτοις τοῦτο, ὅτι ἑκάτερος αὐτῶν διωρισμένον ποσὸν ποιεῖ τὴν ψυχὴν αὐτοκίνητον· ὥστε εἰ τῶν ἀτόμων καὶ τῶν ἀριθμῶν οἱ μὲν κινοῦσιν, οἱ δὲ κινοῦνται, ἔσται μὲν τὸ ὅλον σύστημα αὐτοκίνητον, ὥσπερ καὶ τὸ ὅλον ζῷον λέγεται αὐτοκίνητον, καίτοι τοῦ μὲν κινοῦντος τοῦ δὲ κινουμένου, ἀλλ’ ὥσπερ ἐν ζῴῳ τὸ κινοῦν ἡ ψυχὴ καὶ τὸ κινούμενον,1 οὕτω καὶ ἐπὶ τοῦ τῆς ψυχῆς ἀριθμοῦ οὐ πᾶς ἔσται ψυχὴ ἀλλ’ αἱ κινοῦσαι μονάδες· ὁμοίως καὶ ἐπὶ τῶν σφαιρικῶν ἀτόμων αἱ κινοῦσαι ψυχή. ταύτῃ μὲν οὖν εἰς τὴν αὐτὴν δόξαν συμφέρεται Δημόκριτός τε καὶ Ξενοκράτης. ὅσα οὖν δέδεικται ἑπόμενα ἄτοπα τῇ Δημοκρίτου δόξῃ, τὰ αὐτὰ καὶ τῇ Ξενοκράτους ἕψεται. εἴποι δ’ ἄν τις μὴ ἀληθὲς εἶναι τὸ εἰς ταὐτὸ κατὰ πάντα συμφέρεσθαι τήν τε Δημοκρίτου δόξαν καὶ τὴν Ξενοκράτους· οὐ γὰρ ἁπλῶς ποσὸν ἐποίει τὴν ψυχὴν ὁ Δημόκριτος διωρισμένον, ὥσπερ Ξενοκράτης· ὑπετίθετο γοῦν μὴ ἐκ τῶν τυχουσῶν ἀτόμων εἶναι τὴν ψυχήν, ἀλλ’ ἐκ τῶν σφαιρικῶν, ἵνα τὴν αἰτίαν ἀποδῷ τῆς κινήσεως. οὐ καλῶς οὖν εἰς ταὐτὸν ἀπάγει ἀμφοτέρας τὰς δόξας.

“说是单子还是微小的物体,似乎没有任何区别。” 他意图将色诺克拉底的观点归结于德谟克利特的观点。德谟克利特曾说灵魂是由球形原子构成的。因此他说,如果有人去掉原子的大小,它们就将成为点,从而同样的不合理结论将伴随两者。而从原子中去掉连续性,丝毫不损害德谟克利特的假说;因为他并非说原子由于是连续的物体而运动,而是由于它们的集多,凭借相互推挤而运动。同样,色诺克拉底也不是因为假定灵魂由之构成的成分(我指的是单子)是无部分的,便以此说它们运动,而是因为由它们构成的成分(即数)是一个量。因此,在这方面他们是一致的,即按一者主张原子运动而另一者主张数运动而言。并且必然伴随两者的是:无论在原子还是在数中,都必须说一部分被运动,而另一部分在推动;因为他在《物理学》第七卷与第八卷中已经证明,无论在连续的量上还是在分离的量上,同一事物在同一方面既推动又被运动都是不可能的。随之而来的便是:他们各自都把自发运动的灵魂当作一个分离的量;所以,如果原子或数中一些在推动,另一些被推动,那么整个系统固然是自发运动的,正如整个动物虽有一部分在推动而另一部分被运动,却也被称为自发运动的一样;但正如在动物中推动者是灵魂而被推动者[是身体]一样,同样在灵魂的数中,也并非整个数都是灵魂,而唯独那些进行推动的单子才是[灵魂];在球形原子中,同样也唯独推动者才是灵魂。因此,在这方面德谟克利特与色诺克拉底聚合成了同一个观点。所以,凡被证明伴随德谟克利特观点的诸多不合理结论,同样也将伴随色诺克拉底的观点。然而或许有人会说,德谟克利特的观点与色诺克拉底的观点在所有方面聚合为同一,这并非真实;因为德谟克利特并未如色诺克拉底那样,单纯把灵魂当作一个分离的量;至少他假定灵魂不是出自随意的原子,而是出自球形原子,以便说明运动的原因。因此,他[亚里士多德]将两种观点归为同一是不恰当的。

§1.166

"Ἐνδέχεται δὲ δὴ πῶς μονάδα αὐτὴν εἶναι; δεῖ γὰρ ὑπάρχειν τινὰ αὐτῇ διαφορὰν πρὸς τὰς ἄλλας." Μονάδα εἶπεν ἀντὶ τοῦ ἐκ μονάδων. εἰ οὖν, φησί, μονὰς ἢ ἐκ μονάδων ἐστὶν ἡ ψυχή, δῆλον ὡς δεήσει διαφέρειν τὰς μονάδας, ἐξ ὧν ἡ ψυχή, τῶν ἄλλων μονάδων τῶν μὴ ποιουσῶν ψυχάς· οὐ γὰρ δὴ πᾶσαι ἁπλῶς αἱ μονάδες ἢ αἱ ἐξ ὧν ἡ ψυχὴ αὗται ψυχῆς εἰσι ποιητικαί, ἀλλ’ αἱ κινοῦσαι μόνον. τίς οὖν ἂν εἴη μονάδος πρὸς μονάδα διαφορά, οὐδ’ ἂν ἐπινοῆσαι δυνατόν, πλὴν τῷ τὰς μὲν αὐτῶν θέσιν ἔχειν, τὰς δὲ μὴ ἔχειν. ἀλλὰ πᾶσαι αἱ μονάδες, ἐξ ὧν ὁ ἀριθμός, τουτέστιν ἡ ψυχή, θέσιν ἔχουσιν· ἐν σώματι γάρ· τίς οὖν αὐτῶν ἡ διαφορά; ὥστε εἰ δεῖ διαφορὰν εἶναι, ἵνα αἱ μὲν κινῶσιν, αἱ δὲ κινῶνται, τοῦτο δὲ ἀδύνατον, οὐκ ἐνδέχεται ἀριθμὸν ἢ μονάδα εἶναι τὴν ψυχήν. καλῶς δὲ εἶπε στιγμῆς μοναδικῆς.2 εἰ γὰρ ἡ μονὰς προσλαβοῦσα θέσιν στιγμὴ γίνεται, αἱ δὲ μονάδες ἐξ ὧν ἡ ψυχὴ ἐν σώματι, στιγμαὶ ἄρα ἔσονται. ἐπεὶ οὖν οὐχ ἁπλῶς στιγμὰς ἔλεγον ἀλλὰ μονάδας, αὐτὸς δὲ δείκνυσι ταύτας στιγμὰς οὔσας, εἰκότως μοναδικὰς στιγμὰς εἴρηκεν.

“然而它本身作为单子究竟如何可能?因为对它而言必须存在某种相对于其他单子的差异。” 他说“单子”是用来代替“由单子构成的”。因此他说,如果灵魂是一个单子或由单子构成的,显然构成灵魂的单子就必须有别于其他不构成灵魂的单子;因为并非全然所有的单子,甚至构成灵魂的这些单子[并非全体]都产生灵魂,而仅仅是那些进行推动的单子才产生灵魂。那么,单子相对于单子的差异究竟会是什么呢?除了其中一些具有位置而另一些不具有位置之外,甚至根本不可能设想出差异。但是构成数(即灵魂)的所有单子都具有位置;因为它们在身体中;那么它们的差异究竟是什么呢?所以,既然为了使一些单子推动而另一些被推动必须存在差异,而这又是不可能的,灵魂也就不可能是数或单子。并且他说“单子般的点的”是说得恰当的。因为如果单子获得位置便成为点,而构成灵魂的单子在身体中,那么它们就将成为点。既然他们并非单纯说是点,而是说是单子,而他自己证明了这些是点,他合乎情理地说了“单子般的点”。

语法注2 条
  1. 1.165ἀλλ’ ὥσπερ ἐν ζῴῳ τὸ κινοῦν ἡ ψυχὴ καὶ τὸ κινούμενον

    在 καὶ τὸ κινούμενον 之后省略了表语 τὸ σῶμα。该句与前文“ὥσπερ γὰρ καὶ ἐν τῷ ζῴῳ τὸ μὲν κινοῦν ἡ ψυχὴ, τὸ δὲ κινούμενον τὸ σῶμα”完全对并,解构时须补出被省略的成分。

  2. 1.166καλῶς δὲ εἶπε στιγμῆς μοναδικῆς

    属格 στιγμῆς μοναδικῆς 直接接在动词 εἶπε 之后,这是引用亚里士多德原文(409a20: τίς οὖν διαφορὰ στιγμῆς μοναδικῆς πρὸς τὰς ἄλλας στιγμάς)中的短语而保留了原句的属格,意即“他恰当地说了‘单子般点的[差异]’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:167.18-168.31