- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:164.6-165.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德408b24–408b32,阐明思想的迟钝源于精气工具的受损,情感与推断属于复合体而非单纯的灵魂,捍卫理智的无受性与不朽性,并进而开始反驳色诺克拉底主张灵魂是“运动自身的数”的学说。
" Καὶ τὸ νοεῖν δὴ καὶ τὸ θεωρεῖν μαραίνεται ἄλλου τινὸς ἔσω φθειρομένου." Ἄλλου τινὸς ἔσω λέγει τοῦ πνεύματος.1 ἐπεὶ γὰρ οὐκ ἐν μόνοις τοῖς λήροις συμβαίνει μαραίνεσθαι τὸ νοεῖν, ἀλλὰ καὶ ἀκμαζούσης τῆς ἡλικίας συμβαίνει πολλάκις παραφροσύνας γίνεσθαι καὶ ἀμβλύνσεις τῶν νοήσεων, τοῦτο γίνεσθαί φησι τοῦ πνευματικοῦ σώματος, ἐν ᾧ πρώτως ἐλλάμπουσιν αἱ ψυχικαὶ δυνάμεις, φθοράν τινα ὑπομένοντος καὶ τῷ μὴ σύμμετρον εἶναι ἐνοχλοῦντος τῇ νοήσει καὶ ἐμποδίζοντος.2
“而思想与观照确实是在内部的别的某物毁灭时衰退的。” 所谓“内部的别的某物”,他指的是精气。因为思想的衰退不仅发生于胡涂昏聩之中,而且在年岁正值盛期之时也屡屡发生错乱和思辨迟钝,他说,这是由于精气之躯承受了某种毁灭,而这精气之躯正是灵魂诸潜能首先在其上照耀之所,并且它因变得不适称而干扰并阻碍思想。
"Τὸ δὲ διανοεῖσθαι ἢ φιλεῖν ἢ μισεῖν οὐκ ἔστιν ἐκείνου πάθη, ἀλλὰ τουδὶ τοῦ ἔχοντος ἐκεῖνο, ᾗ ἐκεῖνο ἔχει.3" Ὅτι καὶ τὸ διανοεῖσθαι οὐκ ἔστι τῆς ψυχῆς καθ’ αὑτήν, ἀλλὰ τοῦ συναμφοτέρου, ἤδη εἴπομεν. οὐχ ὡς γάρ, φησί, τὸ νοεῖν καὶ θεωρεῖν ἴδιά εἰσι τοῦ νοῦ πάθη (πάθη γάρ, ὡς πολλάκις εἴπομεν, τὰς ἐνεργείας καλεῖ) οὕτω δὴ καὶ τὸ διανοεῖσθαι καὶ φιλεῖν καὶ μισεῖν, ἀλλὰ τουδί, τουτέστι τοῦ ζῴου τοῦ ἔχοντος τὴν ψυχήν, ᾗ ἐκεῖνο ἔχει, τουτέστι καθὸ ἔχει τὴν ψυχήν. ὡς γὰρ τὸ ὑφαίνειν, ὡς πολλάκις εἴρηται, τοῦ ζῴου ἐστὶ κατὰ τὸ σῶμα, οὕτω ταῦτα τοῦ ζῴου κατὰ τὴν ψυχήν. διό, φησί, τοῦ ζῴου φθειρομένου οὐδὲν τούτων ἕξει ἡ ψυχή, ἅπερ ἐκ τῆς συμπλοκῆς τῆς πρὸς τὸ σῶμα αὐτῇ ἐπεγένετο. εἰκότως δὲ μηδὲ μνημονεύειν αὐτήν φησιν, ὅτι ἐνταῦθα μὲν παραρρέουσά ἐστιν ἡ γνῶσις αὐτῆς καὶ δεῖται μνήμης εἰς κατοχὴν τῶν ἐγνωσμένων, μετὰ δὲ τὸ σῶμα ἅτε ἑστῶσαν ἔχουσα τὴν γνῶσιν καὶ αὐτοῖς προσβάλλουσα τοῖς πράγμασι μνήμης οὐ δεῖται· μνήμη γάρ ἐστι τῶν πάλαι ἐγνωσμένων, τότε δὲ οὐκ ἔχει τὸ πρότερον καὶ τὸ ὕστερον ἡ γνῶσις, εἰ μὴ κατὰ τὴν προχείρισιν τῶν θεωρημάτων, ἀλλ’ ἀεὶ ἕστηκε καὶ ἐν τῷ νῦν ἐξετάζεται.
“而推断、爱或恨并不是那者的受动,而是具有那者的这者的受动,依其具有那者而言。” 推断也不属于灵魂自身,而属于复合体,这一点我们已经说过。因为他说,推断、爱与恨并不像思想与观照是理智固有的受动(正如我们多次说过的,他把现实活动称为受动)那样,而是这者即具有灵魂的动物的受动,依其具有那者而言,也就是按其具有灵魂的范围而言。因为正如多次说过的,纺织是动物依身体而有的,同样,这些则是动物依灵魂而有的。他说,因此当动物毁灭时,灵魂将不再具有这些因与身体结合而加之于它的任何东西。他说灵魂甚至也不再回忆,这是合乎情理的,因为在此处,灵魂的认识是流动的,需要记忆来保有已认知的事物;但在脱离身体之后,由于它拥有处于确立状态的认识并且直接触及事物本身,它就不需要记忆了;因为记忆是针对过去已知的事物的,而那时认识除了在调动理论原则时之外并没有先后之分,而是始终确立并在当下被审视。
"Ὁ δὲ νοῦς ἴσως θειότερόν τι καὶ ἀπαθές ἐστι." Οὐχ ὡς ἀμφισβητῶν τὸ ἴσως προσέθηκεν, ἀλλ’ ὡς μήπω τελείως ἀποδείξας. εἰ δὲ καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἐπάνω καὶ ἔτι μᾶλλον ἐφεξῆς ἀθάνατον εἶναι βούλεται τὸν νοῦν, τοῦτο δέ ἐστιν αὐτὴν καθ’ αὑτὴν τὴν λογικὴν ψυχήν, μάταιοι ἄρα οἱ ὑπονοήσαντες αὐτὸν θνητὴν αὐτὴν δοξάζειν. δῆλον γὰρ ὅτι οὐ περὶ τοῦ θείου νοῦ, ἀλλὰ περὶ τῆς ἡμετέρας λογικῆς ψυχῆς ὁ λόγος· οὔτε γὰρ ἐκεῖνος ἐν σώματι οὔτε ὑπὸ τῶν εἰρημένων ἐμποδίζεται. ἐκ γὰρ τῶν συνεγνωσμένων ἡμῖν διελέχθη περὶ αὐτοῦ, ἐκείνου δὲ ἄγνωστοι αἱ ἐνέργειαι. καὶ ἄλλως, εἰ περὶ τοῦ θείου νοῦ ἦν αὐτῷ ὁ λόγος, οὐκ ἂν τὸ ἴσως προσέθηκεν ὡς ἀμφιβάλλων, εἰ ἐκεῖνος ἀπαθής ἐστι καὶ θεῖος. ἐκ δὲ τῶν ἀποδεδειγμένων ἀνακεφαλαιούμενος τὸν λόγον φησὶν ὅτι δειχθέντος ὡς οὐ κινεῖται ἡ ψυχὴ πρόδηλον ὡς οὐδὲ αὐτοκίνητος ἔσται,4 εἴ γε μηδ’ ὅλως κινεῖται.
“然而理智或许是某种更为神圣且无受性的东西。” 他加上“或许”,并不是作为怀疑者,而是因为尚未彻底证明。如果说在此处、在上文以及在下文中他更要主张理智是不朽的,而这正是理性灵魂自身,那么那些猜测他主张灵魂是可灭的人就是徒劳妄想了。因为显然,这一论述并非关乎神圣理智,而是关乎我们的理性灵魂;因为神圣理智既不在身体中,也不受上述事物的阻碍。因为他是根据对我们而言熟知的事物来论述它的,而神圣理智的现实活动是不可知的。此外,如果他的论述是关乎神圣理智的,他就不会加上“或许”,仿佛怀疑它是否是无受性且神圣的。从已证明的诸点总结论述时他说,既然已经表明灵魂不运动,显然它也不会是自身运动的,如果它根本就不运动的话。
"Πολὺ δὲ τῶν εἰρημένων ἀλογώτατον, τὸ λέγειν ἀριθμὸν εἶναι τὴν ψυχὴν κινοῦνθ’ ἑαυτόν." Τὸ προκείμενον ἐλέγξαι5 τὴν Ξενοκράτους τοῦ Πλάτωνος διαδόχου περὶ ψυχῆς δόξαν, ὃς ἔλεγε τὴν ψυχὴν ἀριθμὸν εἶναι κινοῦντα ἑαυτόν. καὶ δῆλον ὅτι εἰ οὕτως ἔλεγε κατὰ τὸ φαινόμενον, εὐέλεγκτος ὁ λόγος. ἀλλ’ ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν εἶπον, οὐκ ἄν τις οὐδ’ ἄκρῳ δακτύλῳ τῶν μαθημάτων γευσάμενος τοιαῦτα ἂν εἴποι. ἔλεγεν οὖν ἀριθμὸν μὲν τὴν ψυχὴν διὰ τὸ πλήρωμα εἰδῶν εἶναι τὴν ψυχὴν καὶ λόγον ἐκ λόγων· πάντων γὰρ ἐν ἑαυτῇ τοὺς λόγους ἔχει, ὡς εἴπομεν. ἀριθμοὺς δὲ τὰ εἴδη ἐκάλουν, ὡς εἴρηται· καὶ αὐτὸς γοῦν ἐν τοῖς ἑξῆς φησιν ‘καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν’. ἀριθμὸν μὲν οὖν διὰ τοῦτο, κινοῦντα δὲ αὑτὸν διὰ τὸ αὐτοζῶν αὐτῆς· οὐ γὰρ ὑφ’ ἑτέρου αὐτῇ τὸ ζῆν· αὐτοζωὴ γάρ ἐστιν. ὁ δὲ Ἀριστοτέλης, ὡς εἴωθεν, ἐλέγχει τὸ φαινόμενον τοῦ λόγου. τὰ μὲν οὖν κοινά φησιν εἶναι καὶ ταύτῃ τῇ δόξῃ πρὸς τὰς ἐληλεγμένας· ὅσα γὰρ εἵπετο τοῖς κινεῖσθαι λέγουσι τὴν ψυχὴν ἄτοπα, ταῦτα καὶ τούτῳ ἕψεται λέγοντι ἀριθμὸν εἶναι κινοῦντα ἑαυτόν· τὰ δὲ ἴδια, καθό φησιν ἀριθμὸν εἶναι τὴν ψυχήν, πρὸς ὃ νῦν ἐνίσταται.
“但在所说的学说中,远为最不合常理的,是说灵魂是一个运动自身的数。” 摆在面前的任务是反驳柏拉图的继承者色诺克拉底关于灵魂的看法,他曾说灵魂是一个运动自身的数。显然,如果他是按照字面表象这样说的,那么这套言论是容易反驳的。但正如我在前文中也说过的,哪怕是用手指尖尝过诸门学问的人,也不会说出这样的话。他将灵魂称为数,乃是因为灵魂是诸形式的充盈,是由诸本质规定构成的本质规定;因为正如我们所说,它在自身中具有万物的本质规定。而正如已经说过的,他们把诸形式称为数;无论如何,他自己在后文中也说“那些说灵魂是形式之场所的人确实说得好”。因此由于这个原因称之为数,而称之为运动自身,则是由于它的自生生命;因为它的活着并非来自他者,因为它本身就是自生活。但亚里士多德像往常一样,反驳言论的字面表象。因此他说,这个看法与那些已被反驳的看法也有共同之处;因为凡是伴随着那些说灵魂运动的人而来的荒谬后果,也都会伴随着这个说灵魂是运动自身的数的人;而特异之处则在于他说灵魂是数,亚里士多德现在正是针对这一点提出异议。
- 1.158Ἄλλου τινὸς ἔσω λέγει τοῦ πνεύματος.
副词 ἔσω 承接亚里士多德原文(408b24)中的“内部的”。τοῦ πνεύματος 作为属格 ἄλλου τινός 的同位语或说明性属格,指出“内部的别的某物”指的是精气。
- 1.158τοῦ πνευματικοῦ σώματος ... φθοράν τινα ὑπομένοντος καὶ τῷ μὴ σύμμετρον εἶναι ἐνοχλοῦντος τῇ νοήσει καὶ ἐμποδίζοντος
这是以 τοῦ πνευματικοῦ σώματος 为逻辑主语的独立属格结构(分词为 ὑπομένοντος, ἐνοχλοῦντος, ἐμποδίζοντος)。带冠词不定词与格短语 τῷ μὴ σύμμετρον εἶναι 表示原因或手段,修饰其后的分词 ἐνοχλοῦντος 和 ἐμποδίζοντος。
- 1.159ᾗ ἐκεῖνο ἔχει
出自亚里士多德引文(408b25)的短语。斐洛庞奴斯随即将其释义为 τουτέστι καθὸ ἔχει τὴν ψυχήν,把关系副词 ᾗ 解释为限制性含义(“在……的限度内”,等同于 καθό)。
- 1.160δειχθέντος ὡς οὐ κινεῖται ἡ ψυχὴ πρόδηλον ὡς οὐδὲ αὐτοκίνητος ἔσται
δειχθέντος ὡς οὐ κινεῖται ἡ ψυχή 是非人称/事实性的独立属格结构(“既然已经表明灵魂不运动”)。主句为省略系动词的结构 πρόδηλον [ἐστίν] ὡς...(“……是显而易见的”)。
- 1.161Τὸ προκείμενον ἐλέγξαι
省略了系动词 ἐστί 的判断句,名词化的中性分词 τὸ προκείμενον 作主语(“面前的任务是”),不定词 ἐλέγξαι 作表语(“去反驳”)。
